§9.1#3Καὶ αἰσάλων δ’ αἰγυπιῷ πολέμιος, καὶ κρὲξ ἐλεῷ καὶ κοττύφῳ καὶ χλωρίωνι, ὃν ἔνιοι μυθολογοῦσι γενέσθαι ἐκ πυρκαϊᾶς·
また、チョウゲンボウもハゲワシの敵であり、ウズラクイナはエレオスとクロウタドリ、そしてある人々が火事から生まれたと語るキマユホオジロに対して敵である。
καὶ γὰρ αὐτοὺς βλάπτει καὶ τὰ τέκνα αὐτῶν.
なぜなら、それ(ウズラクイナ)は彼ら自身と彼らの子供を害するからである。
Καὶ σίττη καὶ τροχίλος ἀετῷ πολέμια·
また、ゴジュウカラとミソサザイはワシの敵である。
ἡ γὰρ σίττη καταγνύει τὰ ᾠὰ τοῦ ἀετοῦ, ὁ δ’ ἀετὸς καὶ διὰ τοῦτο καὶ διὰ τὸ ὠμοφάγος εἶναι πολέμιός ἐστι πᾶσιν.
というのも、ゴジュウカラはワシの卵を割り、ワシはこのためにも、また肉食であるためにも、すべての動物に対して敵であるからである。
Ἄνθος δ’ ἵππῳ πολέμιος·
アントスは馬の敵である。
ἐξελαύνει γὰρ ὁ ἵππος ἐκ τῆς νομῆς·
なぜなら、馬はそれを牧草地から追い出すからである。
πόαν γὰρ νέμεται ὁ ἄνθος, ἐπάργεμος δ’ ἐστὶ καὶ οὐκ ὀξυωπός·
実際、アントスは草を食べるが、目は白濁しており、視力は良くない。
μιμεῖται γὰρ τοῦ ἵππου τὴν φωνήν, καὶ φοβεῖ ἐπιπετόμενος καὶ ἐξελαύνει, ὅταν δὲ λάβῃ, κτείνει αὐτόν.
彼は馬の声を真似て、飛びかかって驚かせて追い出すが、馬がそれを捕らえたときには、それを殺す。
Οἰκεῖ δ’ ὁ ἄνθος παρὰ ποταμὸν καὶ ἕλη, χρόαν δ’ ἔχει καλὴν καὶ εὐβίοτος.
アントスは川や沼の近くに住んでおり、美しい色をしており、暮らし向きが良い。
Κωλωτῇ δ’ ὄνος πολέμιος·
ロバはトカゲの敵である。
κοιμᾶται γὰρ ἐν τῇ φάτνῃ αὐτοῦ, καὶ κωλύει ἐσθίειν εἰς τοὺς μυκτῆρας ἐνδυόμενος.
なぜなら、トカゲはロバの飼い葉桶の中で眠り、ロバの鼻孔に入り込むことによって食べるのを妨げるからである。
Τῶν δ’ ἐρωδιῶν ἐστὶ τρία γένη, ὅ τε πέλλος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος.
サギには3つの属があり、ペロスと、白サギと、アステリアスと呼ばれるものである。
Τούτων ὁ πέλλος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει·
これらのうち、ペロスは交尾してつがうのが困難である。
κράζει τε γὰρ καὶ αἷμα, ὡς φασίν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν ὀχεύων, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς.
というのも、交尾するときに叫び声を上げ、言われているところでは目から血を流し、産卵するのも困難で苦痛を伴うからである。
Πολεμεῖ δὲ τοῖς βλάπτουσιν, ἀετῷ (ἁρπάζει γὰρ αὐτόν) καὶ ἀλώπεκι (φθείρει γὰρ αὐτὸν τῆς νυκτός) καὶ κορύδῳ (τὰ γὰρ ᾠὰ αὐτοῦ κλέπτει).
そして彼は自分を害するものたち、すなわちワシ(ワシは彼をさらうからである)、キツネ(夜間に彼を襲うからである)、ヒバリ(彼の卵を盗むからである)と敵対する。
Ὄφις δὲ γαλῇ καὶ ὑῒ πολέμιον, τῇ μὲν γαλῇ, κατ’ οἰκίαν ὅταν ὦσιν ἀμφότερα·
ヘビはイタチと豚の敵である。 イタチに対しては、両者が家の中にいるときに敵となる。
ἀπὸ γὰρ τῶν αὐτῶν ζῶσιν·
彼らは同じものから生きているからである。
ἡ δ’ ὗς ἐσθίει τοὺς ὄφεις.
