§8.2#2Διῃρημένων δὲ τῶν ζῴων εἰς τὸ ἔνυδρον καὶ πεζὸν τριχῶς, τῷ δέχεσθαι τὸν ἀέρα ἢ τὸ ὕδωρ, καὶ τῇ κράσει τῶν σωμάτων, τὸ δὲ τρίτον ταῖς τροφαῖς, ἀκολουθοῦσιν οἱ βίοι κατὰ ταύτας τὰς διαιρέσεις·
動物が水生と陸生とに三通りに――すなわち、空気または水を受け入れることによって、体の混合状態によって、そして三つ目には食物によって――区分されることに伴い、その生き方もまたこれらの区分に従っている。
τὰ μὲν γὰρ κατὰ τὴν κρᾶσιν καὶ τὴν τροφὴν ἀκολουθοῦσι, καὶ κατὰ τὸ δέχεσθαι τὸ ὕδωρ ἢ τὸν ἀέρα, τὰ δὲ τῇ κράσει καὶ τοῖς βίοις μόνον.
すなわち、あるものは混合状態と食物に従い、かつ水や空気を受け入れることにも従うが、他のものは混合状態と生き方のみに従うのである。
Τῶν μὲν οὖν ὀστρακοδέρμων ζῴων τὰ μὲν ἀκινητίζοντα τρέφεται τῷ ποτίμῳ·
さて、殻皮類のうち、動かないものは真水を食物とする。
διηθεῖται γὰρ διὰ τῶν πυκνῶν διὰ τὸ λεπτότερον εἶναι τῆς θαλάττης συμπεττομένης, ὥσπερ καὶ τὴν ἐξ ὑπαρχῆς λαμβάνει γένεσιν.
なぜなら、真水は、海水が凝縮するにつれてその海水よりも細かくなるために、殻の緻密な部分を通して濾過されるからであり、これはそれらがそもそも最初の生成を得るのと同様である。
Ὅτι δ’ ἐν τῇ θαλάττῃ πότιμον ἔνεστι καὶ τοῦτο διηθεῖσθαι δύναται, φανερόν ἐστιν·
海水の中に真水が含まれており、これが濾過されうるということは明らかである。
ἤδη γὰρ εἰληφέναι τούτου συμβέβηκε πεῖραν.
というのも、すでにこれについての試みがなされたことがあるからである。
Ἐὰν γάρ τις κήρινον πλάσας λεπτὸν ἀγγεῖον καὶ περιδήσας καθῇ εἰς τὴν θάλατταν κενόν, ἐν νυκτὶ καὶ ἡμέρᾳ λαμβάνει ὕδατος πλῆθος, καὶ τοῦτο φαίνεται πότιμον.
すなわち、もし誰かが蝋でできた薄い容器を形作り、それを縛って空のまま海に沈めると、一昼夜のうちに多くの水が得られ、これは真水であることがわかるのである。
Αἱ δ’ ἀκαλῆθαι τρέφονται ὅ τι ἂν προσπέσῃ ἰχθύδιον.
他方、イソギンチャクは、ぶつかってくるどんな小さな魚でも餌にする。
Ἔχει δὲ τὸ στόμα ἐν μέσῳ· δῆλον δὲ τοῦτο μάλιστ’ ἐστὶν ἐπὶ τῶν μεγάλων.
その口は中央にあり、これは大きなものにおいて最も明白である。
Ἔχει δ’ ὥσπερ τὰ ὄστρεα, ᾗ ὑποχωρεῖ ἔξω ἡ τροφή, πόρον.
また、貝類のように、食物の残りが外へと排出される孔を持っている。
Ἔστι δ’ οὗτος ἄνω·
この孔は上部にある。
ἔοικε γὰρ ἡ ἀκαλήφη ὥσπερ τὸ ἔσω εἶναι τῶν ὀστρέων τὸ σαρκῶδες, τῇ δὲ πέτρᾳ χρῆσθαι ὡς ὀστρέῳ.
なぜなら、イソギンチャクは、貝の内部の肉質の部分のようであり、岩を貝殻のように利用しているように見えるからである。
Καὶ αἱ λεπάδες δ’ ἀπολυόμεναι μεταχωροῦσι καὶ τρέφονται.
また、カサガイも岩から剥がれて移動し、餌を食べる。
Ὅσα δὲ κινητικά, τὰ μὲν ζῳοφαγοῦντα τρέφεται τοῖς μικροῖς ἰχθυδίοις, οἷον ἡ πορφύρα·
移動できるもののうち、動物食のものは小さな魚を餌とする。
σαρκοφάγον γάρ ἐστι, διὸ καὶ δελεάζεται τοῖς τοιούτοις·
例えばホネガイがそうであり、これは肉食であるため、そのようなもので誘き寄せられるのである。
τὰ δὲ καὶ τοῖς ἐν τῇ θαλάττῃ φυομένοις.
