§8.6Πίνει δὲ τῶν ζῴων τὰ μὲν καρχαρόδοντα λάπτοντα·
動物のうち、鋸歯を持つものは舐めて飲む。
ἔνια δὲ καὶ τῶν μὴ καρχαροδόντων, οἷον οἱ μύες.
鋸歯を持たないもののうちあるもの、例えばネズミも同様である。
Τὰ δὲ συνόδοντα σπάσει, οἷον ἵπποι καὶ βόες.
それに対して上下の歯が合わさるものは吸い込んで飲む、例えばウマやウシ。
Ἡ δ’ ἄρκτος οὔτε σπάσει οὔτε λάψει, ἀλλὰ κάψει.
しかし、クマは吸い込みも舐めもしないで、がぶがぶと飲む。
Καὶ τῶν ὀρνέων δὲ τὰ μὲν ἄλλα σπάσει, πλὴν τὰ μὲν μακραύχενα διαλείποντα καὶ αἴροντα τὴν κεφαλήν, ὁ δὲ πορφυρίων μόνος κάψει.
また鳥類についても、他のものは吸い込んで飲むが、首の長いものは休み休み頭を上げながらであり、セイケイだけは例外で、がぶがぶと飲む。
Τὰ δὲ κερατώδη τῶν ζῴων, καὶ ἥμερα καὶ ἄγρια, καὶ ὅσα μὴ καρχαρόδοντα, πάντα καρποφάγα καὶ ποηφάγα ἐστί, μὴ λίαν κατεχόμενα τῷ πεινῆν, ἔξω τῆς ὑός·
動物のうち角のあるもの、飼育されているものも野生のものも、そして鋸歯を持たないものはすべて、飢えにひどく苦しめられていない限り、果実食であり草食である。 ただし、豚は例外である。
αὕτη δ’ ἥκιστα ποηφάγον καὶ καρποφάγον ἐστίν·
これは最も草食・果実食らしくない。
ῥιζοφάγον δὲ μάλιστα ἡ ὗς ἐστὶ τῶν ζῴων διὰ τὸ εὖ πεφυκέναι τὸ ῥύγχος πρὸς τὴν ἐργασίαν ταύτην, καὶ εὐχερέστατον πρὸς πᾶσαν τροφὴν τῶν ζῴων ἐστίν.
豚は、その鼻先がこの作業に適したつくりになっているため、動物の中で最も根食性であり、また、あらゆる食物に対して動物の中で最も手がかからない。
Τάχιστα δὲ καὶ ἐπιδίδωσιν εἰς παχύτητα ὡς κατὰ μέγεθος·
また、その体の大きさに比して、最も早く肥えて太る。
πιαίνεται γὰρ ἐν ἑξήκοντα ἡμέραις·
なぜなら、60日間で肥え太るからである。
ὅσον δ’ ἐπιδίδωσιν, γινώσκουσιν οἱ περὶ ταῦτα πραγματευόμενοι νῆστιν ἱστάντες.
どれほど肥えたかは、これに従事する人々が豚を絶食させた状態で目方を量ることによって知る。
Πιαίνεται δὲ προλιμοκτονηθεῖσα ἡμέρας τρεῖς·
3日間あらかじめ飢えさせることによってよく太る。
σχεδὸν δὲ καὶ τἆλλα πάντα προλιμοκτονούμενα πιαίνεται.
ほぼ他のすべての動物も、あらかじめ飢えさせられることで太る。
Μετὰ δὲ τὰς τρεῖς ἡμέρας εὐωχοῦσιν ἤδη οἱ πιαίνοντες τὰς ὗς.
3日間の後、豚を太らせる者たちはすでにたっぷりと食べ物を与える。
Οἱ δὲ Θρᾷκες πιαίνουσι τῇ μὲν πρώτῃ πιεῖν διδόντες, εἶτα διαλείπουσιν ἡμέραν μίαν τὸ πρῶτον, μετὰ δὲ ταῦτα δύο, εἶτα τρεῖς καὶ τέτταρας μέχρι τῶν ἑπτά.
トラキア人は、初日は飲み物を与えて太らせ、それから最初は1日あけ、そのあとは2日、それから3日、4日と、7日まで間隔をあける。
Πιαίνεται δὲ τὸ ζῷον τοῦτο κριθαῖς, κέγχροις, σύκοις, ἀκύλοις, ἀχράσι, σικύοις.
この動物は、大麦、キビ、イチジク、ドングリ、野生のナシ、キュウリによって太る。
Μάλιστα δὲ καὶ ταῦτα καὶ τἆλλα τὰ ἔχοντα κοιλίαν θερμὴν ἡ ἀτρεμία πιαίνει·
特に、これらや、温かい胃を持つ他の動物を最も太らせるのは安静である。
τὰς δ’ ὗς καὶ τὸ λούεσθαι ἐν πηλῷ.
