Humanitext Reader

亚里士多德 · 动物志 §8.25-8.27

驴与象的疾病以及昆虫的生态与害虫

第 148 段,共 189 段 · 希腊语

内容简介

文中讨论了驴特有的疾病(鼻疽)及其在寒冷地区的缺失、大象的各种疾病(胀气、吃土、腹泻、疲劳)及其治疗方法,以及昆虫喜好的气候,包括危害蜂群的害虫以及油对所有昆虫的致命效果。

§8.25Οἱ δ’ ὄνοι νοσοῦσι μάλιστα νόσον μίαν, ἣν καλοῦσι μηλίδα.
驴主要得一种被称为鼻疽的疾病。
Γίνεται δὲ περὶ τὴν κεφαλὴν πρῶτον, καὶ ῥεῖ φλέγμα κατὰ τοὺς μυκτῆρας παχὺ καὶ πυρρόν· ἐὰν δὲ πρὸς τὸν πλεύμονα καταβῇ, ἀποκτείνει· τὰ δὲ περὶ τὴν κεφαλὴν πρῶτον οὐ θανάσιμα.
它首先在头部周围发生,浓稠且呈红黄色的粘液从鼻孔流出;如果它下行到肺部,就会致死;但首先在头部周围时并不是致命的。
Δυσριγότατον δ’ ἐστὶ τῶν τοιούτων ζῴων· διὸ καὶ περὶ τὸν Πόντον καὶ τὴν Σκυθικὴν οὐ γίνονται ὄνοι.
它是此类动物中最怕冷的;因此在蓬托斯和斯基泰地区周围没有驴。
§8.26Οἱ δ’ ἐλέφαντες κάμνουσι τοῖς φυσώδεσι νοσήμασιν· διὸ οὔτε τὸ ὑγρὸν περίττωμα προΐεσθαι δύνανται οὔτε τὸ τῆς κοιλίας.
大象患有胀气的疾病;因此它们既不能排出液体排泄物,也不能排出腹部的排泄物。
Καὶ ἐὰν γῆν ἐσθίῃ, μαλακίζεται, ἐὰν μὴ συνεχῶς· εἰ δὲ συνεχῶς, οὐδὲν βλάπτεται.
如果它吃土,就会变得软弱,除非是持续不断地吃;但如果是持续吃的话,则毫无损害。
Καταπίνει δὲ καὶ λίθους ἐνίοτε.
它有时也会吞下石头。
Ἁλίσκεται δὲ καὶ διαρροίᾳ· ὅταν δ’ ἁλῷ, ἰατρεύουσιν ὕδωρ θερμὸν διδόντες πίνειν, καὶ τὸν χόρτον εἰς μέλι βάπτοντες διδόασιν ἐσθίειν, καὶ ἵστησιν ἑκάτερον τούτων.
它也会患腹泻;当它患此病时,人们通过给它喝温水、把牧草浸在蜂蜜里喂它来治疗,这两者中的任何一种都能止住腹泻。
Ὅταν δὲ κοπιάσωσι διὰ τὸ μὴ κοιμηθῆναι, ἁλὶ τριβόμενοι καὶ ἐλαίῳ καὶ ὕδατι θερμῷ τοὺς ὤμους ὑγιάζονται.
当它们因无法入睡而疲惫时,用盐、油和温水摩擦肩部就会痊愈。
Καὶ ὅταν τοὺς ὤμους ἀλγῇ, ὕεια κρέα ὀπτήσαντες προστιθέασι, καὶ βοηθεῖ αὐτοῖς.
当它们肩部疼痛时,人们将猪肉烤熟后敷上,这能帮到它们。
Ἔλαιον δ’ οἱ μὲν πίνουσιν οἱ δ’ οὒ τῶν ἐλεφάντων· κἂν τύχῃ σιδήριόν τι ἐν τῷ σώματι ἐνόν, τὸ ἔλαιον ἐκβάλλει, ὅταν πίωσιν, ὡς φασί· τοῖς δὲ μὴ πίνουσι ῥίζαν ἑψήσαντες ἐν ἐλαίῳ διδόασιν.
在大象中,有的喝油,有的不喝;如果身体里碰巧有铁器留存,听说当它们喝了油时,油就会将其排出;对于那些不喝油的,人们在油中煎煮某种根喂给它们。
§8.27Περὶ μὲν οὖν τῶν τετραπόδων ζῴων τοῦτον ἔχει τὸν τρόπον, τῶν δ’ ἐντόμων τὰ πλεῖστα εὐθηνεῖ ἐν ᾗπερ ὥρᾳ καὶ γίνεται, ὅταν τοιοῦτον ᾖ τὸ ἔτος οἷον τὸ ἔαρ, ὑγρὸν καὶ ἀλεεινόν.
关于四足动物的情况就是这样;而在昆虫中,大多数在它们产生的那个季节里繁衍兴旺,只要那一年像春天一样,潮湿而温暖。
Ταῖς δὲ μελίτταις ἐγγίνεται ἐν τοῖς σμήνεσι θηρία ἃ λυμαίνεται τὰ κηρία, τό τε σκωλήκιον τὸ ἀραχνιοῦν καὶ λυμαινόμενον τὰ κηρία (καλεῖται δὲ κλῆρος, οἱ δὲ πυραύστην καλοῦσιν· ὃς ἐντίκτει ἐν τῷ κηρίῳ ὅμοιον ἑαυτῷ οἷον ἀράχνιον, καὶ νοσεῖν ποιεῖ τὸ σμῆνος), καὶ ἄλλο θηρίον, οἷον ὁ ἡπίολος ὁ περὶ τὸν λύχνον πετόμενος· οὗτος ἐντίκτει τι χνοῦ ἀνάπλεων, καὶ οὐ κεντεῖται ὑπὸ τῶν μελιττῶν, ἀλλὰ μόνον φεύγει καπνιζόμενος.
在蜜蜂的蜂群中,会产生损坏巢板的害虫:一种结网并损坏巢板的小蠕虫(被称为克莱罗斯,另一些人称之为皮劳斯提斯;它在巢板中产下像它自己一样的、如同蜘蛛网的东西,从而使蜂群生病),还有另一种害虫,例如在灯火旁飞舞的蛾子;它产下满是绒毛的东西,它不会被蜜蜂蜇,而是在被烟熏时才会逃跑。
Ἐγγίνονται δὲ καὶ κάμπαι ἐν τοῖς σμήνεσιν, ἃς καλοῦσι τερηδόνας· ἃς οὐκ ἀμύνονται αἱ μέλιτται.
蜂群中也会产生毛虫,人们称之为特雷东;蜜蜂并不抵抗它们。
Νοσοῦσι δὲ μάλιστα ὅταν ἐρυσιβώδη τὰ ἄνθη ἡ ὕλη ἐνέγκῃ, καὶ ἐν τοῖς αὐχμηροῖς ἔτεσιν.
它们最容易生病是在植物开出霉变花朵的时候,以及在干旱的年份。
Πάντα δὲ τὰ ἔντομα ἀποθνήσκει ἐλαιούμενα· τάχιστα δ’, ἄν τις τὴν κεφαλὴν ἀλείψας ἐν τῷ ἡλίῳ θῇ.
所有的昆虫被涂上油后都会死亡;如果有人涂抹其头部并置于阳光下,它们死得最快。

