§9.1#2Πόλεμος μὲν οὖν πρὸς ἄλληλα τοῖς ζῴοις ἐστίν, ὅσα τοὺς αὐτούς τε κατέχει τόπους καὶ ἀπὸ τῶν αὐτῶν ποιεῖται τὴν ζωήν·
因此,在那些占有相同地盘且以相同之物为生的动物之间,存在着相互的战争。
ἐὰν γὰρ ᾖ σπάνιος ἡ τροφή, καὶ πρὸς ἄλληλα τὰ ὁμόφυλα μάχεται, ἐπεὶ καὶ τὰς φώκας φασὶ πολεμεῖν τὰς περὶ τὸν αὐτὸν τόπον, καὶ ἄρρενι ἄρρενα καὶ θηλείᾳ θήλειαν, ἕως ἂν ἀποκτείνῃ ἢ ἐκβληθῇ θάτερον ὑπὸ θατέρου· καὶ τὰ σκυμνία ὡσαύτως πάντα.
因为如果食物稀缺,即使是同类之间也会互相争斗;据说甚至生存在同一地点海豹也会开战,雄性对雄性,雌性对雌性,直到其中一方被另一方杀死或驱逐;它们的幼崽也是如此。
Ἔτι δὲ τοῖς ὠμοφάγοις ἅπαντα πολεμεῖ, καὶ ταῦτα τοῖς ἄλλοις· ἀπὸ γὰρ τῶν ζῴων ἡ τροφὴ αὐτοῖς·
此外,所有动物都与食肉动物为敌,而食肉动物也与其他动物为敌;因为它们的食物来自于其他动物。
ὅθεν καὶ τὰς διεδρίας καὶ τὰς συνεδρίας οἱ μάντεις λαμβάνουσι, δίεδρα μὲν τὰ πολέμια τιθέντες, σύνεδρα δὲ τὰ εἰρηνοῦντα πρὸς ἄλληλα.
因此,占卜者也由此获得“分坐”和“合坐”的预兆,将敌对的定为“分坐”,将彼此和平相处的定为“合坐”。
Κινδυνεύει δέ, εἰ ἀφθονία τροφῆς εἴη, πρός τε τοὺς ἀνθρώπους ἂν ἔχειν τιθασσῶς τὰ νῦν φοβούμενα αὐτῶν καὶ ἀγριαίνοντα, καὶ πρὸς ἄλληλα τὸν αὐτὸν τρόπον.
而且,如果有充足的食物,即使是现在令人恐惧且凶猛的动物,也可能会对人类表现得温顺,对彼此也是如此。
Δῆλον δὲ ποιεῖ τοῦτο ἡ περὶ Αἴγυπτον ἐπιμέλεια τῶν ζῴων· διὰ γὰρ τὸ τροφὴν ὑπάρχειν καὶ μὴ ἀπορεῖν μετ’ ἀλλήλων ζῶσι καὶ αὐτὰ τὰ ἀγριώτατα· διὰ τὰς ὠφελείας γὰρ ἡμεροῦται, οἷον ἐνιαχοῦ τὸ τῶν κροκοδείλων γένος πρὸς τὸν ἱερέα διὰ τὴν ἐπιμέλειαν τὴν τῆς τροφῆς.
埃及对动物的照顾清楚地证明了这一点;因为食物充足且不匮乏,即使是最凶猛的动物也生活在一起;它们因为得到好处而被驯服,例如在某些地方,克罗科代尔因受到食物的照顾而对祭司表现得友好。
Τὸ δ’ αὐτὸ τοῦτ’ ἔστιν ἰδεῖν καὶ περὶ τὰς ἄλλας χώρας γινόμενον, καὶ κατὰ μόρια τούτων.
在其他国家以及这些国家的局部地区,也可以看到同样的事情发生。
Ἔστι δ’ ἀετὸς καὶ δράκων πολέμια· τροφὴν γὰρ ποιεῖται τοὺς ὄφεις ὁ ἀετός.