他方、豚はヘビを食べる。
Καὶ αἰσάλων ἀλώπεκι πολέμιος·
また、チョウゲンボウはキツネの敵である。
τύπτει γὰρ καὶ τίλλει αὐτήν, καὶ τὰ τέκνα ἀποκτείνει·
なぜなら、チョウゲンボウはキツネを叩き、その毛をむしり、その子供たちを殺すからである。
γαμψώνυχος γάρ ἐστιν.
彼は鉤爪を持っているからである。
Κόραξ δὲ καὶ ἀλώπηξ ἀλλήλοις φίλοι·
カラスとキツネは互いに友である。
πολεμεῖ γὰρ τῷ αἰσάλωνι ὁ κόραξ· διὸ βοηθεῖ τυπτομένῃ αὐτῇ.
なぜなら、カラスはチョウゲンボウと敵対しており、それゆえ、キツネが叩かれているときに助けるからである。
Καὶ αἰγυπιὸς δὲ καὶ αἰσάλων πολέμιοι σφίσιν αὐτοῖς·
また、ハゲワシとチョウゲンボウも互いに敵対している。
ἀμφότεροι γὰρ γαμψώνυχοι.
両者とも鉤爪を持っているからである。
Μάχεται δὲ καὶ ἀετῷ αἰγυπιὸς καὶ κύκνος·
ハゲワシはワシとも戦い、ハクチョウも戦う。
κρατεῖ δ’ ὁ κύκνος πολλάκις·
そしてハクチョウがしばしば打ち勝つ。
εἰσὶ δ’ οἱ κύκνοι καὶ ἀλληλοφάγοι μάλιστα τῶν ὀρνέων.
白鳥は鳥類の中で最も互いに食い合うものである。
Ἔστι δὲ τῶν θηρίων τὰ μὲν ἀεὶ πολέμια ἀλλήλοις, τὰ δ’ ὥσπερ ἄνθρωποι, ὅταν τύχωσιν.
動物たちの中には、常に互いに敵対しているものもあれば、人間のように、機会があるときに敵対するものもある。
Ὄνος δὲ καὶ ἀκανθίδες πολέμιοι·
ロバとヒワは敵対している。
αἱ μὲν γὰρ ἀπὸ τῶν ἀκανθῶν βιοτεύουσιν, ὁ δ’ ἁπαλὰς οὔσας κατεσθίει τὰς ἀκάνθας.
ヒワたちはアザミから糧を得ているが、ロバはそれらがまだ柔らかいうちにアザミを食い尽くすからである。
Καὶ ἄνθος καὶ ἀκανθὶς καὶ αἴγιθος·
また、アントスとヒワとアイギトスも敵対している。
λέγεται δ’ ὅτι αἰγίθου καὶ ἄνθου αἷμα οὐ συμμίγνυται ἀλλήλοις.
アイギトスとアントスの血は互いに混ざり合わないと言われている。
Κορώνη δὲ καὶ ἐρωδιὸς φίλοι, καὶ σχοινίων καὶ κόρυδος, καὶ λαεδὸς καὶ κελεός·
カラスとサギは友であり、ショイニオーンとヒバリも、またラエドスとアオゲラも友である。
ὁ μὲν γὰρ κελεὸς παρὰ ποταμὸν οἰκεῖ καὶ λόχμας, ὁ δὲ λαεδὸς πέτρας καὶ ὄρη, καὶ φιλοχωρεῖ οὗ ἂν οἰκῇ.
アオゲラは川や藪の近くに住み、ラエドスは岩や山に住んで、自分が住む場所を好むからである。
Καὶ πίφιγξ καὶ ἅρπη καὶ ἰκτῖνος φίλοι, καὶ ἀλώπηξ καὶ ὄφις (ἄμφω γὰρ τρωγλοδύται), καὶ κόττυφος καὶ τρυγών.
また、ピピンクスとハルペーとトビは友であり、キツネとヘビも友であり(両者とも穴に住むからである)、クロウタドリとキジバトも友である。
Πολέμιοι δὲ καὶ ὁ λέων καὶ ὁ θὼς ἀλλήλοις·
また、ライオンとジャッカルも互いに敵対している。
ὠμοφάγοι γὰρ ὄντες ἀπὸ τῶν αὐτῶν ζῶσιν.
