§8.17Τῶν δὲ ζῳοτόκων καὶ τετραπόδων φωλοῦσιν οἵ τε ὕστριχες καὶ αἱ ἄρκτοι.
胎生・四足動物のうち、ヤマアラシとクマが潜伏する。
Ὅτι μὲν οὖν φωλοῦσιν αἱ ἄγριαι ἄρκτοι, φανερόν ἐστι, πότερον δὲ διὰ ψῦχος ἢ δι’ ἄλλην αἰτίαν, ἀμφισβητεῖται.
野生のクマが潜伏することは明らかであるが、それが寒さによるものか、あるいは他の原因によるものかは議論がある。
Γίνονται γὰρ περὶ τὸν χρόνον τοῦτον οἱ ἄρρενες καὶ αἱ θήλειαι πιότατοι, ὥστε μὴ εὐκίνητοι εἶναι.
というのも、この時期に雄も雌もきわめて太り、そのために動きにくくなるからである。
Ἡ δὲ θήλεια καὶ τίκτει περὶ τοῦτον τὸν καιρόν, καὶ φωλεῖ ἕως ἂν ἐζάγειν ὥρα ᾖ τοὺς σκύμνους·
雌はこの時期に出産も行い、子グマを外に連れ出す時期になるまで潜伏する。
τοῦτο δὲ ποιεῖ τοῦ ἔαρος περὶ τρίτον μῆνα ἀπὸ τροπῶν.
これは春、冬至からおよそ3ヶ月目に行われる。
Τὸ δ’ ἐλάχιστον φωλεῖ περὶ τετταράκονθ’ ἡμέρας·
最低でもおよそ40日間潜伏する。
τούτων δὲ δὶς ἑπτὰ λέγουσιν ἐν αἷς οὐδὲν κινεῖται, ἐν δὲ ταῖς πλείοσι ταῖς μετὰ ταῦτα φωλεῖ μὲν κινεῖται δὲ καὶ ἐγείρεται.
このうち2倍の7日(14日間)は、彼らはまったく動かないと言われ、それより多いその後の日数においては、潜伏しつつも動き、目を覚ます。
Κύουσα δ’ ἄρκτος ἢ ὑπ’ οὐθενὸς ἢ πάνυ ὑπ’ ὀλίγων εἴληπται.
妊娠しているクマは、誰にも、あるいは極めて少数の人にしか捕獲されたことがない。
Ἐν δὲ τῷ χρόνῳ τούτῳ φανερόν ἐστιν ὅτι οὐθὲν ἐσθίουσιν·
この期間中、彼らが何も食べないことは明らかである。
οὔτε γὰρ ἐξέρχονται, ὅταν τε ληφθῶσι, κενὰ φαίνεται ἥ τε κοιλία καὶ τὰ ἔντερα.
外に出ることもなく、また捕獲されたときには胃も腸も空っぽに見えるからである。
Λέγεται δὲ καὶ διὰ τὸ μηδὲν προσφέρεσθαι τὸ ἔντερον ὀλίγου συμφύεσθαι αὐτῇ, καὶ διὰ τοῦτο πρῶτον ἐξιοῦσαν γεύεσθαι τοῦ ἄρου πρὸς τὸ ἀφιστάναι τὸ ἔντερον καὶ διευρύνειν.
また、何も食物を摂取しないために、腸がもう少しで彼女自身に癒着してしまうと言われており、そのため、最初に出てきたときに、腸を引き離し広げるためにアサを齧るのだと言われている。
Φωλεῖ δὲ καὶ ὁ ἐλειὸς ἐν αὐτοῖς τοῖς δένδρεσι, καὶ γίνεται τότε παχύτατος·
ヤマネも木そのものの中に潜伏し、そのとききわめて太る。
καὶ ὁ μῦς ὁ Ποντικὸς ὁ λευκός.
