§8.21τῶν δὲ τετραπόδων αἱ μὲν ὕες νοσήμασι μὲν κάμνουσι τρισίν, ὧν ἓν μὲν καλεῖται βράγχος, ἐν ᾧ μάλιστα τὰ περὶ τὰ βράγχια καὶ τὰς σιαγόνας φλεγμαίνει.
在四足动物中,猪会患三种疾病,其中一种被称为喉炎(branchos),在这种病中,特别是喉部和下颌周围的部位会发炎。
Γίνεται δὲ καὶ ὅπου ἂν τύχῃ τοῦ σώματος· πολλάκις γὰρ τοῦ ποδὸς λαμβάνεται, ὁτὲ δ’ ἐν τῷ ὠτί.
这种病也可能发生在身体的任何部位;因为它经常侵袭足部,有时发生在耳部。
Γίνεται δὲ σαπρὸν εὐθὺς καὶ τὸ ἐχόμενον, ἕως ἂν ἔλθῃ πρὸς τὸν πλεύμονα· τότε δ’ ἀποθνήσκει.
接着,与之相连的部位也会立即腐烂,直到蔓延到肺部;那时猪就会死亡。
Ταχὺ δ’ αὐξάνεται· καὶ οὐθὲν ἐσθίει, ὅταν ἄρξηται τὸ πάθος κἂν ὁσονοῦν.
此病发展迅速;一旦病发,猪就什么也不吃,哪怕是一丁点。
Ἰῶνται δ’ οἱ ὑοβοσκοί, ὅταν αἴσθωνται μικρὸν ὄν, ἄλλον μὲν οὐθένα τρόπον, ἀποτέμνουσι δ’ ὅλον.
猪倌们如果在病还很轻微时发现,没有别的方法治疗,只有将整个患部切除。
Δύο δ’ ἄλλ’ ἐστί, λέγεται δὲ κραυρᾶν ἄμφω· ὧν τὸ μὲν ἕτερόν ἐστι κεφαλῆς πόνος καὶ βάρος, ᾧ αἱ πλεῖσται ἁλίσκονται, τὸ δ’ ἕτερον, ἡ κοιλία ῥεῖ.
还有另外两种病,它们都被称为息喘病(krauran);其中一种是头部的疼痛和沉重,大多数猪都会染上这种病;另一种是拉肚子。
Καὶ τοῦτο μὲν δοκεῖ εἶναι ἀνίατον, θατέρῳ δὲ βοηθοῦσιν οἶνον προσφέροντες πρὸς τοὺς μυκτῆρας καὶ κλύζοντες τοὺς μυκτῆρας οἴνῳ.
后者似乎是不可治愈的,但对于前者,他们通过向鼻孔灌酒并用酒冲洗鼻孔来救治。
Διαφυγεῖν δὲ καὶ τοῦτο χαλεπόν· ἀναιρεῖ μὲν γὰρ ἐν ἡμέραις τρισὶν ἢ τέτταρσιν.
然而,要免于此病也很困难;因为它会在三到四天内致死。
Βραγχῶσι δὲ μάλιστα, ὅταν τὸ θέρος ἐνέγκῃ εὖ καὶ πιόταται ὦσιν· βοηθεῖ δὲ τά τε συκάμινα διδόμενα καὶ τὸ λουτρὸν ἐὰν ᾖ πολὺ καὶ θερμόν, καὶ ἐάν τις σχάσῃ ὑπὸ τὴν γλῶτταν.
当夏季丰收且猪最肥胖时,它们最容易患喉炎;给它们喂桑葚、进行大量且温和的热水浴,以及在舌下放血,都有助于治疗。
Χαλαζώδεις δ’ εἰσὶ τῶν ὑῶν αἱ ὑγρόσαρκοι τά τε περὶ τὰ σκέλη καὶ τὰ περὶ τὸν τράχηλον καὶ τοὺς ὤμους, ἐν οἷς μέρεσι καὶ πλεῖσται γίνονται χάλαζαι· κἂν μὲν ὀλίγας ἔχῃ, γλυκυτέρα ἡ σάρξ, ἂν δὲ πολλάς, ὑγρὰ λίαν καὶ διάχυλος γίνεται.
肉质松软的猪容易长囊虫(halaza);特别是在腿部、颈部和肩膀周围,这些部位产生的囊虫最多;如果囊虫少,肉质反而更甜,但如果多,肉就会变得过于水分多且松散。
Δῆλαι δ’ εἰσὶν αἱ χαλαζῶσαι· ἔν τε γὰρ τῇ γλώττῃ τῇ κάτω ἔχουσι μάλιστα τὰς χαλάζας, καὶ ἐάν τις τρίχας ἐκτίλλῃ ἐκ τῆς λοφιᾶς, ὕφαιμοι φαίνονται· ἔτι δὲ τὰ χαλαζῶντα τοὺς ὀπισθίους πόδας οὐ δύνανται ἡσυχάζειν.
有囊虫的猪很明显:因为它们在舌头下部有最多的囊虫,如果从鬃毛中拔出毛,毛根处显得有血丝;此外,后腿有囊虫的猪无法安静下来。
Οὐκ ἔχουσι δὲ χαλάζας, ἕως ἂν ὦσι γαλαθηναὶ μόνον.