鹰和蛇是敌对的;因为鹰以蛇为食。
Καὶ ἰχνεύμων καὶ φάλαγξ· θηρεύει γὰρ τοὺς φάλαγγας ὁ ἰχνεύμων.
獴和毒蛛也是敌对的;因为獴猎捕毒蛛。
Τῶν δ’ ὀρνίθων ποικιλίδες καὶ κορυδῶνες καὶ πίπρα καὶ χλωρεύς· τὰ γὰρ ᾠὰ κατεσθίουσιν ἀλλήλων.
在鸟类中,斑翁、百灵、哔呀和绿雀是敌对的;因为它们互相吃对方的蛋。
Καὶ κορώνη καὶ γλαύξ· ἡ μὲν γὰρ τῆς μεσημβρίας, διὰ τὸ μὴ ὀξὺ βλέπειν τὴν γλαῦκα τῆς ἡμέρας, κατεσθίει ὑφαρπάζουσα αὐτῆς τὰ ᾠά, ἡ δὲ γλαὺξ τῆς νυκτὸς τὰ τῆς κορώνης, καὶ κρείττων ἡ μὲν τῆς ἡμέρας ἡ δὲ τῆς νυκτός ἐστιν.
乌鸦和鸱鸮也是敌对的;乌鸦在白天,因为鸱鸮在白天看不清,会抢走并吃掉它的蛋,而鸱鸮则在夜间吃乌鸦的蛋,前者在白天更强,后者在夜间更强。
Καὶ γλαὺξ δὲ καὶ ὄρχιλος πολέμια· τὰ γὰρ ᾠὰ κατεσθίει καὶ οὗτος τῆς γλαυκός.
鸱鸮和鹪鹩也是敌对的;因为鹪鹩也吃鸱鸮的蛋。
Τῆς δὲ ἡμέρας καὶ τὰ ἄλλα ὀρνίθια τὴν γλαῦκα περιπέταται, ὃ καλεῖται θαυμάζειν, καὶ προσπετόμενα τίλλουσιν· διὸ οἱ ὀρνιθοθῆραι θηρεύουσιν αὐτῇ παντοδαπὰ ὀρνίθια.
在白天,其他小鸟也会在鸱鸮周围飞来飞去,这被称为“惊奇”,并且它们会飞上去啄拔它的羽毛;因此,捕鸟人会利用它来捕获各种小鸟。
Πολέμιος δὲ καὶ ὁ πρέσβυς καλούμενος καὶ γαλῆ καὶ κορώνη· τὰ γὰρ ᾠὰ καὶ τοὺς νεοττοὺς κατεσθίουσιν αὐτῆς.
被称为“长老”的鸟、鼬以及乌鸦也是敌人;因为它们吃它的蛋和雏鸟。
Καὶ τρυγὼν καὶ πυραλλίς· τόπος γὰρ τῆς νομῆς καὶ βίος ὁ αὐτός.
斑鸠和哔啦丽也是敌对的;因为它们觅食的地方和生活方式相同。
Καὶ κελεὸς καὶ λιβυός.
绿啄木鸟和利比亚鸟也是敌对的。
Ἰκτῖνος δὲ καὶ κόραξ· ὑφαιρεῖται γὰρ τοῦ κόρακος ὁ ἰκτῖνος ὅ τι ἂν ἔχῃ διὰ τὸ κρείττων εἶναι τοῖς ὄνυξι καὶ τῇ πτήσει, ὥστε ἡ τροφὴ ποιεῖ πολεμίους καὶ τούτους.
鸢和渡鸦也是敌对的;因为鸢在爪力和飞行上更强,会夺走渡鸦所拥有的任何东西,因此食物也使它们成为敌人。
Ἔτι οἱ ἀπὸ τῆς θαλάττης ζῶντες ἀλλήλοις, οἷον βρένθος καὶ λάρος καὶ ἅρπη.
此外,那些靠海为生的动物也互相敌对,例如斑头水鸟、鸥和鹞。
Τριόρχης δὲ καὶ φρῦνος καὶ ὄφις· κατεσθίει γὰρ ὁ τριόρχης αὐτούς.
