§8.28Διαφέρει δὲ τὰ ζῷα καὶ κατὰ τοὺς τόπους·
動物は地域によっても異なっている。
ὥσπερ γὰρ ἔν τισιν ἔνια οὐ γίνεται παντάπασιν, οὕτως ἐν ἐνίοις τόποις γίνεται μὲν ἐλάττω δὲ καὶ ὀλιγοβιώτερα, καὶ οὐκ εὐημερεῖ.
というのも、ある場所ではある動物がまったく存在しないように、ある地域では存在するものの、より小さく、より短命で、繁殖しないからである。
Καὶ ἐνίοτε ἐν τοῖς πάρεγγυς τόποις ἡ διαφορὰ γίνεται τῶν τοιούτων, οἷον τῆς Μιλησίας ἐν τόποις γειτνιῶσιν ἀλλήλοις ἔνθα μὲν γίνονται τέττιγες ἔνθα δ’ οὐ γίγνονται, καὶ ἐν Κεφαληνίᾳ ποταμὸς διείργει, οὗ ἐπὶ τάδε μὲν γίγνονται τέττιγες, ἐπ’ ἐκεῖνα δ’ οὐ γίνονται.
そして時には、極めて近い地域の間でも、こうした違いが生じることがある。 例えば、ミレトス領の互いに隣接する地域において、一方ではセミが発生するが、他方では発生しない。 またケファレニアでは川が隔てており、こちらの側ではセミが発生するが、あちらの側では発生しない。
Ἐν δὲ Πορδοσελήνῃ ὁδὸς διείργει, ἧς ἐπ’ ἐκεῖνα μὲν γαλῆ γίνεται, ἐπὶ θάτερα δ’ οὐ γίνεται.
ポルドセレネでは道路が隔てており、そのあちら側ではイタチが存在するが、もう一方の側には存在しない。
Καὶ ἐν τῇ Βοιωτίᾳ ἀσπάλακες περὶ μὲν τὸν Ὀρχομενὸν πολλοὶ γίγνονται, ἐν δὲ τῇ Λεβαδιακῇ γειτνιώσῃ οὐκ εἰσίν, οὐδ’ ἄν τις κομίσῃ, ἐθέλουσιν ὀρύττειν.
またボイオティアでは、モグラがオルコメノスの周辺には多く発生するが、隣接するレバデイア地方には存在せず、たとえ誰かが持ち込んでも、穴を掘ろうとはしない。
Ἐν Ἰθάκῃ δ’ οἱ δασύποδες, ἐάν τις ἀφῇ κομίσας, οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάττῃ ἐστραμμένοι, ᾗπερ ἂν εἰσαχθῶσιν.
イタカでは、野ウサギを誰かが持ち込んで放しても、生きることができず、持ち込まれたまさにその海岸の方向を向いて死んでいるのが見出される。
Καὶ ἐν μὲν Σικελίᾳ ἱππομύρμηκες οὐκ εἰσίν, ἐν δὲ Κυρήνῃ οἱ φωνοῦντες βάτραχοι πρότερον οὐκ ἦσαν.
またシチリアにはオオアリはおらず、キュレネには鳴くカエルがかつてはいなかった。
Ἐν δὲ Λιβύῃ πάσῃ οὔτε σῦς ἄγριός ἐστιν οὔτ’ ἔλαφος οὔτ’ αἲξ ἄγριος·
リビア全土には、野生の豚も、鹿も、野生のヤギもいない。
ἐν δὲ τῇ Ἰνδικῇ, ὡς φησὶ Κτησίας οὐκ ὢν ἀξιόπιστος, οὔτ’ ἄγριος οὔτε ἥμερος ὗς, τὰ δ’ ἄναιμα καὶ τὰ φωλοῦντα πάντα μεγάλα.
インドには、信頼に足らぬクテシアスが言うところでは、野生の豚も飼い豚もいないが、無血動物や穴に潜む動物はすべて巨大である。
Καὶ ἐν μὲν τῷ Πόντῳ οὔτε τὰ μαλάκια γίνεται οὔτε τὰ ὀστρακόδερμα, εἰ μὴ ἔν τισι τόποις ὀλίγα·
またポントスには、軟体動物も殻皮動物も、いくつかの場所に少しいるのを除けば、存在しない。
ἐν δὲ τῇ ἐρυθρᾷ θαλάττῃ ὑπερμεγέθη τὰ ὀστρακόδερμα πάντα.
他方、紅海では、殻皮動物はすべてきわめて巨大である。
Ἐν δὲ Συρίᾳ τὰ πρόβατα τὰς οὐρὰς ἔχει τὸ πλάτος πήχεως, τὰ δ’ ὦτα αἱ αἶγες σπιθαμῆς καὶ παλαιστῆς, καὶ ἔνιαι συμβάλλουσι κάτω τὰ ὦτα πρὸς τὴν γῆν·
シリアでは、羊は1キュビットの幅の尾を持ち、ヤギの耳は1スパンと1パームの長さがあり、あるものは耳を地面に向かって下に垂らしている。
καὶ οἱ βόες, ὥσπερ αἱ κάμηλοι, χαίτας ἔχουσιν ἐπὶ τῶν ἀκρωμίων.