彼らは肉食であって、同じものから生きているからである。
Μάχονται δὲ καὶ ἐλέφαντες σφοδρῶς πρὸς ἀλλήλους, καὶ τύπτουσι τοῖς ὀδοῦσι σφᾶς αὐτούς·
また、ゾウたちも互いに激しく戦い、その牙で互いを叩く。
ὁ δὲ ἡττηθεὶς δουλοῦται ἰσχυρῶς, καὶ οὐχ ὑπομένει τὴν τοῦ νικήσαντος φωνήν.
敗れた者は完全に服従し、勝った者の声に耐えることができない。
Διαφέρουσι δὲ καὶ τῇ ἀνδρίᾳ ἀλλήλων οἱ ἐλέφαντες θαυμαστὸν ὅσον.
また、ゾウたちは、互いの勇敢さにおいて、驚くほど異なっている。
Χρῶνται δ’ οἱ Ἰνδοὶ πολεμιστηρίοις, καθάπερ τοῖς ἄρρεσι, καὶ ταῖς θηλείαις·
インド人たちは、雄と同様に、雌も戦闘用として用いる。
εἰσὶ μέντοι καὶ ἐλάττονες αἱ θήλειαι καὶ ἀψυχότεραι πολύ.
しかしながら、雌は体も小さく、気性もずっと弱い。
Τοὺς δὲ τοίχους καταβάλλει ὁ ἐλέφας τοὺς ὀδόντας τοὺς μεγάλους προσβάλλων· τοὺς δὲ φοίνικας τῷ μετώπῳ, ἕως ἂν κατακλίνῃ, ἔπειτα τοῖς ποσὶν ἐπιβαίνων κατατείνει ἐπὶ τῆς γῆς.
そしてゾウは、大きな牙をぶつけることによって壁を突き崩し、ナツメヤシの木をそれが倒れるまで額で押し、それから足で踏みつけて地面に引き倒す。
Ἔστι δὲ καὶ ἡ θήρα τῶν ἐλεφάντων τοιάδε·
また、ゾウの捕獲は次のようなものである。
ἀναβάντες ἐπί τινας τῶν τιθασσῶν καὶ ἀνδρείων διώκουσι, καὶ ὅταν καταλάβωσι, τύπτειν προστάττουσι τούτοις, ἕως ἂν ἐκλύσωσιν·
手なずけられた勇敢なゾウの何頭かにまたがって追跡し、追いついたとき、彼らが疲れ果てるまで、これらのゾウたちに相手を叩くように命じる。
τότε δ’ ὁ ἐλεφαντιστὴς ἐπιπηδήσας κατευθύνει τῷ δρεπάνῳ.
そのとき、ゾウ使いが飛び乗って、大鎌でそれを御する。
Ταχέως δὲ μετὰ ταῦτα τιθασσεύεταί τε καὶ πειθαρχεῖ.
この後まもなく、それは手なずけられ、服従するようになる。
Ἐπιβεβηκότος μὲν οὖν τοῦ ἐλεφαντιστοῦ ἅπαντες πραεῖς εἰσίν, ὅταν δ’ ἀποβῇ, οἱ μὲν οἱ δ’ οὔ·
それゆえ、ゾウ使いが乗っている間はすべてのゾウが穏やかであるが、彼が降りると、あるものは穏やかであり、あるものはそうではない。
ἀλλὰ τῶν ἐξαγριουμένων τὰ ἐμπρόσθια σκέλη δεσμεύουσι σειραῖς, ἵν’ ἡσυχάζωσιν.
しかし、暴れだすものに対しては、おとなしくさせるために、前脚を綱で縛る。
Ἔστι δ’ ἡ θήρα καὶ μεγάλων ἤδη ὄντων καὶ πώλων.
なお、捕獲はすでに成長したものに対しても、またその子供に対しても行われる。
Αἱ μὲν οὖν φιλίαι καὶ οἱ πόλεμοι τοῖς θηρίοις τούτοις διὰ τὰς τροφὰς καὶ τὸν βίον συμβαίνουσιν.
このように、これらの動物たちの間の友情や闘争は、食物や生活様式によって生じるのである。