また、ポントス産の白いネズミもそうである。
Τῶν δὲ φωλούντων ἔνιοι τὸ καλούμενον γῆρας ἐκδύνουσιν·
潜伏する動物のうち、あるものは「老い」と呼ばれるもの(脱皮殻)を脱ぎ捨てる。
ἔστι δὲ τοῦτο τὸ ἔσχατον δέρμα καὶ τὸ περὶ τὰς γενέσεις κέλυφος.
これは最も外側の皮膚、あるいは誕生の際の殻皮のことである。
Τῶν μὲν οὖν πεζῶν καὶ ζῳοτόκων περὶ τῆς ἄρκτου ἀμφισβητεῖται ἡ αἰτία τῆς φωλείας, καθάπερ ἐλέχθη πρότερον·
陸生・胎生の動物については、前述のようにクマの潜伏の原因について議論がある。
τὰ δὲ φολιδωτὰ φωλεῖ μὲν σχεδὸν τὰ πλεῖστα, ἐκδύνει δὲ τὸ γῆρας ὅσων τὸ δέρμα μαλακὸν μὴ ὀστρακῶδες ὥσπερ τῆς χελώνης (καὶ γὰρ ἡ χελώνη τῶν φολιδωτῶν ἐστὶ καὶ ὁ ἐμύς), ἀλλ’ οἷον ἀσκαλαβώτης τε καὶ σαῦρος καὶ μάλιστα πάντων οἱ ὄφεις·
鱗のある動物は、ほぼ大部分が潜伏するが、皮膚が柔らかく、カメ(リクガメやヌマガメも鱗のある動物に属するが)のように甲羅状でないもの――例えばヤモリやトカゲ、そして何よりもヘビが脱皮殻を脱ぐ。
ἐκδύνουσι γὰρ καὶ τοῦ ἔαρος, ὅταν ἐξίωσι, καὶ τοῦ μετοπώρου πάλιν.
彼らは、春に出てくるときと、秋に再び脱皮するからである。
Ἐκδύνουσι δὲ καὶ οἱ ἔχεις τὸ γῆρας καὶ τοῦ ἔαρος καὶ τοῦ μετοπώρου, καὶ οὐχ ὥσπερ φασί τινες τοῦτο τὸ γένος τῶν ὄφεων μὴ ἐκδύεσθαι μόνον.
マムシも春と秋に脱皮殻を脱ぎ、一部の人々が言うように、この種のヘビだけが脱皮しないわけではない。
Ὅταν δὲ ἄρχωνται ἐκδύνειν οἱ ὄφεις, ἀπὸ τῶν ὀφθαλμῶν ἀφίσταται πᾶσι πρῶτον, ὥστε δοκεῖν γίνεσθαι τυφλοὺς τοῖς μὴ συννοοῦσι τὸ πάθος·
ヘビが脱皮し始めるとき、すべてのヘビにおいて、まず目から剥がれ落ちる。 そのため、その状態を理解しない人々には彼らが盲目になったように見える。
μετὰ δὲ τοῦτο ἀπὸ τῆς κεφαλῆς, καὶ λευκὴ φαίνεται πάντων.
その後、頭から剥がれ、すべてのヘビで頭が白く見える。
Ἐν νυκτὶ δὲ σχεδὸν καὶ ἡμέρᾳ πᾶν ἀποδύεται τὸ γῆρας, ἀπὸ τῆς κεφαλῆς ἀρξάμενον μέχρι τῆς κέρκου.
ほぼ一昼夜のうちに、頭から始まって尾に至るまで、脱皮殻の全体が脱ぎ捨てられる。
Γίνεται δὲ ἐκδυομένου τὰ ἐντὸς ἐκτός·
脱皮する際、内側が外側になる。
ἐκδύεται γὰρ ὥσπερ τὰ ἔμβρυα ἐκ τῶν χορίων.
胚が後産から抜け出るように脱ぎ捨てられるからである。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἐντόμων ἐκδύνει τὸ γῆρας ὅσα ἐκδύνει, οἷον σίλφη καὶ ἐμπὶς καὶ τὰ κολεόπτερα, οἷον κάνθαρος.