そして豚にとっては、泥の中で浴びることもそうである。
Νέμεσθαι δὲ βούλονται κατὰ τὰς ἡλικίας.
また、彼らは年齢ごとに放牧されることを好む。
Μάχεται δὲ ὗς καὶ λύκῳ.
豚はオオカミとも戦う。
Ἀπογίνεται δ’ ἀπὸ τοῦ σταθμοῦ, ὅσον ἕλκει ζῶσα, τὸ ἕκτον μέρος εἰς τρίχας καὶ αἷμα καὶ τὰ τοιαῦτα.
生きているときの体重から、毛や血やそのようなもののために、6分の1が失われる。
Θηλαζόμεναι δὲ καὶ αἱ ὕες καὶ τἆλλα πάντα λεπτότερα γίνεται.
乳を飲ませている間は豚も他のすべての動物も、より痩せる。
§8.7Ταῦτα μὲν οὖν τοῦτον ἔχει τὸν τρόπον.
さて、これらのことはこのようになっている。
Οἱ δὲ βόες εἰσὶ μὲν καὶ καρποφάγοι καὶ ποηφάγοι, πιαίνονται δὲ τοῖς τε φυσητικοῖς, οἷον ὀρόβοις καὶ κυάμοις ἐρηριγμένοις καὶ χλόῃ κυάμων, καὶ ἐάν τις τὸ δέρμα ἐντεμὼν φυσήσῃ καὶ μετὰ ταῦτα παράσχῃ τὴν τροφὴν τοῖς πρεσβυτέροις, ἔτι δὲ κριθαῖς καὶ ἁπλῶς καὶ ἐπτισμέναις, καὶ τοῖς γλυκέσιν, οἷον σύκοις καὶ ἀσταφίσι καὶ οἴνῳ καὶ τοῖς φύλλοις τῆς πτελέας·
ウシは果実食であり草食でもあるが、膨満感を与えるもの、例えば砕いたヒラマメやソラマメ、およびソラマメの若葉によって太る。 また、誰かが皮膚に切り込みを入れて空気を吹き込み、その後に年長のウシに餌を与えても太る。 さらに、大麦(そのまま、あるいは殻を剥いたもの)、甘いもの、例えばイチジクや干しブドウやワイン、およびニレの葉によっても太る。
μάλιστα δ’ οἱ ἥλιοι καὶ τὰ λουτρὰ τὰ θερμά.
そして、日光と温かい沐浴が最も効果がある。
Τὰ δὲ κέρατα τῶν νέων χλιαινόμενα τῷ κηρῷ ἄγεται ῥᾳδίως ὅπου ἄν τις ἐθέλῃ·
若いウシの角は、蝋で温められると、望む方向へ容易に向きを変えられる。
καὶ τοὺς πόδας δ’ ἧττον ἀλγοῦσιν, ἐάν τις τὰ κέρατα ἀλείφῃ κηρῷ ἢ πίττῃ ἢ ἐλαίῳ.
また、誰かが角に蝋やピッチや油を塗ると、足の痛みも和らぐ。
Πονοῦσι δ’ αἱ ἀγελαῖαι μᾶλλον ὑπὸ τῆς πάχνης μετανιστάμεναι ἢ ὑπὸ χιόνος.
放牧されているウシは、雪よりも、霜の降る中を移動するときにより苦しむ。
Αὐξάνονται δὲ ὅταν πλείω ἔτη ἀνόχευτοι ὦσιν·
また、より多くの年数の間、交尾をさせずにおくと、彼らは大きく成長する。
διὸ οἱ ἐν τῇ Ἠπείρῳ τὰς καλουμένας Πυρρίχας βοῦς ἐννέα ἔτη διατηροῦσιν ἀνοχεύτους καὶ καλοῦσιν ἀποταύρους, ὅπως αὐξάνωνται.
それゆえ、エペイロスの人々はいわゆるピュリカイのウシを9年間交尾させずに維持し、大きく成長させるためにこれらをアポタウロイと呼んでいる。
Τούτων δὲ τὸ μὲν πλῆθος εἶναί φασι περὶ τετρακοσίας, ἰδίους τῶν βασιλέων, ἐν ἄλλῃ δὲ ζῆν χώρᾳ οὐ δύνασθαι·
これらの数は約400頭で、王たちの私有物であり、他の土地では生きることができると言われている。
καίτοι πεπειρᾶσθαι τινάς.
もっとも、試みた人々もいたが。