§8.17Τῶν δὲ ζῳοτόκων καὶ τετραπόδων φωλοῦσιν οἵ τε ὕστριχες καὶ αἱ ἄρκτοι.
在胎生四足动物中,豪猪和熊会潜伏。
Ὅτι μὲν οὖν φωλοῦσιν αἱ ἄγριαι ἄρκτοι, φανερόν ἐστι, πότερον δὲ διὰ ψῦχος ἢ δι’ ἄλλην αἰτίαν, ἀμφισβητεῖται.
野生熊潜伏是显而易见的,但究竟是由于寒冷还是由于其他原因,存在争议。
Γίνονται γὰρ περὶ τὸν χρόνον τοῦτον οἱ ἄρρενες καὶ αἱ θήλειαι πιότατοι, ὥστε μὴ εὐκίνητοι εἶναι.
因为大约在这个时期,雄熊和雌熊都会变得非常肥胖,以至于行动不便。
Ἡ δὲ θήλεια καὶ τίκτει περὶ τοῦτον τὸν καιρόν, καὶ φωλεῖ ἕως ἂν ἐζάγειν ὥρα ᾖ τοὺς σκύμνους· τοῦτο δὲ ποιεῖ τοῦ ἔαρος περὶ τρίτον μῆνα ἀπὸ τροπῶν.
雌熊也大约在此期间生产,并一直潜伏到带幼崽出去的时候;她在春天,大约冬至后第三个月这样做。
Τὸ δ’ ἐλάχιστον φωλεῖ περὶ τετταράκονθ’ ἡμέρας· τούτων δὲ δὶς ἑπτὰ λέγουσιν ἐν αἷς οὐδὲν κινεῖται, ἐν δὲ ταῖς πλείοσι ταῖς μετὰ ταῦτα φωλεῖ μὲν κινεῖται δὲ καὶ ἐγείρεται.
她至少潜伏约四十天;据说在这些日子中,有十四天(两倍的七天)她完全不动,但在其后的大多数日子里,她虽然潜伏,但会活动和醒来。
Κύουσα δ’ ἄρκτος ἢ ὑπ’ οὐθενὸς ἢ πάνυ ὑπ’ ὀλίγων εἴληπται.
怀孕的母熊几乎不曾被任何人捕获,或仅被极少数人捕获。
Ἐν δὲ τῷ χρόνῳ τούτῳ φανερόν ἐστιν ὅτι οὐθὲν ἐσθίουσιν· οὔτε γὰρ ἐξέρχονται, ὅταν τε ληφθῶσι, κενὰ φαίνεται ἥ τε κοιλία καὶ τὰ ἔντερα.
在此期间,显而易见她们什么都不吃;因为她们不仅不外出,而且被捕获时,其胃和肠都显得空空如也。
Λέγεται δὲ καὶ διὰ τὸ μηδὲν προσφέρεσθαι τὸ ἔντερον ὀλίγου συμφύεσθαι αὐτῇ, καὶ διὰ τοῦτο πρῶτον ἐξιοῦσαν γεύεσθαι τοῦ ἄρου πρὸς τὸ ἀφιστάναι τὸ ἔντερον καὶ διευρύνειν.
据说,还因为不摄入任何食物,她的肠子差一点就与自身粘连,因此她首次外出时会尝尝海芋,以使肠子分离并扩张。
Φωλεῖ δὲ καὶ ὁ ἐλειὸς ἐν αὐτοῖς τοῖς δένδρεσι, καὶ γίνεται τότε παχύτατος· καὶ ὁ μῦς ὁ Ποντικὸς ὁ λευκός.
林睡鼠也在树木中潜伏,此时变得非常肥胖;波恩托斯白鼠也是如此。
Τῶν δὲ φωλούντων ἔνιοι τὸ καλούμενον γῆρας ἐκδύνουσιν· ἔστι δὲ τοῦτο τὸ ἔσχατον δέρμα καὶ τὸ περὶ τὰς γενέσεις κέλυφος.
在潜伏的动物中,有些会脱去所谓的“衰老”(脱皮壳);这是最外层的皮肤以及关于出生的外壳。
Τῶν μὲν οὖν πεζῶν καὶ ζῳοτόκων περὶ τῆς ἄρκτου ἀμφισβητεῖται ἡ αἰτία τῆς φωλείας, καθάπερ ἐλέχθη πρότερον· τὰ δὲ φολιδωτὰ φωλεῖ μὲν σχεδὸν τὰ πλεῖστα, ἐκδύνει δὲ τὸ γῆρας ὅσων τὸ δέρμα μαλακὸν μὴ ὀστρακῶδες ὥσπερ τῆς χελώνης (καὶ γὰρ ἡ χελώνη τῶν φολιδωτῶν ἐστὶ καὶ ὁ ἐμύς), ἀλλ’ οἷον ἀσκαλαβώτης τε καὶ σαῦρος καὶ μάλιστα πάντων οἱ ὄφεις· ἐκδύνουσι γὰρ καὶ τοῦ ἔαρος, ὅταν ἐξίωσι, καὶ τοῦ μετοπώρου πάλιν.
在陆生胎生动物中,正如前文所说,熊潜伏的原因存在争议;但几乎大多数有鳞动物都会潜伏,其中皮肤柔软、不像乌龟那样呈甲壳状的动物会脱去“衰老”(因为乌龟和泽龟也属于有鳞动物),例如壁虎和蜥蜴,尤其是蛇;因为它们不仅在春天出来时脱皮,在秋天也会再次脱皮。
Ἐκδύνουσι δὲ καὶ οἱ ἔχεις τὸ γῆρας καὶ τοῦ ἔαρος καὶ τοῦ μετοπώρου, καὶ οὐχ ὥσπερ φασί τινες τοῦτο τὸ γένος τῶν ὄφεων μὴ ἐκδύεσθαι μόνον.
