§8.4Τὰ δὲ φολιδωτὰ τῶν ζῴων, οἷον σαῦρός τε καὶ τὰ τετράποδα τἆλλα καὶ οἱ ὄφεις, παμφάγα ἐστίν· καὶ γὰρ σαρκοφάγα, καὶ πόαν ἐσθίουσιν.
有鳞的动物,例如蜥蜴和其他四足动物以及蛇类,是杂食性的;因为它们既是肉食性的,也吃草。
Οἱ δ’ ὄφεις καὶ λιχνότατοι τῶν ζῴων εἰσίν.
而且蛇是动物中最贪食的。
Ἔστι μὲν οὖν ὀλιγόποτα καὶ ταῦτα καὶ τἆλλα ὅσα ἔχει τὸν πλεύμονα σομφόν· ἔχουσι δὲ σομφὸν τὰ ὀλίγαιμα πάντα καὶ τὰ ᾠοτόκα.
现在,这些动物以及所有其他具有海绵质肺部的动物都极少饮水;而所有鲜血较少和卵生的动物都具有海绵质的肺部。
Οἱ δ’ ὄφεις καὶ πρὸς τὸν οἶνόν εἰσιν ἀκρατεῖς, διὸ θηρεύουσί τινες καὶ τοὺς ἔχεις εἰς ὀστράκια διατιθέντες οἶνον εἰς τὰς αἱμασιάς· λαμβάνονται γὰρ μεθύοντες.
蛇类对葡萄酒也毫无节制,因此有人通过在石墙里放置装有葡萄酒的陶器来猎捕蝰蛇;因为它们会在醉酒时被捕获。
Σαρκοφάγοι δ’ ὄντες οἱ ὄφεις, ὅ τι ἂν λάβωσι ζῷον, ἐξικμάζοντες ὅλα κατὰ τὴν ὑποχώρησιν προΐενται.
由于蛇类是肉食性的,无论它们捕获什么动物,在排泄通道处吸干其水分后,将其整只排出。
Σχεδὸν δὲ καὶ τἆλλα τὰ τοιαῦτα, οἷον οἱ ἀράχναι· ἀλλ’ ἔξω οἱ ἀράχναι ἐκχυμίζουσιν, οἱ δ’ ὄφεις ἐν τῇ κοιλίᾳ.
其他类似的生物,如蜘蛛,也基本如此;但蜘蛛是在体外榨出汁液,而蛇是在肚子内进行的。
Λαμβάνει μὲν οὖν ὁ ὄφις ὅθεν ἂν τύχῃ τὸ διδόμενον (ἐσθίει γὰρ καὶ ὀρνίθια καὶ θηρία, καὶ ᾠὰ καταπίνει), λαβὼν δ’ ἐπανάγει, ἕως ἂν ἐπὶ τὸ ἄκρον ἐλθὼν εἰς εὐθὺ καταστήσῃ, κἄπειθ’ οὕτω συνάγει ἑαυτὸν καὶ συστέλλει εἰς μικρὸν ὥστ’ ἐκταθέντος κάτω γίνεσθαι τὸ καταποθέν.
因此,蛇会从它碰巧咬到的任何部位吞下被给予的食物(因为它们也吃小鸟和小兽,并且吞食蛋类),咬住后便将食物向前挪动,直到到达末端并使其对直,然后它将自己收缩并缩成一团,以便在身体伸展时,那被吞入的食物得以下沉。
Ταῦτα δὲ ποιεῖ διὰ τὸ τὸν στόμαχον εἶναι λεπτὸν καὶ μακρόν.
它这样做是因为它的食道又细又长。
Δύναται δ’ ἄσιτα καὶ τὰ φαλάγγια καὶ οἱ ὄφεις πολὺν χρόνον ζῆν· ἔστι δὲ τοῦτο θεωρῆσαι ἐκ τῶν παρὰ τοῖς φαρμακοπώλαις τρεφομένων.
