§8.2#3Ὁ δὲ κέφαλος καὶ ὁ κεστρεὺς ὅλως μόνοι οὐ σαρκοφαγοῦσιν·
ケファロスとケストレウスは、一般的に彼らだけがまったく肉食をしない。
σημεῖον δέ, οὔτε γὰρ ἐν τῇ κοιλίᾳ πώποτ’ ἔχοντες εἰλημμένοι εἰσὶ τοιοῦτον οὐδέν, οὔτε δελέατι χρῶνται πρὸς αὐτοὺς ζῴων σαρξὶν ἀλλὰ μάζῃ.
その証拠に、胃の中にそのようなものを一度も持っているところを捕らえられたことがなく、また彼らを釣るための餌として動物の肉が使われることもなく、練り餌が使われるからである。
Τρέφεται δὲ πᾶς κεστρεὺς φυκίοις καὶ ἄμμῳ.
すべてのケストレウスは藻類と砂を食べて育つ。
Ἔστι δ’ ὁ μὲν κέφαλος, ὃν καλοῦσί τινες χελῶνα, πρόσγειος, ὁ δὲ περαίας οὔ·
また、ある人々がカメと呼ぶケファロスは沿岸に生息するが、ペライアスと呼ばれるものはそうではない。
βόσκεται δ’ ὁ περαίας τὴν ἀφ’ αὑτοῦ μύξαν, διὸ καὶ νῆστίς ἐστιν ἀεί.
ペライアスは自ら分泌する粘液を食み、それゆえ常に空腹である。
Οἱ δὲ κέφαλοι νέμονται τὴν ἰλύν, διὸ καὶ βαρεῖς καὶ βλεννώδεις εἰσίν, ἰχθὺν δ’ ὅλως οὐκ ἐσθίουσιν·
ケファロスたちは泥を食み、それゆえ重く粘液にまみれており、魚はまったく食べない。
διά τε τὸ ἐν τῇ ἰλύϊ διατρίβειν ἐξανακολυμβῶσι πολλάκις, ἵνα περιπλύνωνται τὸ βλέννος.
泥の中に留まっているために、粘液を洗い流そうとしばしば水面に浮かび上がって泳ぐ。
Τὸν δὲ γόνον αὐτῶν οὐδὲν ἐσθίει τῶν θηρίων, διὸ γίγνονται πολλοί·
彼らの卵は野生動物のどれも食べないため、数が多くなる。
ἀλλ’ ὅταν αὐξηθῶσι, τότε κατεσθίονται ὑπό τε τῶν ἄλλων ἰχθύων καὶ μάλιστα ὑπὸ τοῦ ἀχάρνου.
しかし、成長すると、他の魚、特にアカルノスによって食い尽くされる。
Λαίμαργος δὲ μάλιστα τῶν ἰχθύων ὁ κεστρεύς ἐστι καὶ ἄπληστος, διὸ ἡ κοιλία περιτείνεται, καὶ ὅταν ᾖ μὴ νῆστις, φαῦλος·
魚の中でケストレウスは最も貪欲で大食いであり、それゆえ胃が張り裂けんばかりに膨らんでおり、空腹でないときは動きが鈍い。
ὅταν δὲ φοβηθῇ, κρύπτει τὴν κεφαλὴν ὡς ὅλον τὸ σῶμα κρύπτων.
また恐れを抱くと、体全体を隠しているつもりで頭を隠す。
Σαρκοφαγεῖ δὲ καὶ ὁ σινόδων, καὶ τὰ μαλάκια κατεσθίει.
シノドンスも肉食であり、軟体類を食い尽くす。
Πολλάκις δὲ καὶ οὗτος καὶ ἡ χάννα ἐκβάλλουσι τὰς κοιλίας διώκοντες τοὺς ἐλάττους ἰχθῦς, διὰ τὸ πρὸς τῷ στόματι τὰς κοιλίας τῶν ἰχθύων εἶναι καὶ στόμαχον μὴ ἔχειν.
しばしば、この魚やカンナは、より小さな魚を追いかけているときに胃を吐き出す。 これは、魚の胃が口の近くにあり、食道を持たないからである。
Τὰ μὲν οὖν, ὥσπερ εἴρηται, σαρκοφάγα μόνον ἐστίν, οἷον δελφὶς καὶ σινόδων καὶ χρύσοφρυς καὶ οἱ σελαχώδεις τῶν ἰχθύων καὶ τὰ μαλάκια·
さて、言われたように、あるものは肉食のみであり、例えばイルカ、シノドンス、クリュソプリュス、軟骨魚類の魚、そして軟体類である。
τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ νέμονται μὲν τὸν πηλὸν καὶ τὸ φῦκος καὶ τὸ βρύον καὶ τὸ καλούμενον καυλίον καὶ τὴν φυομένην ὕλην, οἷον φυκὶς καὶ κωβιὸς καὶ οἱ πετραῖοι·
他のものは大部分、泥、藻、コケ、いわゆるカウリオン、そして生い茂る水生植物を食む。 例えば、ピュキス、コビオス、そして岩礁の魚である。
ἡ δὲ φυκὶς ἄλλης μὲν σαρκὸς οὐχ ἅπτεται, τῶν δὲ καρίδων.
