§8.20τοῖς δὲ ποταμίοις καὶ λιμναίοις λοιμῶδες μὲν οὐδὲ τούτοις οὐθὲν γίνεται, ἐνίοις δ’ αὐτῶν ἴδια νοσήματα ἐμπίπτει, οἷον γλάνις ὑπὸ κύνα μάλιστα διὰ τὸ μετέωρος νεῖν ἀστροβλής τε γίνεται καὶ ὑπὸ βροντῆς νεανικῆς καροῦται.
川や湖の魚については、これらにも伝染性の病気は全く発生しないが、それらの一部には特有の病気が発生する。 たとえばナマズは、特に大暑の時期に水面近くを泳ぐために日射病にかかり、また激しい雷によって気絶する。
Πάσχει δέ ποτε τοῦτο καὶ κυπρῖνος, ἧττον δέ.
コイも時々これを被るが、程度は軽い。
Οἱ δὲ γλάνεις ἐν τοῖς βραχέσι καὶ ὑπὸ δράκοντος τοῦ ὄφεως τυπτόμενοι ἀπόλλυνται πολλοί.
浅瀬にいるナマズは、蛇である水蛇に打たれて多くが死ぬ。
Ἐν δὲ τῷ βαλλιρῷ καὶ τίλωνι ἑλμὶς ἐγγινομένη ὑπὸ κύνα μετεωρίζει τε καὶ ἀσθενῆ ποιεῖ·
バリロスとティローンにおいては、大暑の時期に寄生虫が生じて水面へと浮き上がらせ、また弱らせる。
μετέωρος δὲ γινόμενος ὑπὸ τοῦ καύματος ἀπόλλυται.
そして水面に浮き上がった魚は熱気のために死ぬ。
Τῇ δὲ χαλκίδι νόσημα ἐμπίπτει νεανικόν·
カルキスには激しい病気が発生する。
φθεῖρες ὑπὸ τὰ βράγχια γιγνόμενοι πολλοὶ ἀναιροῦσιν.
鰓の下に多くのシラミが生じて、それらが魚を死に至らしめる。
Τῶν δ’ ἄλλων ἰχθύων οὐθενὶ οὐθὲν τοιοῦτόν ἐστι νόσημα.
他の魚にはこのような病気は全くない。
Ἀποθνήσκουσι δὲ οἱ ἰχθῦς τῷ πλόμῳ·
また、魚はプロモスによって死ぬ。
διὸ καὶ θηρεύουσιν οἱ μὲν ἄλλοι τοὺς ἐν τοῖς ποταμοῖς καὶ λίμναις πλομίζοντες, οἱ δὲ Φοίνικες καὶ τοὺς ἐν τῇ θαλάττῃ.
そのため、他の人々は川や湖の魚をプロモスで毒して捕らえ、フェニキア人は海の中の魚をも同様にして捕らえる。
Ποιοῦνται δέ τινες καὶ δύ’ ἄλλας θήρας τῶν ἰχθύων.
また、一部の人々は他に2つの方法で魚の漁を行う。
Διὰ γὰρ τὸ φεύγειν ἐν τῷ χειμῶνι τὰ βαθέα ἐν τοῖς ποταμοῖς (καὶ γὰρ ἄλλως τὸ πότιμον ὕδωρ ψυχρόν) ὀρύττουσι τάφρον εἰς τὸν ποταμὸν διὰ ξηροῦ·
冬に川の深いところを避けるため(そもそも淡水は冷たいからである)、陸地を通って川へとつながる溝を掘る。
εἶτα ταύτην καταστεγάσαντες χόρτῳ καὶ λίθοις οἷον γωλεὸν ποιοῦσιν, ἔκδυσιν ἔχοντα ἐκ τοῦ ποταμοῦ·
そしてこれを草や石で覆い、川からの出口を持つ巣穴のようなものを作る。
καὶ ὅταν πάγος ᾖ, ἐκ τούτου κύρτῳ θηρεύουσι τοὺς ἰχθῦς.