词汇与语法注释

  1. §8.25Δυσριγότατον — 虽然主语是复数“οἱ ὄνοι”,但谓语形容词“Δυσριγότατον”采用了中性单数形式。这起到了泛指中性的作用,抽象地指代“驴这一物种”或“这类动物”。它带有一个比较属格“τῶν τοιούτων ζῴων”(在这些动物中),意思是“最怕冷的”。
  2. §8.26ἵστησιν — 及物动词“ἵστημι”的单数第三人称现在时形式,意为“止住、使停止”。在上下文中,直接宾语(腹泻)被省略了,可由前句“ἁλίσκεται δὲ καὶ διαρροίᾳ”中的“διαρροίαν”补充理解。主语是“ἑκάτερον τούτων”(这两种疗法的每一种)。
  3. §8.26τὸ ἔλαιον ἐκβάλλει — 这里的句法关系存在解释空间。本译文将“τὸ ἔλαιον”视为主动语态的施事主语,将前文的“σιδήριόν τι”作为受事宾语,译为“油将(体内的铁器)排出”。另一种可能的解释是“身体排出油”,但由于上下文讨论的是油作为疗法排出异物的药理作用,因此采用将油作为主动主体的解释。
  4. §8.27ἐν ᾗπερ ὥρᾳ καὶ γίνεται — 使用关系形容词“ᾗπερ”的关系从句,其中先行词“ὥρᾳ”同化(incorporation)到了从句内部。整体意为“在它们(产生)的那个季节里”。其中的“καί”起到“正是、恰恰”的强调副词作用。

引用这一段

亚里士多德, 动物志 §8.25-8.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.25-8.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。