§8.4Τὰ δὲ φολιδωτὰ τῶν ζῴων, οἷον σαῦρός τε καὶ τὰ τετράποδα τἆλλα καὶ οἱ ὄφεις, παμφάγα ἐστίν·
動物のうち鱗のあるもの、例えばトカゲやその他の四肢動物、およびヘビは、雑食性である。
καὶ γὰρ σαρκοφάγα, καὶ πόαν ἐσθίουσιν.
なぜなら、それらは肉食であると同時に草も食べるからである。
Οἱ δ’ ὄφεις καὶ λιχνότατοι τῶν ζῴων εἰσίν.
また、ヘビは動物の中で最も貪欲である。
Ἔστι μὲν οὖν ὀλιγόποτα καὶ ταῦτα καὶ τἆλλα ὅσα ἔχει τὸν πλεύμονα σομφόν·
さて、これらや、多孔質の肺を持つ他のすべての動物は、水をほとんど飲まない。
ἔχουσι δὲ σομφὸν τὰ ὀλίγαιμα πάντα καὶ τὰ ᾠοτόκα.
そして、血の少ない動物や卵生の動物はすべて多孔質の肺を持っている。
Οἱ δ’ ὄφεις καὶ πρὸς τὸν οἶνόν εἰσιν ἀκρατεῖς, διὸ θηρεύουσί τινες καὶ τοὺς ἔχεις εἰς ὀστράκια διατιθέντες οἶνον εἰς τὰς αἱμασιάς·
また、ヘビはワインに対しても自制心がなく、そのため、石垣の中にワインを入れた土器を置いてクサリヘビを捕らえる者もいる。
λαμβάνονται γὰρ μεθύοντες.
彼らは酔っ払った状態で捕まるからである。
Σαρκοφάγοι δ’ ὄντες οἱ ὄφεις, ὅ τι ἂν λάβωσι ζῷον, ἐξικμάζοντες ὅλα κατὰ τὴν ὑποχώρησιν προΐενται.
ヘビは肉食であり、捕らえた獲物をどのような動物であれ、排泄口から水分をすっかり吸い取った状態で、丸ごと排出する。
Σχεδὸν δὲ καὶ τἆλλα τὰ τοιαῦτα, οἷον οἱ ἀράχναι·
これに類する他の動物、例えばクモもほぼ同様である。
ἀλλ’ ἔξω οἱ ἀράχναι ἐκχυμίζουσιν, οἱ δ’ ὄφεις ἐν τῇ κοιλίᾳ.
ただし、クモは体外で汁を吸い取るのに対し、ヘビは胃の中で行う。
Λαμβάνει μὲν οὖν ὁ ὄφις ὅθεν ἂν τύχῃ τὸ διδόμενον (ἐσθίει γὰρ καὶ ὀρνίθια καὶ θηρία, καὶ ᾠὰ καταπίνει), λαβὼν δ’ ἐπανάγει, ἕως ἂν ἐπὶ τὸ ἄκρον ἐλθὼν εἰς εὐθὺ καταστήσῃ, κἄπειθ’ οὕτω συνάγει ἑαυτὸν καὶ συστέλλει εἰς μικρὸν ὥστ’ ἐκταθέντος κάτω γίνεσθαι τὸ καταποθέν.
ヘビは与えられた獲物をどこからでも咥え(ヘビは小鳥や小獣を食べ、卵も丸呑みするからである)、咥えた後は、その端に達してまっすぐな状態にするまで、獲物を動かしていく。 そしてその後、体を縮めて小さくし、体が引き伸ばされると、呑み込まれた獲物が下に送り込まれるようにする。
Ταῦτα δὲ ποιεῖ διὰ τὸ τὸν στόμαχον εἶναι λεπτὸν καὶ μακρόν.
このようなことをするのは、食道が細くて長いためである。
Δύναται δ’ ἄσιτα καὶ τὰ φαλάγγια καὶ οἱ ὄφεις πολὺν χρόνον ζῆν·
ドクグモもヘビも、絶食した状態で長い間生きることができる。
ἔστι δὲ τοῦτο θεωρῆσαι ἐκ τῶν παρὰ τοῖς φαρμακοπώλαις τρεφομένων.
