Humanitext Reader

アリストテレス · 動物誌 §8.19

魚類の生育環境と雨水の影響および季節による健康

144 / 189 箇所 · ギリシア語

要旨

魚類の大部分が雨の多い年や川・湖などの淡水に近い環境を好むこと、および寒さに弱い種類があることを説明し、その生息適地、活動時間、疾病の有無について論じる。

§8.19Τῶν δ’ ἰχθύων τὸ πλεῖστον γένος εὐθηνεῖ μᾶλλον, ὥσπερ εἴρηται πρότερον, ἐν τοῖς ἐπομβρίοις ἔτεσιν·
魚類の大部分の属は、前に言われたように、雨の多い年により繁栄する。
οὐ γὰρ μόνον τότε πλείω τροφὴν ἔχουσιν, ἀλλὰ καὶ ὅλως τὸ ὄμβριον συμφέρει, καθάπερ καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις·
というのも、そのとき彼らは単により多くの食物を得るだけでなく、全体として雨水が有益だからであり、それは大地から生える植物にとっても同様である。
καὶ γὰρ τὰ λάχανα καίπερ ἀρδευόμενα ὅμως ἐπιδίδωσιν ὑόμενα πλέον.
実際、野菜は水を撒かれていても、雨が降るとよりいっそう成長する。
Τὸ δ’ αὐτὸ καὶ οἱ κάλαμοι πάσχουσιν οἱ πεφυκότες ἐν ταῖς λίμναις· οὐθὲν γὰρ ὡς εἰπεῖν αὐξάνονται μὴ γινομένων ὑδάτων.
湖に生えている葦も同様であり、雨が降らなければ、言うなればまったく成長しない。
Σημεῖον δὲ καὶ τὸ τοὺς πλείστους τῶν ἰχθύων εἰς τὸν Πόντον ἐκτοπίζειν θεριοῦντας·
その証拠に、魚の大部分が夏を過ごすためにポントスへと移動することが挙げられる。
διὰ γὰρ τὸ πλῆθος τῶν ποταμῶν γλυκύτερον τὸ ὕδωρ, καὶ τροφὴν οἱ ποταμοὶ καταφέρουσι πολλήν.
川の数が多いために水がより甘く、また川が多くの食物を運んでくるからである。
Ἔτι δὲ καὶ εἰς τοὺς ποταμοὺς ἀναπλέουσι πολλοὶ τῶν ἰχθύων, καὶ εὐθηνοῦσιν ἐν τοῖς ποταμοῖς καὶ ἐν ταῖς λίμναις, οἷον ἄμια καὶ κεστρεύς.
さらに、多くの魚が川へと遡上し、川や湖で繁栄する。 たとえばアミアやケストレウスがそうである。
Γίνονται δὲ καὶ οἱ κωβιοὶ πίονες ἐν τοῖς ποταμοῖς·
ハゼも川で太る。
καὶ ὅλως τὰ εὔλιμνα τῶν χωρίων ἀρίστους ἔχει ἰχθῦς.
一般に、良い湖のある地方は最良の魚を産する。
Αὐτῶν δὲ τῶν ὑδάτων οἱ θερινοὶ ὄμβροι μᾶλλον συμφέρουσι τοῖς πλείστοις ἰχθύσι, καὶ ὅταν τὸ ἔαρ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον γένηται ἔπομβρον, ὁ δὲ χειμὼν εὐδιεινός.
水そのものについては、夏の雨が大部分の魚にとってより有益であり、春と夏と秋に雨が多く、冬が穏やかであるときがそうである。
Ὡς δ’ εἰπεῖν ὅλως ὅταν καὶ κατὰ τοὺς ἀνθρώπους εὐετηρία ᾖ, καὶ τοῖς πλείστοις ἰχθύσι συμβαίνει εὐημερεῖν.
端的に言えば、人間にとって豊作の年であるとき、大部分の魚にとっても繁栄することが多い。
Ἐν δὲ τοῖς ψυχροῖς τόποις οὐκ εὐθηνοῦσιν.
しかし寒い場所では繁栄しない。
Μάλιστα δὲ πονοῦσιν ἐν τοῖς χειμῶσιν οἱ ἔχοντες λίθον ἐν τῇ κεφαλῇ, οἷον χρόμις, λάβραξ, σκίαινα, φάγρος·
特に冬に苦しむのは、頭の中に石を持つ魚であり、たとえばクロミス、ラブラクス、スキアイナ、パグロスなどである。
διὰ γὰρ τὸν λίθον ὑπὸ τοῦ ψύχους καταπήγνυνται καὶ ἐκπίπτουσιν.
頭の中の石のために、寒さによって凍りついてしまい、浜に打ち上げられるからである。
