Humanitext Reader

亚里士多德 · 动物志 §8.19

鱼类的生长环境与雨水及季节性健康

第 144 段,共 189 段 · 希腊语

内容简介

本节说明大多数鱼类在多雨年份及接近淡水的环境中更为繁盛,详细阐述易受寒冷或特定季节影响的鱼类,并讨论它们的适宜栖息地、捕捞时间及疾病情况。

§8.19Τῶν δ’ ἰχθύων τὸ πλεῖστον γένος εὐθηνεῖ μᾶλλον, ὥσπερ εἴρηται πρότερον, ἐν τοῖς ἐπομβρίοις ἔτεσιν· οὐ γὰρ μόνον τότε πλείω τροφὴν ἔχουσιν, ἀλλὰ καὶ ὅλως τὸ ὄμβριον συμφέρει, καθάπερ καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις·
正如前文所述,大多数鱼类在多雨的年份更为繁盛;因为它们在那个时候不仅能获得更多的食物,而且总体来说雨水也是有益的,就像对从土地里生长出来的植物一样。
καὶ γὰρ τὰ λάχανα καίπερ ἀρδευόμενα ὅμως ἐπιδίδωσιν ὑόμενα πλέον.
事实上,蔬菜即使浇了水,在下雨时也会长得更快。
Τὸ δ’ αὐτὸ καὶ οἱ κάλαμοι πάσχουσιν οἱ πεφυκότες ἐν ταῖς λίμναις· οὐθὲν γὰρ ὡς εἰπεῖν αὐξάνονται μὴ γινομένων ὑδάτων.
生长在湖泊中的芦苇也是如此;可以说,如果不下雨,它们就完全不生长。
Σημεῖον δὲ καὶ τὸ τοὺς πλείστους τῶν ἰχθύων εἰς τὸν Πόντον ἐκτοπίζειν θεριοῦντας· διὰ γὰρ τὸ πλῆθος τῶν ποταμῶν γλυκύτερον τὸ ὕδωρ, καὶ τροφὴν οἱ ποταμοὶ καταφέρουσι πολλήν.
这一点的证据是,大多数鱼类会迁移到蓬托斯去度过夏天;因为河流众多,那里的水更甜,而且河流带来了丰富的食物。
Ἔτι δὲ καὶ εἰς τοὺς ποταμοὺς ἀναπλέουσι πολλοὶ τῶν ἰχθύων, καὶ εὐθηνοῦσιν ἐν τοῖς ποταμοῖς καὶ ἐν ταῖς λίμναις, οἷον ἄμια καὶ κεστρεύς.
此外,许多鱼类还会溯河而上,在河流和湖泊中繁盛,例如鲣鱼和鲻鱼。
Γίνονται δὲ καὶ οἱ κωβιοὶ πίονες ἐν τοῖς ποταμοῖς· καὶ ὅλως τὰ εὔλιμνα τῶν χωρίων ἀρίστους ἔχει ἰχθῦς.
虾虎鱼在河流中也会变肥;总之,湖泊优良的地方产出最好的鱼类。
Αὐτῶν δὲ τῶν ὑδάτων οἱ θερινοὶ ὄμβροι μᾶλλον συμφέρουσι τοῖς πλείστοις ἰχθύσι, καὶ ὅταν τὸ ἔαρ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον γένηται ἔπομβρον, ὁ δὲ χειμὼν εὐδιεινός.
在这些水域中,夏季的雨水对大多数鱼类更有利,尤其是当春、夏、秋季多雨而冬季晴朗温暖时。
Ὡς δ’ εἰπεῖν ὅλως ὅταν καὶ κατὰ τοὺς ἀνθρώπους εὐετηρία ᾖ, καὶ τοῖς πλείστοις ἰχθύσι συμβαίνει εὐημερεῖν.
总的来说,当人类获得丰收时,大多数鱼类也往往更为繁盛。
Ἐν δὲ τοῖς ψυχροῖς τόποις οὐκ εὐθηνοῦσιν.
然而在寒冷的地方,它们无法繁盛。
Μάλιστα δὲ πονοῦσιν ἐν τοῖς χειμῶσιν οἱ ἔχοντες λίθον ἐν τῇ κεφαλῇ, οἷον χρόμις, λάβραξ, σκίαινα, φάγρος· διὰ γὰρ τὸν λίθον ὑπὸ τοῦ ψύχους καταπήγνυνται καὶ ἐκπίπτουσιν.
在冬季受苦最深的是那些头里有石头的鱼,例如染色鱼、鲈鱼、石首鱼、赤鲷;因为由于这块石头,它们在寒冷中会被冻僵并被冲上岸。