そして氷が張ったときに、この場所から筌で魚を捕らえる。
Καὶ ἄλλην δὲ θήραν ποιοῦνται ὁμοίως θέρους καὶ χειμῶνος·
また別の漁法を夏と冬に同様に行う。
ἐν μέσῳ τῷ ποταμῷ φρυγάνοις καὶ λίθοις περιφράξαντες ὅσον στόμα καταλείπουσιν·
川の真ん中に柴や石で囲いを作り、口だけを残しておく。
ἐν τούτῳ κύρτον ἐνθέντες θηρεύουσιν, περιελόντες τοὺς λίθους.
この隙間に筌を仕掛け、石を取り除いて魚を捕らえる。
Τῶν δ’ ὀστρακοδέρμων συμφέρει τοῖς ἄλλοις τὰ ἔπομβρα ἔτη, πλὴν ταῖς πορφύραις.
殻皮類にとっては、ポルピュラを除いて、他のものには雨の多い年が適している。
Σημεῖον δέ· ὅταν γὰρ τεθῇ οὗ ποταμὸς ἐξερεύγεται, καὶ γεύσωνται τοῦ ὕδατος, ἀποθνήσκουσιν αὐθημερόν.
その証拠に、川が注ぎ出るところにそれらが置かれ、その水を味わうと、その日のうちに死んでしまうからである。
Καὶ ζῇ δ’ ἡ πορφύρα, ὅταν θηρευθῇ, περὶ ἡμέρας πεντήκοντα.
またポルピュラは捕獲された後、50日ほど生きる。
Τρέφονται δ’ ὑπ’ ἀλλήλων·
それらは互いに栄養をとる。
ἐπιγίνεται γὰρ ἐπὶ τοῖς ὀστράκοις ὥσπερ φῦκός τι καὶ βρύον.
殻の上に藻や苔のようなものが生じるからである。
Ἃ δ’ ἐμβάλλουσιν εἰς τροφὴν αὐταῖς, τοῦ σταθμοῦ φασὶ χάριν εἶναι πρὸς τὸ πλέον ἕλκειν.
人々が彼女らに餌として与えるものは、重さを増やしてより多く引くためであると言われている。
Τοῖς δ’ ἄλλοις οἱ αὐχμοὶ ἀσύμφοροι·
他の殻皮類にとっては干ばつは不都合である。
ἐλάττω γὰρ καὶ χείρω γίνεται, καὶ οἱ πυρροὶ τότε γίνονται μᾶλλον κτένες.
より小さく、質が悪くなり、そのときには赤みを帯びたイタヤガイが多くなるからである。
Ἐν δὲ τῷ Πυρραίῳ ποτ’ εὐρίπῳ ἐξέλιπον οἱ κτένες οὐ μόνον διὰ τὸ ὄργανον ᾧ θηρεύοντες ἀνέξυον, ἀλλὰ καὶ διὰ τοὺς αὐχμούς.
かつてピュラのエウリポスにおいて、イタヤガイが絶滅したが、それは彼らが漁で海底を掻き取る道具のせいだけでなく、干ばつのせいでもあった。
Καὶ τοῖς ἄλλοις δ’ ὀστρακοδέρμοις τὰ ἔπομβρα ἔτη συμφέρει διὰ τὸ γλυκυτέραν γίγνεσθαι τὴν θάλατταν.
他の殻皮類にとっても雨の多い年が適しているのは、海の水がより甘くなるからである。
Ἐν δὲ τῷ Πόντῳ διὰ τὸ ψῦχος οὐ γίγνονται, οὐδ’ ἐν τοῖς ποταμοῖς ἀλλ’ ἢ ὀλίγα τῶν διθύρων·
ポントスでは寒さのためにそれらは生息せず、川でも二枚貝がごくわずかに生息するにすぎない。
τὰ δὲ μονόθυρα μάλιστα ἐν τοῖς πάγοις ἐμπήγνυται.
一枚貝は特に氷の中に凍りついてしまう。
Περὶ μὲν οὖν τὰ ἔνυδρα τῶν ζῴων τοῦτον ἔχει τὸν τρόπον·
水生動物については、このようになっている。