また、海中に生えるものを食べるものもある。
Αἱ δὲ χελῶναι αἱ θαλάττιαι τά τε κογχύλια νέμονται (ἔχουσι γὰρ τὸ στόμα ἰσχυρότερον πάντων· ὅτου γὰρ ἂν ἐπιλάβηται, ἢ λίθου ἢ ἄλλου ὁτουοῦν, ἀπεσθίει καὶ κατάγνυσιν), καὶ ἐξιοῦσα τὴν πόαν νέμεται.
ウミガメは貝類を餌とし(その口はあらゆるものの中で最も強力であり、石であれ他の何であれ、噛みついたものを食い千切り、砕いてしまうからである)、また陸に上がると草を食べる。
Πονοῦσι δὲ καὶ ἀπόλλυνται πολλάκις, ὅταν ἐπιπολάζουσαι ξηρανθῶσιν ὑπὸ τοῦ ἡλίου·
しかし、水面に浮かんでいるときに太陽によって乾燥させられると、しばしば苦しみ、死んでしまう。
καταφέρεσθαι γὰρ πάλιν οὐ δύνανται ῥᾳδίως.
再び潜ることが容易にはできなくなるからである。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ μαλακόστρακα·
軟甲類も同様の生き方をする。
καὶ γὰρ ταῦτα παμφάγα· καὶ γὰρ λίθους καὶ ἰλὺν καὶ φυκία νέμονται καὶ κόπρον, οἷον οἱ πετραῖοι τῶν καρκίνων, καὶ σαρκοφαγοῦσιν.
これらも雑食性であり、石、泥、藻、そして糞(例えば磯のカニなど)を食い、また肉食もするからである。
Οἱ δὲ κάραβοι κρατοῦσι μὲν καὶ τῶν μεγάλων ἰχθύων, καί τις συμβαίνει περιπέτεια τούτων ἐνίοις·
イセエビは大きな魚をも捕らえるが、これらエビ、タコ、アナゴの間にはある種の逆転劇が起こる。
τοὺς μὲν γὰρ καράβους οἱ πολύποδες κρατοῦσιν, ὥστε κἂν ὄντας πλησίον ἐν ταὐτῷ δικτύῳ αἴσθωνται, ἀποθνήσκουσιν οἱ κάραβοι διὰ τὸν φόβον·
すなわち、タコはイセエビを制圧するので、同じ網の中で近くにいるのを察知するだけで、イセエビは恐怖のために死んでしまう。
οἱ δὲ κάραβοι τοὺς γόγγρους·
しかしイセエビはアナゴを制圧する。
διὰ γὰρ τὴν τραχύτητα οὐκ ἐξολισθαίνουσιν αὐτῶν·
その殻の粗さのために、アナゴは彼らの手から滑り抜けられないからである。
οἱ δὲ γόγγροι τοὺς πολύποδας κατεσθίουσιν·
そしてアナゴはタコを食い尽くす。
οὐδὲν γὰρ αὐτοῖς διὰ τὴν λειότητα δύνανται χρῆσθαι.
タコはその滑らかさのために、彼らに対して何もすることができないからである。
Τὰ δὲ μαλάκια πάντα σαρκοφάγα ἐστίν.
軟体類はすべて肉食である。
Νέμονται δ’ οἱ κάραβοι τὰ ἰχθύδια θηρεύοντες παρὰ τὰς θαλάμας·
イセエビは巣穴の近くで小さな魚を狩って餌とする。
καὶ γὰρ ἐν τοῖς πελάγεσιν ἐν τοῖς τοιούτοις γίνονται τόποις οἳ ἂν ὧσι τραχεῖς καὶ λιθώδεις· ἐν τούτοις γὰρ ποιοῦνται καὶ τὰς θαλάμας·
海の中でも、粗く岩の多いそのような場所に生息するからであり、そのような場所に彼らは巣穴を作る。
ὅ τι δ’ ἂν λάβῃ, προσάγεται πρὸς τὸ στόμα τῇ δικρόᾳ χηλῇ καθάπερ οἱ καρκίνοι.