同様の方法で、昆虫のうち脱皮するもの、例えばシミやカ、甲虫類(例えばコガネムシなど)も脱皮殻を脱ぐ。
Πάντα δὲ μετὰ τὴν γένεσιν ἐκδύεται·
これらはすべて、誕生の後に脱皮する。
ὥσπερ γὰρ τοῖς ζῳοτοκουμένοις τὸ χόριον καὶ τοῖς σκωληκοτοκουμένοις περιρρήγνυται τὸ κέλυφος, ὁμοίως καὶ μελίτταις καὶ ἀκρίσιν.
胎生動物では胎盤が、虫(幼虫)を生む動物では殻が破れるのと同様に、ミツバチやバッタにおいても同様である。
Οἱ δὲ τέττιγες ὄταν ἐξέλθωσι, καθιζάνουσιν ἐπί τε τὰς ἐλαίας καὶ καλάμους.
セミは外に出てくると、オリーブの木や葦の上にとまる。
Περιρραγέντος δὲ τοῦ κελύφους ἐξέρχονται ἐγκαταλιπόντες ὑγρότητα μικράν, καὶ μετ’ οὐ πολὺν χρόνον ἀναπέτονται καὶ ᾄδουσιν.
殻が破れると、彼らはわずかな水分を残して外に出て、まもなく飛び立ち、鳴き始める。
Τῶν δὲ θαλαττίων οἱ κάραβοι καὶ ἀστακοὶ ἐκδύνουσιν ὁτὲ μὲν τοῦ ἔαρος ὁτὲ δὲ τοῦ μετοπώρου μετὰ τοὺς τόκους.
海洋動物のうち、イセエビやウミザリガニは、産卵の後、あるときは春に、あるときは秋に脱皮する。
Ἤδη δ’ εἰλημμέναι ἔνιοί εἰσι τῶν καράβων τὰ μὲν περὶ τὸν θώρακα μαλακὰ ἔχοντες διὰ τὸ περιερρωγέναι τὸ ὄστρακον, τὰ δὲ κάτω σκληρὰ διὰ τὸ μήπω περιερρωγέναι·
すでに、イセエビの中には、頭胸部の周りが、甲羅が破れて剥がれたために柔らかく、下部はまだ破れていないために硬い状態で捕獲されたものがある。
τὴν γὰρ ἔκδυσιν ποιοῦνται οὐχ ὁμοίαν τοῖς ὄφεσιν.
彼らはヘビとは異なる方法で脱皮するからである。
Φωλοῦσι δ’ οἱ κάραβοι περὶ πέντε μῆνας.
イセエビは約5ヶ月間潜伏する。
Ἐκδύνουσι δὲ καὶ οἱ καρκίνοι τὸ γῆρας, οἱ μὲν μαλακόστρακοι ὁμολογουμένως, φασὶ δὲ καὶ τοὺς ὀστρακοδέρμους, οἷον τὰς μαίας.
カニも脱皮殻を脱ぐ。 軟甲類は誰もが認めるところであり、クモガニのような硬殻類も脱皮すると言われている。
Ὅταν δ’ ἐκδύνωσι, μαλακὰ γίνεται πάμπαν τὰ ὄστρακα, καὶ οἵ γε καρκίνοι βαδίζειν οὐ σφόδρα δύνανται.
脱皮すると、彼らの甲羅は完全に柔らかくなり、特にカニはあまり歩くことができなくなる。
Ἐκδύνει δὲ τὰ τοιαῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις. Ὅσα μὲν οὖν φωλεῖ καὶ πότε καὶ πῶς, ἔτι δὲ ποῖα καὶ πότε ἐκδύνει τὸ γῆρας, εἴρηται.
このような動物は、一度だけでなく何度も脱皮する。 いかなる動物が、いつ、どのように潜伏するか、また、いかなる動物が、いつ脱皮殻を脱ぐかについては、語られた。