三睾鹰、蟾蜍和蛇也是敌对的;因为三睾鹰吃它们。
Τρυγὼν δὲ καὶ χλωρεύς· ἀποκτείνει γὰρ τὴν τρυγόνα ὁ χλωρεύς, καὶ ἡ κορώνη τὸν καλούμενον τύπανον.
斑鸠和绿雀也是敌对的;因为绿雀杀死斑鸠,而乌鸦杀死被称为提帕诺的鸟。
Τὸν δὲ κάλαριν ὁ αἰγωλιὸς καὶ οἱ ἄλλοι γαμψώνυχες κατεσθίουσιν· ὅθεν ὁ πόλεμος αὐτοῖς.
角鸮和其他钩爪鸟类则吃卡拉里;因此它们之间发生战争。
Πόλεμος δὲ καὶ ἀσκαλαβώτῃ καὶ ἀράχνῃ· κατεσθίει γὰρ τοὺς ἀράχνας ὁ ἀσκαλαβώτης.
壁虎和蜘蛛之间也有战争;因为壁虎吃蜘蛛。
Πίπῳ δὲ καὶ ἐρωδιῷ· τὰ γὰρ ᾠὰ κατεσθίει καὶ τοὺς νεοττοὺς τοῦ ἐρωδιοῦ.
哔啵和鹭之间也有战争;因为哔啵吃鹭的蛋和雏鸟。
Αἰγίθῳ δὲ καὶ ὄνῳ πόλεμος διὰ τὸ παριόντα τὸν ὄνον κνήθεσθαι εἰς τὰς ἀκάνθας τὰ ἕλκη· διά τε οὖν τοῦτο, κἂν ὀγκήσηται, ἐκβάλλει τὰ ᾠὰ καὶ τοὺς νεοττούς· φοβούμενοι γὰρ ἐκπίπτουσιν· ὁ δὲ διὰ τὴν βλάβην ταύτην κολάπτει ἐπιπετόμενος τὰ ἕλκη αὐτοῦ.
金翅雀和驴之间也有战争,因为经过的驴会把伤口在荆棘上摩擦;因此,不仅因为这个原因,而且如果驴叫,金翅雀就会把蛋和雏鸟扔出来;因为它们害怕而跌落出来;而金翅雀因为这种损失,会飞上去啄它的伤口。
Λύκος δ’ ὄνῳ καὶ ταύρῳ καὶ ἀλώπεκι πολέμιος· ὠμοφάγος γὰρ ὢν ἐπιτίθεται τοῖς βουσὶ καὶ τοῖς ὄνοις καὶ τῇ ἀλώπεκι.
狼是驴、公牛和狐狸的敌人;因为它是食肉动物,会袭击牛、驴和狐狸。
Καὶ ἀλώπηξ δὲ καὶ κίρκος διὰ τὴν αὐτὴν αἰτίαν· γαμψώνυχος γὰρ ὢν καὶ ὠμοφάγος ἐπιτίθεται καὶ ἕλκη ποιεῖ κόπτων.
狐狸和鹞鹰也因为同样的原因而敌对;因为鹞鹰有钩爪且是食肉动物,会袭击并啄咬造成伤口。
Καὶ κόραξ ταύρῳ καὶ ὄνῳ πολέμιος διὰ τὸ τύπτειν ἐπιπετόμενος αὐτοὺς καὶ τὰ ὄμματα κολάπτειν αὐτῶν.
渡鸦是公牛和驴的敌人,因为它们会飞上去击打它们,啄它们的眼睛。
Πολεμεῖ δὲ καὶ ἀετὸς καὶ ἐρωδιός· γαμψώνυχος γὰρ ὢν ὁ ἀετὸς ἐπιτίθεται, ὁ δ’ ἀποθνήσκει ἀμυνόμενος.
鹰和鹭也互相争斗;因为鹰有钩爪,会发起袭击,而鹭在防御中死去。