Τοῖς μὲν οὖν πλείστοις ἰχθύσι συμφέρει μᾶλλον, κεστρεῖ δὲ καὶ κεφάλῳ καὶ ὃν καλοῦσί τινες μύρινον τοὐναντίον· ὑπὸ γὰρ τῶν ὀμβρίων ὑδάτων ἀποτυφλοῦνται οἱ πολλοὶ αὐτῶν θᾶττον, ἂν λίαν ὑπερβάλλωσιν.
因此,尽管对大多数鱼类来说雨水更有利,但对于鲻鱼、鲃鱼以及某些人称为妙里诺斯的鱼来说,情况正好相反;因为如果雨水过于泛滥,它们中的大多数会更快失明。
Εἰώθασι γὰρ πάσχειν αὐτὸ οἱ κέφαλοι ἐν τοῖς χειμῶσι μᾶλλον· γίνεται γὰρ τὰ ὄμματα αὐτῶν λευκά, καὶ ἁλίσκονται τότε λεπτοί, καὶ τέλος ἀπόλλυνται πάμπαν.
鲻鱼在冬季更容易遭受这种情况;它们的眼睛会变白,那时捕获的鱼会变瘦,最终完全死亡。
Ἔοικε δ’ οὐ διὰ τὴν ὑπερομβρίαν τοῦτο πάσχειν μᾶλλον, ἀλλὰ διὰ τὸ ψῦχος· ἤδη γοῦν καὶ ἄλλοθι καὶ περὶ Ναυπλίαν τῆς Ἀργείας περὶ τὸ τέναγος πολλοὶ τυφλοὶ ἐλήφθησαν ἰσχυροῦ γενομένου ψύχους· ἐλήφθησαν δὲ πολλοὶ καὶ λευκὴν ἔχοντες τὴν ὄψιν.
但这似乎并不是因为过多的雨水,而是因为寒冷;实际上,在其他地方以及在阿哥利斯地区纳夫普利奥附近的沼泽周围,当发生严寒时,人们捕获了许多失明的鱼;捕获的许多鱼的眼睛也是呈白色的。
Πονεῖ δὲ τοῦ χειμῶνος καὶ ὁ χρύσοφρυς, τοῦ δὲ θέρους ὁ ἀχάρνας, καὶ γίνεται λεπτός.
金头鲷在冬季受苦,而阿卡纳斯鱼在夏季受苦并变瘦。
Συμφέρει δὲ τοῖς κορακίνοις ὡς εἰπεῖν παρὰ τοὺς ἄλλους ἰχθῦς τὰ αὐχμώδη μᾶλλον τῶν ἐτῶν· καὶ τούτοις δὲ διὰ τὸ συμβαίνειν ἀλέαν μᾶλλον ἐν τοῖς αὐχμοῖς.
对于乌塘鳢来说,与其它鱼类相反,干旱的年份更为有利;对它们而言,这是因为干旱时通常更为温暖。
Τόποι δ’ ἑκάστοις συμφέρουσι πρὸς εὐθηνίαν, ὅσα μέν ἐστι φύσει παράγεια ἢ πελάγια, ἐν ἑκατέρῳ τούτων, ὅσα δ’ ἐπαμφοτερίζει, ἐν ἀμφοτέροις· εἰσὶ δέ τινες καὶ ἴδιοι τόποι ἑκάστοις ἐν οἷς εὐθηνοῦσιν.
各种鱼类都有其适宜繁盛的场所:那些天生属于沿岸或远洋的鱼类在各自的场所繁盛,而那些两者皆宜的则在两处都繁盛;此外每种鱼也有其独特的繁盛场所。
Ὡς δ’ ἁπλῶς εἰπεῖν οἱ φυκώδεις συμφέρουσιν· πιότεροι γοῦν ἐν τοῖς τοιούτοις ἁλίσκονται, ὅσοι παντοδαποὺς νέμονται τόπους·
简单来说,多水草的地方是有益的;至少在这些地方捕获的鱼更肥,即使是那些在各种场所觅食的鱼也是如此。
οἱ μὲν γὰρ φυκιοφάγοι τροφῆς εὐποροῦσιν, οἱ δὲ σαρκοφάγοι πλείοσιν ἐντυγχάνουσιν ἰχθύσιν.
因为那些食草的鱼有丰富的食物,而食肉的鱼则能遇到更多的鱼。
Διαφέρουσι δὲ καὶ τὰ βόρεια καὶ τὰ νότια· τὰ γὰρ μακρὰ μᾶλλον εὐθηνεῖ ἐν τοῖς βορείοις, καὶ τοῦ θέρους ἁλίσκονται ἐπὶ τοῦ αὐτοῦ χωρίου πλείους τοῖς βορείοις τῶν μακρῶν καὶ τῶν πλατέων.
北风和南风的地区也有所不同;细长的鱼在北风地区更为繁盛,在夏季,由于北风,在同一区域捕获的细长和扁平的鱼比由于南风捕获的更多。
Οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν· ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἷον σκωλήκιον τὸ καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης· ποιοῦσι δὲ ταῦτα πόνον τοιοῦτον ὥστ’ ἐξάλλεσθαι οὐκ ἔλαττον ἐνίοτε τὸν ξιφίαν τοῦ δελφῖνος, διὸ καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσιν.
金枪鱼和剑鱼在天狼星升起时会因痛苦而狂乱;因为此时它们在鳍旁都有一种被称为狂蝇的小虫,类似于蝎子,大小如蜘蛛;这些小虫引起极大的痛苦,以至于剑鱼有时跳得不比海豚低,因此它们也经常撞上船只。
Χαίρουσι δ’ οἱ θύννοι μάλιστα τῶν ἰχθύων τῇ ἀλέᾳ, καὶ πρὸς τὴν ἄμμον τὴν πρὸς τῇ γῇ προσχωροῦσι τῆς ἀλέας ἕνεκεν, ὅτι θερμαίνονται, καὶ ἄνω ἐπιπολάζουσιν.
在所有鱼类中,金枪鱼最喜欢温暖,为了温暖它们会靠近岸边的沙滩,因为在那里能暖和起来,而且它们会浮在水面上。
Τὰ δὲ μικρὰ τῶν ἰχθυδίων σώζεται διὰ τὸ παρορασθαι· διώκουσι γὰρ τὰ μείζω οἱ μεγάλοι.
小鱼则因被忽视而得以保全;因为大鱼追求的是更大的猎物。
Τῶν δ’ ᾠῶν καὶ τοῦ γόνου διαφθείρεται τὸ πολὺ διὰ τὰς ἀλέας· οὗ γὰρ ἂν ἐφάψωνται, πᾶν τοῦτο λυμαίνονται.
大部分的鱼卵和幼鱼因炎热而被毁坏;因为阳光接触到的地方,它们都会被破坏。
Ἁλίσκονται δὲ μάλιστα οἱ ἰχθύες πρὸ ἡλίου ἀνατολῆς καὶ μετὰ τὴν δύσιν, ὅλως δὲ περὶ δυσμὰς ἡλίου καὶ ἀνατολάς· οὗτοι γὰρ λέγονται εἶναι ὡραῖοι βόλοι, διὸ καὶ τὰ δίκτυα ταύτην τὴν ὥραν ἀναιροῦνται οἱ ἁλιεῖς.
鱼类最容易在日出前和日落后被捕获,总体上是在日落和日出前后;因为这些时间被称为合宜的渔汛,所以渔民在这个时间收网。
Μάλιστα γὰρ ἀπατῶνται οἱ ἰχθύες τῇ ὄψει κατὰ τούτους τοὺς καιρούς· τῆς μὲν γὰρ νυκτὸς ἡσυχάζουσι, πλείονος δὲ γινομένου τοῦ φωτὸς μᾶλλον ὁρῶσιν.
因为在这些时候,鱼类的视觉最容易被欺骗;因为它们在夜间保持安静,而当光线变强时,它们看得更清楚。
Νόσημα δὲ λοιμῶδες μὲν οὐδὲν εἰς τοὺς ἰχθῦς φαίνεται ἐμπῖπτον, οἷον ἐπὶ τῶν ἀνθρώπων συμβαίνει πολλάκις καὶ τῶν ζῳοτόκων καὶ τετραπόδων εἰς ἵππους καὶ βοῦς, καὶ τῶν ἄλλων εἰς ἔνια καὶ ἥμερα καὶ ἄγρια· νοσεῖν μέντοι γε δοκοῦσιν· τεκμαίρονται δ’ οἱ ἁλιεῖς τῷ ἐνίους ἁλίσκεσθαι λεπτοὺς καὶ ἠσθενηκόσιν ὁμοίους καὶ τὸ χρῶμα μεταβεβληκότας ἐν πολλοῖς καὶ πίοσιν ἑαλωκότας καὶ τῷ γένει τῷ αὐτῷ.
鱼类似乎不会患上流行性传染病,就像在人类、胎生四肢动物以及其他一些驯养和野生动物中经常发生的那样;然而,它们确实似乎会生病;渔民们是通过在捕获的许多同类肥鱼中,有一些变瘦、衰弱且颜色改变来推断这一点的。
Περὶ μὲν οὖν τῶν θαλαττίων τοῦτον ἔχει τὸν τρόπον·
关于海鱼的情况就是这样。

