§8.3#2Ἄλλα δ’ ἔστιν ἃ ζῇ καρποφαγοῦντα καὶ ποοφαγοῦντα, οἷον φάψ, φάττα, περιστερά, οἰνάς, τρυγών.
他の鳥には、種子や草を食べて生きるものがある。 例えば、ファプス、モリバト、イエバト、オイナス、キジバトである。
Φάττα μὲν οὖν καὶ περιστερὰ ἀεὶ φαίνονται, τρυγὼν δὲ τοῦ θέρους·
モリバトとイエバトは常に姿が見られるが、キジバトは夏に見られる。
τοῦ γὰρ χειμῶνος ἀφανίζεται· φωλεῖ γάρ.
冬には姿を消すからであり、冬眠(休眠)するからである。
Οἰνὰς δὲ τοῦ φθινοπώρου καὶ φαίνεται μάλιστα καὶ ἁλίσκεται·
オイナスは秋に、最もよく姿が見られ、また捕らえられる。
ἔστι δὲ τὸ μέγεθος ἡ οἰνὰς μείζων μὲν περιστερᾶς, ἐλάττων δὲ φαβός·
オイナスは、大きさにおいてはイエバトより大きいが、ファプスよりは小さい。
ἡ δ’ ἅλωσις αὐτῆς γίνεται μάλιστα καπτούσης τὸ ὕδωρ.
その捕獲は、特にそれが水を急いで飲むときに行われる。
Ἀφικνοῦνται δ’ εἰς τοὺς τόπους τούτους ἔχουσαι νεοττούς·
これらのハト類は、雛を連れてこれらの地方にやって来る。
τὰ δ’ ἄλλα πάντα τοῦ θέρους ἀφικνούμενα νεοττεύει ἐνταῦθα, καὶ ἐκτρέφει τὰ πλεῖστα ζῴοις, πλὴν τῶν περιστεροειδῶν.
一方、他の鳥はすべて、夏にやって来てここで巣を作り、その大部分は雛を生き物で育てる。 ただしハト類の鳥は例外である。
Πάντων δ’ ὡς εἰπεῖν τῶν ὀρνίθων οἱ μὲν πεζεύουσι περὶ τὴν τροφήν, οἱ δὲ περὶ ποταμοὺς καὶ λίμνας βιοτεύουσιν, οἱ δὲ περὶ τὴν θάλατταν, ὅσοι μὲν στεγανόποδες, ἐν αὐτῷ τῷ ὕδατι ποιούμενοι τὴν πλείστην διατριβήν, ὅσοι δὲ σχιζόποδες, περὶ αὐτὸ τὸ ὕδωρ·
実質的にすべての鳥について言えば、あるものは食物を求めて地上を歩き、あるものは川や湖の周辺で暮らし、あるものは海の周辺で暮らしている。 水かきのある足(蹼足)を持つものは皆、水そのものの中で大半の時間を過ごし、足が分かれている(趾裂)ものは皆、その水辺の周囲で過ごす。
καὶ τούτων ἔνιοι διὰ τῶν δυομένων τρεφόμενοι, ὅσοι μὴ σαρκοφάγοι, οἷον περὶ μὲν τὰς λίμνας καὶ τοὺς ποταμοὺς ἐρωδιὸς καὶ ὁ λευκερωδίος·
そしてこれらのうち、肉食でないものは潜る生物によって養われる。 例えば、湖や川の周辺ではアオサギやヘラサギがそうである。
ἔστι δ’ οὗτος τὸ μέγεθος ἐκείνου ἐλάττων, καὶ ἔχει τὸ ῥύγχος πλατὺ καὶ μακρόν.
ヘラサギは前者よりも大きさにおいて小さく、平らで長い嘴を持っている。
Ἔτι πελαργὸς καὶ λάρος·
さらに、コウノトリとカモメ。
ὁ δὲ λάρος τὸ χρῶμα σποδοειδής.
カモメは色が灰白色である。
Καὶ σχοινίλος καὶ κίγκλος καὶ πύγαργος·
また、スコイニロス、キンクロス、ピュガルゴス。
οὗτος μέγιστος τῶν ἐλαττόνων τούτων· ἔστι γὰρ ὅσον κίχλη.
ピュガルゴスは、これらの小さな鳥たちの中で最大であり、ツグミほどの大きさである。
Πάντες δ’ οὗτοι τὸ οὐραῖον κινοῦσιν.
これらはすべて尾を動かす。
Ἔτι σκαλίδρις·
さらに、スカリドリス。
ἔστι δὲ τοῦτο τὸ ὄρνεον ποικιλίαν ἔχον, τὸ δ’ ὅλον σποδοειδές.
この鳥は斑紋があるが、全体としては灰白色である。
Καὶ τὸ τῶν ἁλκυόνων δὲ γένος πάρυδρόν ἐστιν.