また牛は、ラクダのように、肩の上にたてがみを持っている。
Καὶ ἐν Λυκίᾳ αἱ αἶγες κείρονται, ὥσπερ τὰ πρόβατα παρὰ τοῖς ἄλλοις.
リキアでは、ヤギの毛が、他の土地における羊のように刈り取られる。
Καὶ ἐν μὲν Λιβύῃ εὐθὺς γίνεται κέρατα ἔχοντα τὰ κερατώδη τῶν κριῶν, οὐ μόνον οἱ ἄρνες, ὥσπερ Ὅμηρός φησιν, ἀλλὰ καὶ τἆλλα·
またリビアでは、角を持つタイプの雄羊は、ホメロスが言うように子羊だけでなく、他の動物も生まれたときからすぐに角を持って生まれる。
ἐν δὲ τῷ Πόντῳ περὶ τὴν Σκυθικὴν τοὐναντίον· ἀκέρατα γὰρ γίνονται.
しかし、ポントスのスキティア周辺ではその反対で、角を持たずに生まれる。
Καὶ ἐν Αἰγύπτῳ τὰ μὲν ἄλλα μείζω ἢ ἐν τῇ Ἑλλάδι, καθάπερ οἱ βόες καὶ τὰ πρόβατα, τὰ δ’ ἐλάττω, οἷον οἱ κύνες καὶ λύκοι καὶ λαγωοὶ καὶ ἀλώπεκες καὶ κόρακες καὶ ἱέρακες, τὰ δὲ παραπλήσια, οἷον κορῶναι καὶ αἶγες.
エジプトでは、牛や羊のように、他の動物はギリシアにおけるものより大きいが、いくつかのものはより小さく、例えば犬、狼、野ウサギ、狐、ワタリガラス、鷹がそうである。 また、ハシボソガラスやヤギのように、同程度の大きさのものもある。
Αἰτιῶνται δὲ τὰς τροφάς, ὅτι τοῖς μὲν ἄφθονος τοῖς δὲ σπανία, οἷον τοῖς λύκοις καὶ τοῖς ἱέραξι, τοῖς δὲ σαρκοφάγοις ὀλίγη· σπάνια γὰρ τὰ μικρὰ ὄρνεα·
人々は食物をその原因としており、あるものには豊富だが、あるものには乏しいからだという。 例えば、狼や鷹、その他の肉食動物にとっては食物が少ない(小さな鳥が稀だからである)。
τοῖς δὲ δασύποσι, καὶ ὅσα μὴ σαρκοφάγα, ὅτι οὔτ’ ἀκρόδρυα οὔτ’ ὀπώρα χρόνιος.
野ウサギや、肉食ではない他の動物にとっては、木の実も果物も長くはもたないからである。
Πολλαχοῦ δὲ καὶ ἡ κρᾶσις αἰτία, οἷον ἐν τῇ Ἰλλυρίδι καὶ τῇ Θρᾴκῃ καὶ τῇ Ἠπείρῳ οἱ ὄνοι μικροί, ἐν δὲ τῇ Σκυθικῇ καὶ Κελτικῇ ὅλως οὐ γίγνονται·
多くの場所では、気候も原因であり、例えばイリュリア、トラキア、エペイロスではロバは小さく、スキティアやケルトの地ではまったく存在しない。
δυσχείμερα γὰρ ταῦτα.
これらの地は冬が厳しいからである。
Ἐν δ’ Ἀραβίᾳ σαῦραι μείζους πηχυαίων γίνονται καὶ μύες πολὺ μείζους τῶν ἀρουραίων, τὰ μὲν ἔμπροσθεν σκέλη ἔχοντες καὶ σπιθαμῆς, τὰ δ’ ὀπίσθια ὅσον ἄχρι τῆς πρώτης καμπῆς τῶν δακτύλων.
アラビアでは、トカゲは1キュビットより大きくなり、ネズミは野ネズミよりずっと大きく、前脚は1スパンの長さがあり、後脚は足指の最初の関節までの長さしかない。
Ἐν δὲ τῇ Λιβύῃ τὸ τῶν ὄφεων μέγεθος γίνεται ἄπλατον, ὥσπερ καὶ λέγεται·
リビアでは、蛇の大きさが、噂されている通り途方もないものになる。
ἤδη γάρ φασί τινες προσπλεύσαντες ἰδεῖν ὀστᾶ βοῶν πολλῶν, ἃ δῆλον γενέσθαι αὐτοῖς ὅτι ὑπ’ ὄφεων ἦν κατεδηδεσμένα·
実際、ある人々は船で近づいた際、多くの牛の骨を見たと言っており、それらが蛇によって食い尽くされたものであることが彼らにとって明らかになった。
ἀναγομένων γὰρ ταχὺ διώκειν τὰς τριήρεις αὐτούς, καὶ ἐνίους αὐτῶν ἐμβαλεῖν ἀνατρέψαντας τὴν τριήρη.