毒蛛和蛇都能在不进食的情况下存活很长时间;这可以从药商那里饲养的动物中观察到。
§8.5Τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων τὰ μὲν ἄγρια καὶ καρχαρόδοντα πάντα σαρκοφάγα· πλὴν τοὺς λύκους φασίν, ὅταν πεινῶσιν, ἐσθίειν τινὰ γῆν, μόνον δὴ τοῦτο τῶν ζῴων·
在四足和胎生的哺乳动物中,凡是野生且长着锯齿状牙齿的都是肉食性的;但据说狼在饥饿时会吃一些土,在动物中确实只有它会这样做。
πόας δ’ ἄλλοτε μὲν οὐχ ἅπτονται, ὅταν δὲ κάμνωσι, καθάπερ καὶ αἱ κύνες ἐσθίουσαι ἀνεμοῦσι καὶ καθαίρονται.
在其他时候它们不碰草,但生病时,就像狗一样,它们会吃草,呕吐并清理肠胃。
Ἀνθρωποφαγοῦσι δ’ οἱ μονοπεῖραι τῶν λύκων μᾶλλον [αὐτῶν] ἢ τὰ κυνηγέσια.
独行的狼比成群狩猎的狼更容易袭击并吃人。
Ὃν δὲ καλοῦσιν οἱ μὲν γλάνον οἱ δ’ ὕαιναν, ἔστι μὲν τὸ μέγεθος οὐκ ἐλάττων λύκου, χαίτην δ’ ἔχει ὥσπερ ἵππος, καὶ ἔτι σκληροτέρας καὶ βαθυτέρας τὰς τρίχας, καὶ καθ’ ὅλης τῆς ῥάχεως· ἐπιβουλεύει δὲ καὶ θηρεύει τοὺς ἀνθρώπους, τοὺς δὲ κύνας καὶ ἐμοῦσα θηρεύει ὥσπερ οἱ ἄνθρωποι· καὶ τυμβωρυχεῖ δὲ ἐφιέμενον τῆς σαρκοφαγίας τῆς τοιαύτης.
有人称之为葛拉诺斯,有人称之为鬣狗的动物,在体型上不比狼小,它长着像马一样的鬃毛,而且毛发更硬、更密,遍布整个脊椎;它窥伺并猎捕人类,它还通过模仿人类呕吐的声音来猎捕狗;并且它渴望这种肉食而掘墓。
Ἡ δ’ ἄρκτος παμφάγον ἐστί.
熊是杂食性的。
Καὶ γὰρ καρπὸν ἐσθίει, καὶ ἀναβαίνει ἐπὶ τὰ δένδρα διὰ τὴν ὑγρότητα τοῦ σώματος, καὶ τοὺς καρποὺς τοὺς χέδροπας· ἐσθίει δὲ καὶ μέλι τὰ σμήνη καταγνύουσα, καὶ καρκίνους καὶ μύρμηκας, καὶ σαρκοφαγεῖ.
它吃果实,并且由于身体的灵活性而能爬树,它也吃豆类;它还通过砸碎蜂群来吃蜂蜜,也吃螃蟹和蚂蚁,并且是肉食性的。
Διὰ γὰρ τὴν ἰσχὺν ἐπιτίθεται οὐ μόνον τοῖς ἐλάφοις ἀλλὰ καὶ τοῖς ἀγρίοις ὑσίν, ἐὰν δύνηται λαθεῖν ἐπιπεσοῦσα, καὶ τοῖς ταύροις· ὁμόσε χωρήσασα γὰρ τῷ ταύρῳ κατὰ πρόσωπον ὑπτία καταπίπτει, καὶ τοῦ ταύρου τύπτειν ἐπιχειροῦντος τοῖς μὲν βραχίοσι τὰ κέρατα περιλαμβάνει, τῷ δὲ στόματι τὴν ἀκρωμίαν δακοῦσα καταβάλλει τὸν ταῦρον.
因为凭借其力量,它不仅袭击鹿,如果能出其不意地袭入,它还会袭击野猪和雄牛;因为它与雄牛正面交锋时,会仰面躺下,当雄牛试图顶撞时,它用前肢抱住牛角,用口咬住牛的肩峰,从而将雄牛摔倒。
Βαδίζει δ’ ἐπί τινα χρόνον ὀλίγον καὶ τοῖν δυοῖν ποδοῖν ὀρθή.
它也能用双脚直立行走一小会儿。
Τὰ δὲ κρέα πάντα κατεσθίει προσήπουσα πρῶτον.