词汇与语法注释

  1. 8.19καίπερ ἀρδευόμενα — 带有 `καίπερ` 的被动语态现在分词 `ἀρδευόμενα` 表示让步(“尽管被浇了水”),并与随后的现在分词 `ὑόμενα`(“当下雨时”,表示时间或条件)形成对比。
  2. 8.19τὸ τοὺς πλείστους τῶν ἰχθύων εἰς τὸν Πόντον ἐκτοπίζειν — 由定冠词 `τὸ` 名词化的宾格与不定式结构。`τοὺς πλείστους` 是不定式 `ἐκτοπίζειν` 的主语(宾格表示),整个名词短语用作 `Σημεῖον δὲ [ἐστι]` 的主语或表语。分词 `θεριοῦντας` 则表示目的。
  3. 8.19ὅσα μέν ἐστι φύσει παράγεια ἢ πελάγια — 结构上的省略。主句动词 `εὐθηνεῖ`(繁盛)被省略,应补足理解为:“那些天生属于沿岸或外洋的鱼类在这些[场所]的每一个中[繁盛],而双重的则在两者中[繁盛]”。
  4. 8.19διὰ τὸ συμβαίνειν ἀλέαν μᾶλλον — 由介词 `διά` 后接名词化宾格不定式 `τὸ συμβαίνειν` 构成的因果表达。不及物动词 `συμβαίνειν` 作无人称用法,其主语为宾格的 `ἀλέαν`(“温暖”)。

引用这一段

亚里士多德, 动物志 §8.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。