また、カワセミの類も水辺に生息する。
Τυγχάνει δ’ αὐτῶν ὄντα δύο εἴδη, καὶ ἡ μὲν φθέγγεται, καθιζάνουσα ἐπὶ τῶν δονάκων, ἡ δ’ ἄφωνος·
それらには二つの種類があり、一方は葦の上に留まって鳴き、他方は鳴かない。
ἔστι δ’ αὕτη μείζων· τὸν δὲ νῶτον ἀμφότεραι κυανοῦν ἔχουσιν.
この鳴かない方がより大きく、両者とも背は青い。
Καὶ τροχίλος.
そして、トロキロス。
Περὶ δὲ τὴν θάλατταν καὶ ἁλκυὼν καὶ κήρυλος.
海の周辺には、カワセミとケーリュロスもいる。
Καὶ αἱ κορῶναι δὲ νέμονται ἁπτόμεναι τῶν ἐκπιπτόντων ζῴων·
また、カラスも、打ち上げられた生き物を食べて餌を食む。
παμφάγον γάρ ἐστιν.
なぜなら、それは雑食性だからである。
Ἔτι δὲ λάρος ὁ λευκὸς καὶ κέπφος, αἴθυια, χαραδριός.
さらに、白カモメ、ケップポス、アイテュイア、ハラドリオス。
Τῶν δὲ στεγανοπόδων τὰ μὲν βαρύτερα περὶ ποταμοὺς καὶ λίμνας ἐστίν, οἷον κύκνος, νῆττα, φαλαρίς, κολυμβίς, ἔτι βόσκας, ὅμοιος μὲν νήττῃ, τὸ δὲ μέγεθος ἐλάττων, καὶ ὁ καλούμενος κόραξ·
蹼足の鳥のうち、より重いものは川や湖の周辺におり、例えば、白鳥、カモ、オオバン、カイツブリ、さらにボスカス。 ボスカスはカモに似ているが、大きさにおいてはより小さい。 そして、いわゆるコラクス。
οὗτος δ’ ἐστὶ τὸ μὲν μέγεθος οἷον πελαργός, πλὴν τὰ σκέλη ἔχει ἐλάττω, στεγανόπους δὲ καὶ νευστικός, τὸ δὲ χρῶμα μέλας·
これは、大きさはコウノトリのようであるが、脚がより短く、蹼足で泳ぎが得意であり、色は黒い。
καθίζει δὲ οὗτος ἐπὶ τῶν δένδρων καὶ νεοττεύει ἐνταῦθα μόνος τῶν τοιούτων.
この鳥は、このような鳥の中で唯一、木の上に留まり、そこに巣を作る。
Ἔτι χήν, καὶ ὁ μικρὸς χὴν ὁ ἀγελαῖος, καὶ χηναλώπηξ καὶ αἲξ καὶ πηνέλοψ.
さらに、ガチョウ、群れを作る小ガチョウ、ツクシガモ、アイクス、ペーネロプス。
Ὁ δ’ ἁλιαίετος καὶ περὶ τὴν θάλατταν διατρίβει καὶ τὰ λιμναῖα κόπτει.
ウミワシは、海の周辺に留まり、また湖の鳥を襲う。
Πολλοὶ δὲ καὶ παμφάγοι τῶν ὀρνίθων εἰσίν.
また、鳥類には雑食性のものも多い。
Οἱ δὲ γαμψώνυχοι καὶ τῶν ἄλλων ἅπτονται ζῴων, ὅσων ἂν κρατῶσι, καὶ τῶν ὀρνέων·
また、鉤爪を持つ鳥は、自分が圧倒できる限りの、他の動物や鳥たちを襲う。
πλὴν οὐκ ἀλληλοφάγοι τοῦ γένους τοῦ οἰκείου εἰσίν, ὥσπερ οἱ ἰχθύες ἅπτονται πολλάκις καὶ ἑαυτῶν.
ただし、魚たちがしばしば自分と同種のものをも襲うのとは異なり、彼らは自分の属する同じ種のものを共食いすることはない。
Ἔστι δὲ τὸ τῶν ὀρνίθων γένος πᾶν μὲν ὀλιγόποτον, οἱ δὲ γαμψώνυχες καὶ ἄποτοι πάμπαν, εἰ μή τι ὀλίγον γένος καὶ ὀλιγάκις.
鳥類は全体としてほとんど水を飲まないが、鉤爪を持つものは、ごく一部の種がごく稀に飲むのを除けば、全く水を飲まない。
Μάλιστα δὲ τοιοῦτον ἡ κεγχρίς.
特にそうであるのはチョウゲンボウである。
Καὶ ἰκτῖνος ὀλιγάκις μέν, ὦπται δὲ πίνων.
トビもまた、稀ではあるが、水を飲んでいるところが目撃されている。