它在吃所有的肉之前,总是先让其腐烂变软。
Ὁ δὲ λέων σαρκοφάγον μέν ἐστιν, ὥσπερ καὶ τἆλλα ὅσα ἄγρια καὶ καρχαρόδοντα, τῇ δὲ βρώσει χρῆται λάβρως, καὶ καταπίνει πολλὰ ὅλα οὐ διαιρῶν, εἶθ’ ἡμέρας δύο ἢ τρεῖς ἀσιτεῖ· δύναται γὰρ διὰ τὸ ὑπερπληροῦσθαι.
狮子是肉食性的,就像其他所有野生且具有锯齿状牙齿的动物一样,它进食时极其贪婪,不经撕碎就整只吞下许多东西,然后空腹两三天;因为过度饱食使它能够做到这一点。
Ὀλιγόποτον δ’ ἐστίν.
它极少饮水。
Τὸ δὲ περίττωμα προΐεται σπανίως· διὰ τρίτης γὰρ ἢ ὅπως ἂν τύχῃ προχωρεῖ, καὶ τοῦτο ξηρὸν καὶ ἐξικμασμένον, ὅμοιον κυνί.
它很少排泄粪便;通常每三天排泄一次,或者看情况而定,而且排出的粪便干燥且无水分,与狗相似。
Προΐεται δὲ καὶ τὴν φῦσαν σφόδρα δριμεῖαν καὶ τὸ οὖρον ἔχον ὀσμήν, διόπερ οἱ κύνες ὀσφραίνονται τῶν δένδρων· οὐρεῖ γὰρ αἴρων τὸ σκέλος ὥσπερ οἱ κύνες.
它还排出极具刺鼻气味的屁,尿也带有强烈气味,因此狗会去嗅树木;因为它像狗一样抬起一条腿排尿。
Ἐμποιεῖ δὲ καὶ ὀσμὴν βαρεῖαν ἐν τοῖς ἐσθιομένοις καταπνέων· καὶ γὰρ ἀνοιχθέντος αὐτοῦ τὰ ἔσω ἀτμίδα ἀφίησι βαρεῖαν.
它在呼吸时也会使它所吃的东西带上难闻的气味;实际上,当它被剖开时,其内脏会散发出难闻的蒸汽。
Ἔνια δὲ τῶν τετραπόδων καὶ ἀγρίων ζῴων ποιεῖται τὴν τροφὴν περὶ λίμνας καὶ ποταμούς· περὶ δὲ τὴν θάλατταν οὐδὲν ἔξω φώκης.
一些四足和野生的动物在湖泊和河流周围觅食;但在海洋周围,除了海豹,什么也没有。
Τοιαῦτα δ’ ἐστὶν ὅ τε καλούμενος κάστωρ-καὶ τὸ σαθέριον καὶ τὸ σατύριον καὶ ἐνυδρὶς καὶ ἡ καλουμένη λάταξ· ἔστι δὲ τοῦτο πλατύτερον τῆς ἐνυδρίδος, καὶ ὀδόντας ἔχει ἰσχυρούς· ἐξιοῦσα γὰρ νύκτωρ πολλάκις τὰς περὶ τὸν ποταμὸν κερκίδας ἐκτέμνει τοῖς ὀδοῦσιν.
这类动物包括所谓的河狸、沙特里翁、沙特里翁、水獭和所谓的拉塔克斯;拉塔克斯比水獭更宽,并且长着强壮的牙齿;因为它经常在夜间外出,用牙齿咬断河流周围的柳树。
Δάκνει δὲ τοὺς ἀνθρώπους καὶ ἡ ἐνυδρίς, καὶ οὐκ ἀφίησιν, ὡς λέγουσι, μέχρι ἂν ὀστοῦ ψόφον ἀκούσῃ.
水獭也会咬人,据说,直到听到骨头碎裂的声音,它才肯放手。
Τὸ δὲ τρίχωμα ἔχει ἡ λάταξ σκληρόν, καὶ τὸ εἶδος μεταξὺ τοῦ τῆς φώκης τριχώματος καὶ τοῦ τῆς ἐλάφου.
拉塔克斯的毛发很硬,其外观介于海豹毛和鹿毛之间。