Τοῖς μὲν οὖν πλείστοις ἰχθύσι συμφέρει μᾶλλον, κεστρεῖ δὲ καὶ κεφάλῳ καὶ ὃν καλοῦσί τινες μύρινον τοὐναντίον·
このように、大部分の魚にとってはより有益であるが、ケストレウス、ケファロス、および一部の人がミュリノスと呼ぶ魚にとっては逆である。
ὑπὸ γὰρ τῶν ὀμβρίων ὑδάτων ἀποτυφλοῦνται οἱ πολλοὶ αὐτῶν θᾶττον, ἂν λίαν ὑπερβάλλωσιν.
雨水があまりに過度になると、彼らの多くはより早く盲目になるからである。
Εἰώθασι γὰρ πάσχειν αὐτὸ οἱ κέφαλοι ἐν τοῖς χειμῶσι μᾶλλον·
ボラは冬にこのようになりやすい。
γίνεται γὰρ τὰ ὄμματα αὐτῶν λευκά, καὶ ἁλίσκονται τότε λεπτοί, καὶ τέλος ἀπόλλυνται πάμπαν.
彼らの目は白くなり、そのときには痩せて捕らえられ、最後には完全に死んでしまう。
Ἔοικε δ’ οὐ διὰ τὴν ὑπερομβρίαν τοῦτο πάσχειν μᾶλλον, ἀλλὰ διὰ τὸ ψῦχος·
しかし、これは過度の雨のためというより、寒さのためであると思われる。
ἤδη γοῦν καὶ ἄλλοθι καὶ περὶ Ναυπλίαν τῆς Ἀργείας περὶ τὸ τέναγος πολλοὶ τυφλοὶ ἐλήφθησαν ἰσχυροῦ γενομένου ψύχους·
実際すでに他所でも、またアルゴリス地方のナウプリアの湿地周辺でも、厳しい寒さが生じたときに多くの盲目の魚が捕らえられた。
ἐλήφθησαν δὲ πολλοὶ καὶ λευκὴν ἔχοντες τὴν ὄψιν.
また、目が白くなっているものも多く捕らえられた。
Πονεῖ δὲ τοῦ χειμῶνος καὶ ὁ χρύσοφρυς, τοῦ δὲ θέρους ὁ ἀχάρνας, καὶ γίνεται λεπτός.
また冬にはクリュソフリュスが、夏にはアカルナスが苦しみ、痩せる。
Συμφέρει δὲ τοῖς κορακίνοις ὡς εἰπεῖν παρὰ τοὺς ἄλλους ἰχθῦς τὰ αὐχμώδη μᾶλλον τῶν ἐτῶν·
コラキノスにとっては、他の魚とは異なり、乾燥した年の方がむしろ有益である。
καὶ τούτοις δὲ διὰ τὸ συμβαίνειν ἀλέαν μᾶλλον ἐν τοῖς αὐχμοῖς.
これには、乾燥した年にはより暖かくなることが関係している。
Τόποι δ’ ἑκάστοις συμφέρουσι πρὸς εὐθηνίαν, ὅσα μέν ἐστι φύσει παράγεια ἢ πελάγια, ἐν ἑκατέρῳ τούτων, ὅσα δ’ ἐπαμφοτερίζει, ἐν ἀμφοτέροις·
それぞれの魚が繁栄するのに適した場所は、本来沿岸性のものであれ外洋性のものであれ、それぞれの場所に、両方にまたがるものは両方に適している。
εἰσὶ δέ τινες καὶ ἴδιοι τόποι ἑκάστοις ἐν οἷς εὐθηνοῦσιν.
また、それぞれが繁栄する固有の場所もある。
Ὡς δ’ ἁπλῶς εἰπεῖν οἱ φυκώδεις συμφέρουσιν·
端的に言えば、藻の多い場所が有益である。
πιότεροι γοῦν ἐν τοῖς τοιούτοις ἁλίσκονται, ὅσοι παντοδαποὺς νέμονται τόπους·
そのような場所では、あらゆる場所に生息する魚であっても、より太った状態で捕らえられる。
οἱ μὲν γὰρ φυκιοφάγοι τροφῆς εὐποροῦσιν, οἱ δὲ σαρκοφάγοι πλείοσιν ἐντυγχάνουσιν ἰχθύσιν.
藻を食べる魚は食物に事欠かず、肉食の魚はより多くの魚に出会うからである。
Διαφέρουσι δὲ καὶ τὰ βόρεια καὶ τὰ νότια·
北風の吹く場所と南風の吹く場所でも異なる。
τὰ γὰρ μακρὰ μᾶλλον εὐθηνεῖ ἐν τοῖς βορείοις, καὶ τοῦ θέρους ἁλίσκονται ἐπὶ τοῦ αὐτοῦ χωρίου πλείους τοῖς βορείοις τῶν μακρῶν καὶ τῶν πλατέων.
細長い魚は北風のときにむしろ繁栄し、夏には同じ場所で、南風のときよりも北風のときの方が多くの細長い魚や平たい魚が捕らえられる。
Οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν·
マグロとカジキは、ドッグ・スターが昇る頃に狂乱する。
ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἷον σκωλήκιον τὸ καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης·
両者はその時期、鰭のそばにオいストロスと呼ばれる、サソリに似てクモほどの大きさの寄生虫を持つからである。
ποιοῦσι δὲ ταῦτα πόνον τοιοῦτον ὥστ’ ἐξάλλεσθαι οὐκ ἔλαττον ἐνίοτε τὸν ξιφίαν τοῦ δελφῖνος, διὸ καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσιν.
これが激しい苦痛を与えるため、カジキは時にイルカに劣らず高く跳ね上がり、そのため船にぶつかることもしばしばである。
Χαίρουσι δ’ οἱ θύννοι μάλιστα τῶν ἰχθύων τῇ ἀλέᾳ, καὶ πρὸς τὴν ἄμμον τὴν πρὸς τῇ γῇ προσχωροῦσι τῆς ἀλέας ἕνεκεν, ὅτι θερμαίνονται, καὶ ἄνω ἐπιπολάζουσιν.
マグロは魚の中でも特に暖かさを好み、暖かさを求めて陸の近くの砂地に近づく。 温められるからであり、また水面に浮き上がる。
Τὰ δὲ μικρὰ τῶν ἰχθυδίων σώζεται διὰ τὸ παρορασθαι·
小さな魚は、見過ごされることによって命を救われる。
διώκουσι γὰρ τὰ μείζω οἱ μεγάλοι.
大きな魚はより大きな獲物を追いかけるからである。
Τῶν δ’ ᾠῶν καὶ τοῦ γόνου διαφθείρεται τὸ πολὺ διὰ τὰς ἀλέας·
魚の卵や稚魚の多くは、暑さによって台無しになる。
οὗ γὰρ ἂν ἐφάψωνται, πᾶν τοῦτο λυμαίνονται.
というのも、陽光が触れるところすべてを彼らは損なうからである。
Ἁλίσκονται δὲ μάλιστα οἱ ἰχθύες πρὸ ἡλίου ἀνατολῆς καὶ μετὰ τὴν δύσιν, ὅλως δὲ περὶ δυσμὰς ἡλίου καὶ ἀνατολάς·
魚が最もよく捕れるのは日の出前と日没後であり、一般に日の入りと日の出のころである。
οὗτοι γὰρ λέγονται εἶναι ὡραῖοι βόλοι, διὸ καὶ τὰ δίκτυα ταύτην τὴν ὥραν ἀναιροῦνται οἱ ἁλιεῖς.
これらは良い漁の時と言われ、そのため漁師はこの時間に網を引き揚げる。
Μάλιστα γὰρ ἀπατῶνται οἱ ἰχθύες τῇ ὄψει κατὰ τούτους τοὺς καιρούς·
魚はこの時期、視覚によって最も騙されやすいからである。
τῆς μὲν γὰρ νυκτὸς ἡσυχάζουσι, πλείονος δὲ γινομένου τοῦ φωτὸς μᾶλλον ὁρῶσιν.
夜間は静止しており、光が増すとよりよく見えるようになるからである。
Νόσημα δὲ λοιμῶδες μὲν οὐδὲν εἰς τοὺς ἰχθῦς φαίνεται ἐμπῖπτον, οἷον ἐπὶ τῶν ἀνθρώπων συμβαίνει πολλάκις καὶ τῶν ζῳοτόκων καὶ τετραπόδων εἰς ἵππους καὶ βοῦς, καὶ τῶν ἄλλων εἰς ἔνια καὶ ἥμερα καὶ ἄγρια·
魚には、人間や、あるいは馬や牛などの胎生四肢動物、また他の動物の一部の、家畜や野生動物にしばしば見られるような、伝染病は発生しないようである。
νοσεῖν μέντοι γε δοκοῦσιν·
しかし、病気になることはあるようである。
τεκμαίρονται δ’ οἱ ἁλιεῖς τῷ ἐνίους ἁλίσκεσθαι λεπτοὺς καὶ ἠσθενηκόσιν ὁμοίους καὶ τὸ χρῶμα μεταβεβληκότας ἐν πολλοῖς καὶ πίοσιν ἑαλωκότας καὶ τῷ γένει τῷ αὐτῷ.
漁師たちは、同じ種類で多くの太った魚が捕れる中で、一部の魚が痩せて弱っており、色が変わっているのを見て、そう推測している。
Περὶ μὲν οὖν τῶν θαλαττίων τοῦτον ἔχει τὸν τρόπον·
海水魚についてはこのようになっている。