只要它们还处于哺乳期,就不会长囊虫。
Ἐκβάλλουσι δὲ τὰς χαλάζας ταῖς τιφαῖς· ὃ καὶ πρὸς τὴν τροφήν ἐστι χρήσιμον.
它们通过吃单粒小麦(tiphe)来排出囊虫;这作为饲料也是有益的。
Ἄριστον δὲ πρὸς τὸ πιαίνειν καὶ τρέφειν οἱ ἐρέβινθοι καὶ τὰ σῦκα, τὸ δ’ ὅλον μὴ ποιεῖν ἁπλῆν τὴν τροφὴν ἀλλὰ ποικίλην· χαίρει γὰρ μεταβάλλουσα καθάπερ καὶ τἆλλα ζῷα, καὶ ἅμα φασὶ τὸ μὲν ἐμφυσᾶν τὸ δὲ σαρκοῦν τὸ δὲ πιαίνειν τῶν προσφερομένων, τὰς δὲ βαλάνους ἡδέως μὲν ἐσθίειν, ποιεῖν δ’ ὑγρὰν τὴν σάρκα· καὶ ἐὰν κύουσαι πλείους ἐσθίωσιν, ἐκβάλλουσιν ὥσπερ καὶ τὰ πρόβατα· ταῦτα γὰρ ἐπιδηλοτέρως τοῦτο πάσχει διὰ τὰς βαλάνους.
最适合催肥和饲养的是鹰嘴豆和无花果,总体而言,不要给它们单一的食物,而要多样化;因为猪像其他动物一样喜欢食物的变化,同时人们说,在所提供的食物中,有的能使它们发胀,有的长肉,有的催肥;它们喜欢吃橡子,但橡子会使肉质变水分多;如果怀孕的母猪吃得太多,就会像绵羊一样流产;因为绵羊由于橡子而更明显地遭受这种流产。
Χαλαζᾷ δὲ μόνον τῶν ζῴων ὧν ἴσμεν ὗς.
在我们所知的动物中,只有猪会长囊虫。
§8.22Οἱ δὲ κύνες κάμνουσι νοσήμασι τρισίν· ὀνομάζεται δὲ ταῦτα λύττα, κυνάγχη, ποδάγρα.
狗会患三种疾病;这些被称为狂犬病(lytta)、咽喉炎(kynanche)和痛风(podagra)。
Τούτων ἡ λύττα ἐμποιεῖ μανίαν, καὶ ὅταν δάκῃ, λυττῶσιν ἅπαντα τὰ δηχθέντα πλὴν ἀνθρώπου· καὶ ἀναιρεῖ δὲ τὸ νόσημα τοῦτο τάς τε κύνας καὶ ἄν τι δηχθῇ ὑπὸ λυττώσης πλὴν ἀνθρώπου.
其中,狂犬病会引起狂躁,当它咬伤动物时,除了人以外,所有被咬的动物都会发狂;这种疾病会使狗以及被发狂狗咬伤的任何动物(人除外)死亡。
Ἀναιρεῖ δὲ καὶ ἡ κυνάγχη τὰς κύνας· ὀλίγαι δὲ καὶ ἐκ τῆς ποδάγρας περιφεύγουσιν.
咽喉炎也会使狗死亡;而从痛风中幸存下来的极少。
Λαμβάνει δ’ ἡ λύττα καὶ τὰς καμήλους.
狂犬病也会侵袭骆驼。
Τοὺς δ’ ἐλέφαντας πρὸς μὲν τὰ ἄλλα ἀρρωστήματα ἀνόσους εἶναί φασιν, ἐνοχλεῖσθαι δ’ ὑπὸ φυσῶν.
据说大象对其他疾病具有免疫力,但会受到胀气的困扰。
§8.23Οἱ δὲ βόες οἱ ἀγελαῖοι νοσοῦσι δύο νόσους, ὧν τὸ μὲν ποδάγρα τὸ δὲ κραῦρος καλεῖται.
群居的牛会患两种疾病,其中一种被称为痛风,另一种被称为枯干病(krauros)。
Ἐν μὲν οὖν τῇ ποδάγρᾳ τοὺς πόδας οἰδοῦσιν, οὐκ ἀποθνήσκουσι δ’ οὐδὲ τὰς ὁπλὰς ἀποβάλλουσιν· βέλτιον δ’ ἴσχουσι τῶν κεράτων ἀλειφομένων πίσσῃ θερμῇ.
在痛风中,它们的脚会肿胀,但不会死亡,蹄也不会脱落;用热沥青涂抹它们的角,病情就会好转。
Ὅταν δὲ κραυρᾷ, τὸ πνεῦμα γίνεται θερμὸν καὶ πυκνόν· καὶ ὅ ἐστιν ἐν τοῖς ἀνθρώποις πυρετός, τοῦτό ἐστιν ἐν τοῖς βουσὶ τὸ κραυρᾶν.
当牛患枯干病时,它的呼吸会变得灼热而急促;在人类中是发热的症状,在牛中就是枯干病。
Σημεῖον δὲ τῆς ἀρρωστίας τὰ ὦτα καταβάλλουσι καὶ οὐ δύνανται ἐσθίειν.
生病的迹象是它们垂下耳朵,无法进食。
Ἀποθνήσκουσι δὲ ταχέως, καὶ ἀνοιχθέντων ὁ πλεύμων φαίνεται σαπρός.
它们会迅速死亡,剖开后可以看到肺部已经腐烂。