このことは、薬種商のもとで飼育されているものから観察することができる。
§8.5Τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων τὰ μὲν ἄγρια καὶ καρχαρόδοντα πάντα σαρκοφάγα·
四肢動物で胎生のうち、野生で鋸歯を持つものはすべて肉食である。
πλὴν τοὺς λύκους φασίν, ὅταν πεινῶσιν, ἐσθίειν τινὰ γῆν, μόνον δὴ τοῦτο τῶν ζῴων·
ただし、オオカミだけは、空腹のときに土を食べると言われており、このようなことをするのは動物の中でオオカミだけである。
πόας δ’ ἄλλοτε μὲν οὐχ ἅπτονται, ὅταν δὲ κάμνωσι, καθάπερ καὶ αἱ κύνες ἐσθίουσαι ἀνεμοῦσι καὶ καθαίρονται.
それ以外のときには草に触れることはないが、病気のときには、イヌがそうするのと同様に、草を食べて吐き出し、胃腸を洗浄する。
Ἀνθρωποφαγοῦσι δ’ οἱ μονοπεῖραι τῶν λύκων μᾶλλον [αὐτῶν] ἢ τὰ κυνηγέσια.
一匹狼は、群れをなすものよりも、人間を襲って食べることが多い。
Ὃν δὲ καλοῦσιν οἱ μὲν γλάνον οἱ δ’ ὕαιναν, ἔστι μὲν τὸ μέγεθος οὐκ ἐλάττων λύκου, χαίτην δ’ ἔχει ὥσπερ ἵππος, καὶ ἔτι σκληροτέρας καὶ βαθυτέρας τὰς τρίχας, καὶ καθ’ ὅλης τῆς ῥάχεως·
ある人々はグラノス、またある人々はハイエナと呼ぶ動物は、大きさはオオカミより小さくなく、ウマのような鬣を持ち、その毛はさらに硬く密生しており、背骨全体に及んでいる。
ἐπιβουλεύει δὲ καὶ θηρεύει τοὺς ἀνθρώπους, τοὺς δὲ κύνας καὶ ἐμοῦσα θηρεύει ὥσπερ οἱ ἄνθρωποι·
これは人間を狙って狩りをする。 また、人間が嘔吐する声を真似てイヌをおびき寄せて狩りをする。
καὶ τυμβωρυχεῖ δὲ ἐφιέμενον τῆς σαρκοφαγίας τῆς τοιαύτης.
さらに、そのような肉食を好むため、墓を暴くこともある。
Ἡ δ’ ἄρκτος παμφάγον ἐστί.
クマは雑食性である。
Καὶ γὰρ καρπὸν ἐσθίει, καὶ ἀναβαίνει ἐπὶ τὰ δένδρα διὰ τὴν ὑγρότητα τοῦ σώματος, καὶ τοὺς καρποὺς τοὺς χέδροπας·
果実を食べ、体の柔軟性のために木に登り、また豆類も食べる。
ἐσθίει δὲ καὶ μέλι τὰ σμήνη καταγνύουσα, καὶ καρκίνους καὶ μύρμηκας, καὶ σαρκοφαγεῖ.
また、蜂の巣を壊して蜂蜜を食べ、カニやアリも食べ、肉食もする。
Διὰ γὰρ τὴν ἰσχὺν ἐπιτίθεται οὐ μόνον τοῖς ἐλάφοις ἀλλὰ καὶ τοῖς ἀγρίοις ὑσίν, ἐὰν δύνηται λαθεῖν ἐπιπεσοῦσα, καὶ τοῖς ταύροις·
その力強さゆえに、シカだけでなく、不意を襲うことができれば野生のイノシシ、さらには雄牛をも襲う。
ὁμόσε χωρήσασα γὰρ τῷ ταύρῳ κατὰ πρόσωπον ὑπτία καταπίπτει, καὶ τοῦ ταύρου τύπτειν ἐπιχειροῦντος τοῖς μὲν βραχίοσι τὰ κέρατα περιλαμβάνει, τῷ δὲ στόματι τὴν ἀκρωμίαν δακοῦσα καταβάλλει τὸν ταῦρον.
クマは雄牛に正面から立ち向かうと、仰向けに倒れ込み、雄牛が突きかかろうとするとき、前肢でその角を抱え込み、口で雄牛の肩甲部を噛んで、雄牛を組み伏せるのである。
Βαδίζει δ’ ἐπί τινα χρόνον ὀλίγον καὶ τοῖν δυοῖν ποδοῖν ὀρθή.
また、少しの間であれば、二本足で直立して歩くこともある。
Τὰ δὲ κρέα πάντα κατεσθίει προσήπουσα πρῶτον.