ピュキスは他の肉には手をつけず、小エビだけを食べる。
Πολλάκις δὲ καὶ ἀλλήλων ἅπτονται, καθάπερ εἴρηται, καὶ τῶν ἐλαττόνων οἱ μείζους.
また、すでに言われたように、しばしば彼らは互いに手をかけ、大きなものが小さなものを食べる。
Σημεῖον δ’ ὅτι σαρκοφαγοῦσιν· ἁλίσκονται γὰρ τοιούτοις δελέασιν.
彼らが肉食をするという証拠は、そのような餌で釣られるからである。
Καὶ ἄμια δὲ καὶ θυννὶς καὶ λάβραξ τὰ μὲν πολλὰ σαρκοφαγοῦσιν, ἅπτονται δὲ καὶ φυκίων.
また、アミア、雌マグロ、スズキは大部分は肉食をするが、藻類にも手をつける。
Ὁ δὲ σάργος ἐπινέμεται τῇ τρίγλῃ, καὶ ὅταν ἡ τρίγλη κινήσασα τὸν πηλὸν ἀπέλθῃ (δύναται γὰρ ὀρύττειν), ἐπικαταβὰς νέμεται καὶ τοὺς ἀσθενεστέρους ἑαυτοῦ κωλύει συνεπιβαίνειν.
サルゴスはヒメジの後に従って餌を食む。 ヒメジが泥を掘り起こして(泥を掘る能力があるからである)立ち去ると、そこに降りていって餌を食み、自分より弱いものが一緒にそこに入るのを妨げる。
Δοκεῖ δὲ τῶν ἰχθύων ὁ καλούμενος σκάρος μηρυκάζειν ὥσπερ τὰ τετράποδα μόνος.
魚の中で、いわゆるブダイだけが、四肢動物のように反芻すると考えられている。
Τοῖς μὲν οὖν ἄλλοις ἰχθύσιν ἡ θήρα τῶν ἡττόνων καταντικρὺ γίνεται τοῖς στόμασιν, ὅνπερ πεφύκασι τρόπον νεῖν·
さて、他の魚にとっては、自分より弱いものを捕らえることは、彼らが泳ぐように生まれついている通りに、口の真ん前で行われる。
οἱ δὲ σελαχώδεις καὶ οἱ δελφῖνες καὶ πάντες οἱ κητώδεις ὕπτιοι ἀναπίπτοντες λαμβάνουσιν·
しかし、軟骨魚類、イルカ、そしてすべてのクジラ類は、仰向けにひっくり返って獲物を捕らえる。
κάτω γὰρ τὸ στόμα ἔχουσιν.
彼らは口が下側にあるからである。
Διὸ σώζονται μᾶλλον οἱ ἐλάττους·
それゆえ、より小さな魚はむしろ助かる。
εἰ δὲ μή, πάμπαν ἂν ὀλίγοι δοκοῦσιν εἶναι·
そうでなければ、彼らは完全に少なくなってしまっているだろうと思われる。
καὶ γὰρ ἡ τοῦ δελφῖνος ὀξύτης καὶ δύναμις τοῦ φαγεῖν δοκεῖ εἶναι θαυμαστή.
というのも、イルカの俊敏さと食べる能力は驚くべきものと思われるからである。
Τῶν δ’ ἐγχελύων τρέφονται ὀλίγαι μέν τινες καὶ ἐνιαχοῦ καὶ τῇ ἰλύϊ καὶ σιτίοις, ἄν τις παραβάλλῃ, αἱ μέντοι πλεῖσται τῷ ποτίμῳ ὕδατι·
ウナギについては、少数のものが、またいくつかの場所で、泥や(もし誰かが与えれば)食物を食べて育つが、しかし大部分のものは真水で育つ。
καὶ τοῦτο τηροῦσιν οἱ ἐγχελυοτρόφοι ὅπως ὅτι μάλιστα καθαρὸν ᾖ, ἀπορρέον ἀεὶ καὶ ἐπιρρέον ἐπὶ πλαταμώνων·
そしてウナギの養殖業者たちは、この水が常に平らな石の上を流れ去り、また流れ込むことによって、できるだけ清浄であるように気を配る。
ἢ κονιῶνται τοὺς ἐγχελεῶνας.
