§8.25Οἱ δ’ ὄνοι νοσοῦσι μάλιστα νόσον μίαν, ἣν καλοῦσι μηλίδα.
ロバは主に、人々がメリスと呼ぶ一つの病気にかかる。
Γίνεται δὲ περὶ τὴν κεφαλὴν πρῶτον, καὶ ῥεῖ φλέγμα κατὰ τοὺς μυκτῆρας παχὺ καὶ πυρρόν·
それはまず頭部の周辺に発生し、濃くて赤みがかった粘液が鼻孔から流れる。
ἐὰν δὲ πρὸς τὸν πλεύμονα καταβῇ, ἀποκτείνει·
もしそれが肺にまで下りていくと、死に至らしめる。
τὰ δὲ περὶ τὴν κεφαλὴν πρῶτον οὐ θανάσιμα.
しかし、最初に頭部周辺にあるうちは致命的ではない。
Δυσριγότατον δ’ ἐστὶ τῶν τοιούτων ζῴων·
この動物は、その類の動物の中で最も寒さに弱い。
διὸ καὶ περὶ τὸν Πόντον καὶ τὴν Σκυθικὴν οὐ γίνονται ὄνοι.
それゆえ、ポントス地方やスキティア地方の周辺にはロバは存在しない。
§8.26Οἱ δ’ ἐλέφαντες κάμνουσι τοῖς φυσώδεσι νοσήμασιν·
ゾウはガスがたまる病気にかかる。
διὸ οὔτε τὸ ὑγρὸν περίττωμα προΐεσθαι δύνανται οὔτε τὸ τῆς κοιλίας.
そのため、液体の排泄物も、腹の排泄物も排出することができなくなる。
Καὶ ἐὰν γῆν ἐσθίῃ, μαλακίζεται, ἐὰν μὴ συνεχῶς·
また、もし泥を食べると、継続的でない限りは体が弱る。
εἰ δὲ συνεχῶς, οὐδὲν βλάπτεται.
しかし、継続的に食べているなら、何ら害を受けることはない。
Καταπίνει δὲ καὶ λίθους ἐνίοτε.
また、時には石を飲み込むこともある。
Ἁλίσκεται δὲ καὶ διαρροίᾳ·
下痢にもかかる。
ὅταν δ’ ἁλῷ, ἰατρεύουσιν ὕδωρ θερμὸν διδόντες πίνειν, καὶ τὸν χόρτον εἰς μέλι βάπτοντες διδόασιν ἐσθίειν, καὶ ἵστησιν ἑκάτερον τούτων.
これにかかったときには、温かい水を飲ませ、また牧草を蜜に浸して食べさせることで治療する。 これら二つのうちいずれもが、下痢を止める。
Ὅταν δὲ κοπιάσωσι διὰ τὸ μὴ κοιμηθῆναι, ἁλὶ τριβόμενοι καὶ ἐλαίῳ καὶ ὕδατι θερμῷ τοὺς ὤμους ὑγιάζονται.
眠れないために疲労したときには、塩、油、温水で肩を擦られることによって回復する。
Καὶ ὅταν τοὺς ὤμους ἀλγῇ, ὕεια κρέα ὀπτήσαντες προστιθέασι, καὶ βοηθεῖ αὐτοῖς.
また、肩が痛むときには、豚肉を焼いてあてる。 するとそれが彼らを助ける。
Ἔλαιον δ’ οἱ μὲν πίνουσιν οἱ δ’ οὒ τῶν ἐλεφάντων·
ゾウのうち、油を飲むものもいれば、飲まないものもいる。
κἂν τύχῃ σιδήριόν τι ἐν τῷ σώματι ἐνόν, τὸ ἔλαιον ἐκβάλλει, ὅταν πίωσιν, ὡς φασί·
もし体内に鉄の破片のようなものが入り込んでいた場合、彼らが油を飲むと、油がそれを排出させるのだと人々は言っている。
τοῖς δὲ μὴ πίνουσι ῥίζαν ἑψήσαντες ἐν ἐλαίῳ διδόασιν.
油を飲まないものには、根を油の中で煮て与える。
§8.27Περὶ μὲν οὖν τῶν τετραπόδων ζῴων τοῦτον ἔχει τὸν τρόπον, τῶν δ’ ἐντόμων τὰ πλεῖστα εὐθηνεῖ ἐν ᾗπερ ὥρᾳ καὶ γίνεται, ὅταν τοιοῦτον ᾖ τὸ ἔτος οἷον τὸ ἔαρ, ὑγρὸν καὶ ἀλεεινόν.
さて、四肢動物についてはこのようになっているが、昆虫の大部分は、生じるまさにその季節に、その年が春のように湿っていて暖かいときに最も繁栄する。
Ταῖς δὲ μελίτταις ἐγγίνεται ἐν τοῖς σμήνεσι θηρία ἃ λυμαίνεται τὰ κηρία, τό τε σκωλήκιον τὸ ἀραχνιοῦν καὶ λυμαινόμενον τὰ κηρία (καλεῖται δὲ κλῆρος, οἱ δὲ πυραύστην καλοῦσιν·
ミツバチにおいては、巣の中に巣板を損なう虫たちが発生する。 蜘蛛の巣を張り、巣板を損なう小さなイモムシ(これはクレーロスと呼ばれ、ある人々はピュラウステースと呼ぶ。
ὃς ἐντίκτει ἐν τῷ κηρίῳ ὅμοιον ἑαυτῷ οἷον ἀράχνιον, καὶ νοσεῖν ποιεῖ τὸ σμῆνος), καὶ ἄλλο θηρίον, οἷον ὁ ἡπίολος ὁ περὶ τὸν λύχνον πετόμενος·
これは巣板の中に、自分に似た蜘蛛の巣のようなものを産みつけ、巣を病気にさせる)と、そしてもう一つの虫、たとえばランプの周りを飛ぶ蛾のようなものである。
οὗτος ἐντίκτει τι χνοῦ ἀνάπλεων, καὶ οὐ κεντεῖται ὑπὸ τῶν μελιττῶν, ἀλλὰ μόνον φεύγει καπνιζόμενος.
これは綿毛でいっぱいの何かを産みつけ、ミツバチに刺されることはないが、燻煙されるとただ逃げ去る。
Ἐγγίνονται δὲ καὶ κάμπαι ἐν τοῖς σμήνεσιν, ἃς καλοῦσι τερηδόνας·
また、巣の中にはケムシも発生し、これらはテレードーンと呼ばれる。
ἃς οὐκ ἀμύνονται αἱ μέλιτται.
これらをミツバチは撃退しない。
Νοσοῦσι δὲ μάλιστα ὅταν ἐρυσιβώδη τὰ ἄνθη ἡ ὕλη ἐνέγκῃ, καὶ ἐν τοῖς αὐχμηροῖς ἔτεσιν.
彼女たちが最も病気にかかるのは、森がカビの生えた花を咲かせるとき、また干ばつの年にである。
Πάντα δὲ τὰ ἔντομα ἀποθνήσκει ἐλαιούμενα·
すべての昆虫は、油を塗られると死んでしまう。
τάχιστα δ’, ἄν τις τὴν κεφαλὴν ἀλείψας ἐν τῷ ἡλίῳ θῇ.
特に、誰かがその頭に油を塗って太陽の下に置くと、最も早く死ぬ。