§8.21τῶν δὲ τετραπόδων αἱ μὲν ὕες νοσήμασι μὲν κάμνουσι τρισίν, ὧν ἓν μὲν καλεῖται βράγχος, ἐν ᾧ μάλιστα τὰ περὶ τὰ βράγχια καὶ τὰς σιαγόνας φλεγμαίνει.
四肢動物のうち、豚は3つの病気に苦しむ。 そのうちの1つはブランクスと呼ばれ、これにおいては特に鰓や顎の周辺が炎症を起こす。
Γίνεται δὲ καὶ ὅπου ἂν τύχῃ τοῦ σώματος·
また、体の至るところに発生しうる。
πολλάκις γὰρ τοῦ ποδὸς λαμβάνεται, ὁτὲ δ’ ἐν τῷ ὠτί.
しばしば足に生じ、またある時は耳に生じる。
Γίνεται δὲ σαπρὸν εὐθὺς καὶ τὸ ἐχόμενον, ἕως ἂν ἔλθῃ πρὸς τὸν πλεύμονα·
そして、隣接する部分も直ちに腐敗し、それが肺にまで達する。
τότε δ’ ἀποθνήσκει.
その時点で死ぬ。
Ταχὺ δ’ αὐξάνεται· καὶ οὐθὲν ἐσθίει, ὅταν ἄρξηται τὸ πάθος κἂν ὁσονοῦν.
この病気は急速に進行し、病気(症状)が始まると、たとえどれほど僅かでも食べなくなる。
Ἰῶνται δ’ οἱ ὑοβοσκοί, ὅταν αἴσθωνται μικρὸν ὄν, ἄλλον μὲν οὐθένα τρόπον, ἀποτέμνουσι δ’ ὅλον.
豚飼いたちは、それがまだ小さいうちに気づいた時には、他の方法ではなく、その(患部)全体を切り取ることで治療する。
Δύο δ’ ἄλλ’ ἐστί, λέγεται δὲ κραυρᾶν ἄμφω·
他の2つの病気があり、両方ともクラウランと呼ばれる。
ὧν τὸ μὲν ἕτερόν ἐστι κεφαλῆς πόνος καὶ βάρος, ᾧ αἱ πλεῖσται ἁλίσκονται, τὸ δ’ ἕτερον, ἡ κοιλία ῥεῖ.
そのうち一方は頭の痛みと重さであり、大半の豚がこれにかかる。 他方は下痢である。
Καὶ τοῦτο μὲν δοκεῖ εἶναι ἀνίατον, θατέρῳ δὲ βοηθοῦσιν οἶνον προσφέροντες πρὸς τοὺς μυκτῆρας καὶ κλύζοντες τοὺς μυκτῆρας οἴνῳ.
そして後者は治療不能と思われるが、前者に対しては鼻孔にワインを注ぎ入れ、ワインで鼻孔を洗浄することで治療の助けとする。
Διαφυγεῖν δὲ καὶ τοῦτο χαλεπόν· ἀναιρεῖ μὲν γὰρ ἐν ἡμέραις τρισὶν ἢ τέτταρσιν.
しかし、これをも免れるのは困難であり、3日か4日のうちに死に至らしめるからである。
Βραγχῶσι δὲ μάλιστα, ὅταν τὸ θέρος ἐνέγκῃ εὖ καὶ πιόταται ὦσιν·
豚は特に夏が実り豊かで非常に太っているときにブランクスにかかりやすい。
βοηθεῖ δὲ τά τε συκάμινα διδόμενα καὶ τὸ λουτρὸν ἐὰν ᾖ πολὺ καὶ θερμόν, καὶ ἐάν τις σχάσῃ ὑπὸ τὴν γλῶτταν.
桑の実を与えること、多くて温かい入浴をさせること、そして舌の下を切開することが治療の助けになる。
Χαλαζώδεις δ’ εἰσὶ τῶν ὑῶν αἱ ὑγρόσαρκοι τά τε περὶ τὰ σκέλη καὶ τὰ περὶ τὸν τράχηλον καὶ τοὺς ὤμους, ἐν οἷς μέρεσι καὶ πλεῖσται γίνονται χάλαζαι·
肉の柔らかい豚は嚢虫にかかりやすく、脚の周辺や、首、肩の周辺に生じ、これらの部位に最も多くの嚢虫が発生する。
κἂν μὲν ὀλίγας ἔχῃ, γλυκυτέρα ἡ σάρξ, ἂν δὲ πολλάς, ὑγρὰ λίαν καὶ διάχυλος γίνεται.
もし少ししか持っていなければ肉はより甘いが、多く持っていれば非常に水っぽく、ふやけたものになる。
Δῆλαι δ’ εἰσὶν αἱ χαλαζῶσαι·
嚢虫のある豚は明らかである。
ἔν τε γὰρ τῇ γλώττῃ τῇ κάτω ἔχουσι μάλιστα τὰς χαλάζας, καὶ ἐάν τις τρίχας ἐκτίλλῃ ἐκ τῆς λοφιᾶς, ὕφαιμοι φαίνονται·
すなわち、舌の下側に最も多くの嚢虫を持ち、また背中のたてがみから毛を抜くと、毛の根元が血走って見える。
ἔτι δὲ τὰ χαλαζῶντα τοὺς ὀπισθίους πόδας οὐ δύνανται ἡσυχάζειν.
さらに、後肢に嚢虫がある豚はじっとしていることができない。
Οὐκ ἔχουσι δὲ χαλάζας, ἕως ἂν ὦσι γαλαθηναὶ μόνον.