というのも、彼らが船を出すと、蛇たちが三段櫂船を素早く追いかけてきて、そのうちの何匹かが体当たりをして三段櫂船を覆したからである。
Ἔτι δὲ λέοντες μὲν ἐν τῇ Εὐρώπῃ μᾶλλον, καὶ τῆς Εὐρώπης ἐν τῷ μεταξὺ τόπῳ τοῦ Ἀχελῴου καὶ Νέσσου·
さらに、ライオンはむしろヨーロッパに、しかもヨーロッパの中でもアケロオス川とネッソス川の間の地域に多く存在する。
παρδάλεις δ’ ἐν τῇ Ἀσίᾳ, ἐν δὲ τῇ Εὐρώπῃ οὐ γίγνονται.
他方、ヒョウはアジアに存在し、ヨーロッパには存在しない。
Ὅλως δὲ τὰ μὲν ἄγρια ἀγριώτερα ἐν τῇ Ἀσίᾳ, ἀνδρειότερα δ’ ἐν τῇ Εὐρώπῃ πάντα, πολυμορφότατα δ’ ἐν τῇ Λιβύῃ·
全般的に、野生動物はアジアではより狂暴であり、ヨーロッパではすべてより勇敢であり、リビアでは極めて多様な姿をしている。
καὶ λέγεται δέ τις παροιμία, ὅτι “ἀεὶ Λιβύη φέρει τι καινόν.
そして、「リビアは常に何か新しいものを生み出す」という諺もある。
” Διὰ γὰρ τὴν ἀνομβρίαν μίσγεσθαι δοκεῖ ἀπαντῶντα πρὸς τὰ ὑδάτια καὶ τὰ μὴ ὁμόφυλα, καὶ ἐκφέρειν ὧν οἱ χρόνοι οἱ τῆς κυήσεως οἱ αὐτοὶ καὶ τὰ μεγέθη μὴ πολὺ ἀπ’ ἀλλήλων·
なぜなら、雨が降らないため、異なる種の動物たちが水場に集まったとき、交尾すると思われ、妊娠期間が同じで大きさが互いにさほど違わないものから新たな種を生み出すからである。
πρὸς ἄλληλα δὲ πραΰνεται διὰ τὴν τοῦ ποτοῦ χρείαν.
彼らは水を飲む必要性から、互いに対して穏やかになるのである。
Καὶ γὰρ καὶ δέονται τοῦ πίνειν τοὐναντίον τῶν ἄλλων τοῦ χειμῶνος μᾶλλον ἢ τοῦ θέρους·
実際、彼らは他の動物とは反対に、夏よりも冬に水を飲む必要がある。
διὰ γὰρ τὸ μὴ εἰωθέναι ὕδατα γίνεσθαι τοῦ θέρους ἀσύνηθες αὐτοῖς τὸ πίνειν ἐστίν.
夏には雨が降らないのが常であるため、彼らにとって水を飲むことは不慣れなのである。
Καὶ οἵ γε μύες ὅταν πίωσιν, ἀποθνήσκουσιν.
そして、ネズミにいたっては、水を飲むと死んでしまう。
Γίνεται δὲ καὶ ἄλλα ἐκ μίξεως μὴ ὁμοφύλων, ὥσπερ καὶ ἐν Κυρήνῃ οἱ λύκοι μίσγονται ταῖς κυσὶ καὶ γεννῶσι, καὶ ἐξ ἀλώπεκος καὶ κυνὸς οἱ Λακωνικοί.
また、異なる種の交配から他の動物も生まれる。 例えば、キュレネでは狼が雌犬と交尾して子を産み、ラコニアの犬は狐と犬から生まれる。
Φασὶ δὲ καὶ ἐκ τοῦ τίγριος καὶ κυνὸς γίνεσθαι τοὺς Ἰνδικούς, οὐκ εὐθὺς δὲ ἀλλ’ ἐπὶ τῆς τρίτης μίξεως·
インドの犬はトラと犬から生まれるとも言われているが、すぐではなく、3回目の交配においてである。
τὸ γὰρ πρῶτον γεννηθὲν θηριῶδες γίνεσθαί φασιν.
最初に生まれたものはきわめて獰猛になると言われているからである。
Ἄγοντες δὲ δεσμεύουσιν εἰς τὰς ἐρημίας τὰς κύνας·
人々は雌犬を連れて行って荒野に縛り付ける。
καὶ πολλαὶ κατεσθίονται, ἐὰν μὴ τύχῃ ὀργῶν πρὸς τὴν ὀχείαν τὸ θηρίον.
そして、その獣がたまたま交尾を強く望んでいない場合、多くの雌犬が食い殺されてしまう。