捕らえたものは何でも、カニのように二股の鋏で口へと運ぶ。
Βαδίζει δὲ κατὰ φύσιν μὲν εἰς τοὔμπροσθεν, ὅταν ἄφοβος ᾖ, καταβαλὼν τὰ κέρατα πλάγια·
恐れがないときは、触角を斜めに垂らして、本来の向きである前方へと歩く。
ὅταν δὲ φοβηθῇ, φεύγει ἀνάπαλιν καὶ μακρὰν ἐξακοντίζει.
しかし、恐れを抱くと、後方へと逃げ、遠くまで弾け飛ぶように進む。
Μάχονται δὲ πρὸς ἀλλήλους ὥσπερ οἱ κριοὶ τοῖς κέρασιν, ἐξαίροντες καὶ τύπτοντες·
彼らは、牡羊が角で戦うように、触角を掲げて叩き合って互いに戦う。
ὁρῶνται δὲ μετ’ ἀλλήλων καὶ ἀθρόοι πολλάκις ὥσπερ ἀγέλη.
また、しばしば群れのように、お互いに一塊になって見出される。
Τὰ μὲν οὖν μαλακόστρακα τοῦτον ζῇ τὸν τρόπον, τῶν δὲ μαλακίων αἱ τευθίδες καὶ αἱ σηπίαι κρατοῦσι καὶ τῶν μεγάλων ἰχθύων.
さて、軟甲類はこのように生きているが、軟体類のうち、ヤリイカやコウイカは大きな魚をも捕らえる。
Οἱ δὲ πολύποδες μάλιστα κογχύλια συλλέγοντες, ἐξαιροῦντες τὰ σαρκία τρέφονται τούτοις·
タコは主に貝類を集め、その肉を取り出してこれらを餌とする。
διὸ καὶ τοῖς ὀστράκοις οἱ θηρεύοντες γνωρίζουσι τὰς θαλάμας αὐτῶν.
それゆえ漁師たちはその貝殻によって、彼らの巣穴を見分けるのである。
Ὃ δὲ λέγουσί τινες, ὡς αὐτὸς αὑτὸν ἐσθίει, ψεῦδός ἐστιν·
一部の人々が、タコは自らの体を食べると言っているのは虚偽である。
ἀλλ’ ἀπεδηδεμένας ἔχουσιν ἔνιοι τὰς πλεκτάνας ὑπὸ τῶν γόγγρων.
実際には、アナゴによって触腕を食いちぎられているものがいるのである。
Οἱ δ’ ἰχθύες τοῖς μὲν κυήμασι τρέφονται πάντες, ὅταν οἱ χρόνοι καθήκωσιν οὗτοι, τὴν δ’ ἄλλην τροφὴν οὐ τὴν αὐτὴν ποιοῦνται πάντες.
魚類は、その時期が来ると、すべて卵を食べるが、その他の食物については皆が同じものを取るわけではない。
Οἱ μὲν γὰρ αὐτῶν εἰσὶ σαρκοφάγοι μόνον, οἷον τά τε σελάχη καὶ οἱ γόγγροι καὶ αἱ χάνναι καὶ οἱ θύννοι καὶ λάβρακες καὶ σινόδοντες καὶ ἄμιαι καὶ ὀρφοὶ καὶ μύραιναι·
というのも、彼らのうちあるものは肉食のみであり、例えば軟骨魚類、アナゴ、カンナ、マグロ、スズキ、シノドンス、アミア、オルフォス、ウツボがそうである。
αἱ δὲ τρίγλαι καὶ φυκίοις τρέφονται καὶ ὀστρέοις καὶ βορβόρῳ καὶ σαρκοφαγοῦσιν·
ヒメジは藻類、貝類、泥、そして肉をも食べる。
κέφαλοι δὲ τῷ βορβόρῳ, ὁ δὲ δάσκιλλος τῷ βορβόρῳ καὶ κόπρῳ, σκάρος δὲ καὶ μελάνουρος φυκίοις, ἡ δὲ σάλπη τῇ κόπρῳ καὶ φυκίοις·
ボラ(ケファロス)は泥を、ダスキルロスは泥と糞を、ブダイとメラヌロスは藻類を、サルペは糞と藻類を食べる。
βόσκεται δὲ καὶ τὸ πράσιον, θηρεύεται δὲ καὶ κολοκύνθῃ μόνη τῶν ἰχθύων.
サルペはまたアオサを食み、魚の中で唯一、カボチャで釣られる。
Ἀλληλοφαγοῦσι δὲ πάντες μὲν πλὴν κεστρέως, μάλιστα δ’ οἱ γόγγροι.
ボラ(ケストレウス)を除いて、すべての魚は互いに食い合うが、特にアナゴがそうである。