授乳中の間(乳飲み子である間)だけは嚢虫を持たない。
Ἐκβάλλουσι δὲ τὰς χαλάζας ταῖς τιφαῖς·
また、ティペー(一粒小麦)を与えることによって嚢虫を排出する。
ὃ καὶ πρὸς τὴν τροφήν ἐστι χρήσιμον.
これは餌としても有益である。
Ἄριστον δὲ πρὸς τὸ πιαίνειν καὶ τρέφειν οἱ ἐρέβινθοι καὶ τὰ σῦκα, τὸ δ’ ὅλον μὴ ποιεῖν ἁπλῆν τὴν τροφὴν ἀλλὰ ποικίλην·
太らせるため、また育てるためには、ひよこ豆とイチジクが最も良く、全体として単一の餌を与えるのではなく、多様な餌を与えるべきである。
χαίρει γὰρ μεταβάλλουσα καθάπερ καὶ τἆλλα ζῷα, καὶ ἅμα φασὶ τὸ μὲν ἐμφυσᾶν τὸ δὲ σαρκοῦν τὸ δὲ πιαίνειν τῶν προσφερομένων, τὰς δὲ βαλάνους ἡδέως μὲν ἐσθίειν, ποιεῖν δ’ ὑγρὰν τὴν σάρκα·
他の動物と同様に変化を喜ぶからであり、同時に、与えられる餌のうち、あるものは膨らませ、あるものは肉づきを良くし、あるものは太らせるからだと言われている。 どんぐりは喜んで食べるが、肉を水っぽくする。
καὶ ἐὰν κύουσαι πλείους ἐσθίωσιν, ἐκβάλλουσιν ὥσπερ καὶ τὰ πρόβατα·
また、妊娠中の豚が多く食べると、羊と同様に流産する。
ταῦτα γὰρ ἐπιδηλοτέρως τοῦτο πάσχει διὰ τὰς βαλάνους.
羊はどんぐりのために、この流産をより顕著に被る。
Χαλαζᾷ δὲ μόνον τῶν ζῴων ὧν ἴσμεν ὗς.
我々が知る動物の中で、豚だけが嚢虫を持つ。
§8.22Οἱ δὲ κύνες κάμνουσι νοσήμασι τρισίν·
犬は3つの病気に苦しむ。
ὀνομάζεται δὲ ταῦτα λύττα, κυνάγχη, ποδάγρα.
これらは狂犬病、喉頭炎、痛風と呼ばれる。
Τούτων ἡ λύττα ἐμποιεῖ μανίαν, καὶ ὅταν δάκῃ, λυττῶσιν ἅπαντα τὰ δηχθέντα πλὴν ἀνθρώπου·
これらのうち、狂犬病は狂気を引き起こし、それが噛むと、人間以外の噛まれたすべてのものが狂犬病になる。
καὶ ἀναιρεῖ δὲ τὸ νόσημα τοῦτο τάς τε κύνας καὶ ἄν τι δηχθῇ ὑπὸ λυττώσης πλὴν ἀνθρώπου.
そしてこの病気は犬を死に至らしめ、また狂犬病にかかったものに噛まれたものも、人間以外は死ぬ。
Ἀναιρεῖ δὲ καὶ ἡ κυνάγχη τὰς κύνας·
喉頭炎もまた犬を死に至らしめる。
ὀλίγαι δὲ καὶ ἐκ τῆς ποδάγρας περιφεύγουσιν.
また痛風から回復するものはごく稀である。
Λαμβάνει δ’ ἡ λύττα καὶ τὰς καμήλους.
狂犬病はラクダにもかかる。
Τοὺς δ’ ἐλέφαντας πρὸς μὲν τὰ ἄλλα ἀρρωστήματα ἀνόσους εἶναί φασιν, ἐνοχλεῖσθαι δ’ ὑπὸ φυσῶν.
象については、他の疾患に対しては無病であるが、お腹の張りに悩まされると言われている。
§8.23Οἱ δὲ βόες οἱ ἀγελαῖοι νοσοῦσι δύο νόσους, ὧν τὸ μὲν ποδάγρα τὸ δὲ κραῦρος καλεῖται.
群れをなす牛は2つの病気にかかり、その一方は痛風、他方はクラウロスと呼ばれる。
Ἐν μὲν οὖν τῇ ποδάγρᾳ τοὺς πόδας οἰδοῦσιν, οὐκ ἀποθνήσκουσι δ’ οὐδὲ τὰς ὁπλὰς ἀποβάλλουσιν·
痛風においては、足が腫れるが、死ぬことはなく、蹄を失うこともない。
βέλτιον δ’ ἴσχουσι τῶν κεράτων ἀλειφομένων πίσσῃ θερμῇ.
角に温かいタールを塗ることで快方に向かう。
Ὅταν δὲ κραυρᾷ, τὸ πνεῦμα γίνεται θερμὸν καὶ πυκνόν·
クラウロスの時には、呼吸が熱く、かつ頻繁になる。
καὶ ὅ ἐστιν ἐν τοῖς ἀνθρώποις πυρετός, τοῦτό ἐστιν ἐν τοῖς βουσὶ τὸ κραυρᾶν.
人間における熱(発熱)が、牛においてはクラウロスである。
Σημεῖον δὲ τῆς ἀρρωστίας τὰ ὦτα καταβάλλουσι καὶ οὐ δύνανται ἐσθίειν.
病気の兆候としては、耳を垂らし、食べることができない。
Ἀποθνήσκουσι δὲ ταχέως, καὶ ἀνοιχθέντων ὁ πλεύμων φαίνεται σαπρός.
急速に死に至り、解剖すると肺が腐敗しているのが見える。