語釈・文法注

  1. 8.19καίπερ ἀρδευόμενα — 譲歩を導く接続詞 `καίπερ` を伴う受動態現在分詞 `ἀρδευόμενα`(「水を撒かれているにもかかわらず」)が、続く条件または時間を表す現在分詞 `ὑόμενα`(「雨が降る時に」)と対比的に用いられている。
  2. 8.19τὸ τοὺς πλείστους τῶν ἰχθύων εἰς τὸν Πόντον ἐκτοπίζειν — 定冠詞 `τὸ` によって名詞化された対格不定詞構文。`τοὺς πλείστους` は不定詞 `ἐκτοπίζειν` の意味上の主語(対格)であり、名詞句全体が `Σημεῖον δὲ [ἐστι]` の主語または主格補語として機能している。さらに `θεριοῦντας` は目的を表す現在分詞である。
  3. 8.19ὅσα μέν ἐστι φύσει παράγεια ἢ πελάγια — 構造上の省略。主節の動詞 `εὐθηνεῖ`(繁栄する)が省略されており、「本来沿岸性または外洋性であるものは、これら[の場所]のそれぞれにおいて[繁栄し]、両義的なものは両方において[繁栄する]」と補って理解する。
  4. 8.19διὰ τὸ συμβαίνειν ἀλέαν μᾶλλον — 原因を表す前置詞 `διά` + 冠詞付き不定詞の対格 `τὸ συμβαίνειν`。「〜ということが生じるために」の意味で、自動詞 `συμβαίνειν` が非人称的に用いられ、その意味上の主語として対格 `ἀλέαν`(暖かさ)が置かれている。

この箇所を引用する

アリストテレス, 動物誌 §8.19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。