いかなる肉も、まず腐らせて柔らかくしてから平らげる。
Ὁ δὲ λέων σαρκοφάγον μέν ἐστιν, ὥσπερ καὶ τἆλλα ὅσα ἄγρια καὶ καρχαρόδοντα, τῇ δὲ βρώσει χρῆται λάβρως, καὶ καταπίνει πολλὰ ὅλα οὐ διαιρῶν, εἶθ’ ἡμέρας δύο ἢ τρεῖς ἀσιτεῖ·
ライオンは、他のすべての野生で鋸歯を持つ動物と同様に肉食であるが、むさぼるように食べ、ちぎることなく多くのものを丸呑みし、その後二、三日は絶食する。
δύναται γὰρ διὰ τὸ ὑπερπληροῦσθαι.
過度に満腹にすることができるため、それが可能なのである。
Ὀλιγόποτον δ’ ἐστίν.
ライオンは水をほとんど飲まない。
Τὸ δὲ περίττωμα προΐεται σπανίως· διὰ τρίτης γὰρ ἢ ὅπως ἂν τύχῃ προχωρεῖ, καὶ τοῦτο ξηρὸν καὶ ἐξικμασμένον, ὅμοιον κυνί.
排泄物を出すことは稀であり、三日に一度、あるいは成り行きで排泄するが、その便は乾燥しており、水分がなく、イヌの便に似ている。
Προΐεται δὲ καὶ τὴν φῦσαν σφόδρα δριμεῖαν καὶ τὸ οὖρον ἔχον ὀσμήν, διόπερ οἱ κύνες ὀσφραίνονται τῶν δένδρων·
また、きわめて強烈な臭いのおならを放ち、尿も臭いがあるため、イヌは木々の匂いを嗅ぐのである。
οὐρεῖ γὰρ αἴρων τὸ σκέλος ὥσπερ οἱ κύνες.
イヌのように片脚を上げて尿をするからである。
Ἐμποιεῖ δὲ καὶ ὀσμὴν βαρεῖαν ἐν τοῖς ἐσθιομένοις καταπνέων·
ライオンは息を吹きかけることで、食べる対象にも不快な臭いを付着させる。
καὶ γὰρ ἀνοιχθέντος αὐτοῦ τὰ ἔσω ἀτμίδα ἀφίησι βαρεῖαν.
実際、ライオンの体を解剖すると、内部から強い不快な蒸気が立ちのぼる。
Ἔνια δὲ τῶν τετραπόδων καὶ ἀγρίων ζῴων ποιεῖται τὴν τροφὴν περὶ λίμνας καὶ ποταμούς· περὶ δὲ τὴν θάλατταν οὐδὲν ἔξω φώκης.
四肢動物や野生動物のうち、あるものは湖や川の周辺で餌を得るが、海の周辺では、アザラシを除いて何もない。
Τοιαῦτα δ’ ἐστὶν ὅ τε καλούμενος κάστωρ-καὶ τὸ σαθέριον καὶ τὸ σατύριον καὶ ἐνυδρὶς καὶ ἡ καλουμένη λάταξ·
そのような動物には、いわゆるビーバー、サテリオン、サテュリオン、カワウソ、そしていわゆるラタクスがある。
ἔστι δὲ τοῦτο πλατύτερον τῆς ἐνυδρίδος, καὶ ὀδόντας ἔχει ἰσχυρούς·
ラタクスはカワウソよりも幅が広く、強い歯を持っている。
ἐξιοῦσα γὰρ νύκτωρ πολλάκις τὰς περὶ τὸν ποταμὸν κερκίδας ἐκτέμνει τοῖς ὀδοῦσιν.
夜間に外に出て、川辺のヤナギを歯でしばしば噛み切るからである。
Δάκνει δὲ τοὺς ἀνθρώπους καὶ ἡ ἐνυδρίς, καὶ οὐκ ἀφίησιν, ὡς λέγουσι, μέχρι ἂν ὀστοῦ ψόφον ἀκούσῃ.
カワウソは人間を噛むこともあり、噂によれば、骨が砕ける音が聞こえるまで決して離さないという。
Τὸ δὲ τρίχωμα ἔχει ἡ λάταξ σκληρόν, καὶ τὸ εἶδος μεταξὺ τοῦ τῆς φώκης τριχώματος καὶ τοῦ τῆς ἐλάφου.
ラタクスの毛並みは硬く、その外見はアザラシの毛とシカの毛の中間である。