あるいは、生け簀の壁を漆喰で塗る。
Ἀποπνίγονται γὰρ ταχύ, ἐὰν μὴ καθαρὸν ᾖ τὸ ὕδωρ·
水が清浄でなければ、それらはすぐに窒息してしまう。
ἔχουσι γὰρ τὰ βράγχια μικρά.
鰓が小さいからである。
Διόπερ ὅταν θηρεύωσι, ταράττουσι τὸ ὕδωρ·
それゆえ、人々がウナギを捕らえるときには、水をかき混ぜる。
καὶ ἐν τῷ Στρυμόνι δὲ περὶ Πλειάδας ἁλίσκονται·
またストリュモン川では、プレアデス星団の時期に捕らえられる。
τότε γὰρ ἀναθολοῦται τὸ ὕδωρ καὶ ὁ πηλὸς ὑπὸ πνευμάτων γινομένων ἐναντίων·
その時期には、逆風が吹くことによって水と泥が濁るからである。
εἰ δὲ μή, συμφέρει ἡσυχίαν ἔχειν.
そうでなければ、静かにしているのが好都合である。
Ἀποθανοῦσαι δ’ αἱ ἐγχέλυς οὐκ ἐπιπολάζουσιν οὐδὲ φέρονται ἄνω, ὥσπερ οἱ πλεῖστοι τῶν ἰχθύων·
死んだウナギは、大部分の魚のように水面に浮かび上がったり、上に漂ったりしない。
ἔχουσι γὰρ τὴν κοιλίαν μικράν.
胃が小さいからである。
Δημὸν δ’ ὀλίγαι μὲν ἔχουσιν, αἱ δὲ πλεῖσται οὐκ ἔχουσιν.
脂肪はわずかのものだけが持っており、大部分のものは持っていない。
Ζῶσι δ’ ἐκ τοῦ ὑγροῦ ἀφαιρούμεναι ἡμέρας καὶ πέντε καὶ ἕξ, καὶ βορείων μὲν ὄντων πλείους, νοτίων δ’ ἐλάττους.
水から取り出されても5日か6日は生きる。 北風が吹いているときはより長く、南風のときはより短い。
Καὶ μεταβαλλόμεναι τοῦ θέρους εἰς τοὺς ἐγχελυῶνας ἐκ τῶν λιμνῶν ἀποθνήσκουσι, χειμῶνος δ’ οὔ.
夏に、湖から養殖生け簀へと移されると死んでしまうが、冬には死なない。
Καὶ τὰς μεταβολὰς δ’ οὐχ ὑπομένουσι τὰς ἰσχυράς, οἷον καὶ τοῖς φέρουσιν ἐὰν βάπτωσιν εἰς ψυχρόν·
また急激な変化にも耐えられない。 例えば、運ぶ人々が冷たい水に浸すような場合である。
ἀπόλλυνται γὰρ ἀθρόαι πολλάκις.
しばしば一斉に死んでしまうからである。
Ἀποπνίγονται δὲ καὶ ἐὰν ὀλίγῳ ὕδατι τρέφωνται.
また、少ない水で飼育されると窒息する。
Τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει ἰχθύων·
これと同じことが他の魚にも起こる。
ἀποπνίγονται γὰρ ἐν τῷ αὐτῷ ὕδατι καὶ ὀλίγῳ ἀεὶ ὄντες, ὥσπερ καὶ τὰ ἀναπνέοντα, ἐὰν περιπωμασθῇ ὀλίγος ἀήρ.
同じ、かつ常に少ない水の中にいると、呼吸する動物がわずかな空気が密閉されたときに窒息するのと同様に、窒息するのである。
Ζῶσι δ’ ἔνιαι ἐγχέλυς καὶ ἑπτὰ καὶ ὀκτὼ ἔτη.
ウナギの中には7年も8年も生きるものもいる。
Τροφῇ δὲ καὶ οἱ ποτάμιοι χρῶνται ἀλλήλους τ’ ἐσθίοντες καὶ βοτάνας καὶ ῥίζας, κἄν τι ἐν τῷ βορβόρῳ λάβωσιν.
川のウナギも、互いを食べたり、草や根、また泥の中で手に入るものを食べたりして食物とする。
Νέμονται δὲ μᾶλλον τῆς νυκτός, τὴν δ’ ἡμέραν εἰς τὰ βαθέα ὑποχωροῦσιν.
主に夜間に餌を食み、昼間は深いところへと退く。