蝰蛇也在春天和秋天脱去“衰老”,并不像某些人所说的那样,唯独这一类蛇不脱皮。
Ὅταν δὲ ἄρχωνται ἐκδύνειν οἱ ὄφεις, ἀπὸ τῶν ὀφθαλμῶν ἀφίσταται πᾶσι πρῶτον, ὥστε δοκεῖν γίνεσθαι τυφλοὺς τοῖς μὴ συννοοῦσι τὸ πάθος· μετὰ δὲ τοῦτο ἀπὸ τῆς κεφαλῆς, καὶ λευκὴ φαίνεται πάντων.
当蛇开始脱皮时,所有蛇都是首先从眼睛开始分离,以至于在不了解这一现象的人看来,它们似乎变瞎了;在此之后是头部,所有蛇的头部看起来都是白色的。
Ἐν νυκτὶ δὲ σχεδὸν καὶ ἡμέρᾳ πᾶν ἀποδύεται τὸ γῆρας, ἀπὸ τῆς κεφαλῆς ἀρξάμενον μέχρι τῆς κέρκου.
在约一昼夜内,整个“衰老”都会被蜕去,从头部开始一直到尾部。
Γίνεται δὲ ἐκδυομένου τὰ ἐντὸς ἐκτός· ἐκδύεται γὰρ ὥσπερ τὰ ἔμβρυα ἐκ τῶν χορίων.
在脱皮时,内侧变成外侧;因为它们的脱皮就像胚胎从胎盘中脱出一样。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἐντόμων ἐκδύνει τὸ γῆρας ὅσα ἐκδύνει, οἷον σίλφη καὶ ἐμπὶς καὶ τὰ κολεόπτερα, οἷον κάνθαρος.
同样地,在昆虫中,那些蜕皮的也会脱去“衰老”,例如衣鱼、蚊和甲虫,如金龟子。
Πάντα δὲ μετὰ τὴν γένεσιν ἐκδύεται· ὥσπερ γὰρ τοῖς ζῳοτοκουμένοις τὸ χόριον καὶ τοῖς σκωληκοτοκουμένοις περιρρήγνυται τὸ κέλυφος, ὁμοίως καὶ μελίτταις καὶ ἀκρίσιν.
所有这些在出生后都会脱皮;因为就像胎生动物的胎盘以及幼虫生动物的外壳破裂一样,蜜蜂和蝗虫也是如此。
Οἱ δὲ τέττιγες ὄταν ἐξέλθωσι, καθιζάνουσιν ἐπί τε τὰς ἐλαίας καὶ καλάμους.
蝉出来时,会停在橄榄树和芦苇上。
Περιρραγέντος δὲ τοῦ κελύφους ἐξέρχονται ἐγκαταλιπόντες ὑγρότητα μικράν, καὶ μετ’ οὐ πολὺν χρόνον ἀναπέτονται καὶ ᾄδουσιν.
当外壳破裂时,它们会出来,留下少许水分,不久之后就会飞起并鸣叫。
Τῶν δὲ θαλαττίων οἱ κάραβοι καὶ ἀστακοὶ ἐκδύνουσιν ὁτὲ μὲν τοῦ ἔαρος ὁτὲ δὲ τοῦ μετοπώρου μετὰ τοὺς τόκους.
在海洋动物中,龙虾和螯虾有时在春天,有时在秋天产卵后脱皮。
Ἤδη δ’ εἰλημμέναι ἔνιοί εἰσι τῶν καράβων τὰ μὲν περὶ τὸν θώρακα μαλακὰ ἔχοντες διὰ τὸ περιερρωγέναι τὸ ὄστρακον, τὰ δὲ κάτω σκληρὰ διὰ τὸ μήπω περιερρωγέναι· τὴν γὰρ ἔκδυσιν ποιοῦνται οὐχ ὁμοίαν τοῖς ὄφεσιν.
已经有一些捕获的龙虾,其胸部周围因为甲壳已经破裂而显得柔软,而下部则因为尚未破裂而显得坚硬;因为它们的脱皮方式与蛇不同。
Φωλοῦσι δ’ οἱ κάραβοι περὶ πέντε μῆνας.
龙虾潜伏大约五个月。
Ἐκδύνουσι δὲ καὶ οἱ καρκίνοι τὸ γῆρας, οἱ μὲν μαλακόστρακοι ὁμολογουμένως, φασὶ δὲ καὶ τοὺς ὀστρακοδέρμους, οἷον τὰς μαίας.
螃蟹也脱去“衰老”,软甲类是公认的,据说硬壳类也是如此,例如蜘蛛蟹。
Ὅταν δ’ ἐκδύνωσι, μαλακὰ γίνεται πάμπαν τὰ ὄστρακα, καὶ οἵ γε καρκίνοι βαδίζειν οὐ σφόδρα δύνανται.
当它们脱皮时,它们的壳完全变软,至少螃蟹不太能爬行。
Ἐκδύνει δὲ τὰ τοιαῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις.
此类动物不只脱皮一次,而是多次。
Ὅσα μὲν οὖν φωλεῖ καὶ πότε καὶ πῶς, ἔτι δὲ ποῖα καὶ πότε ἐκδύνει τὸ γῆρας, εἴρηται.
至此,关于哪些动物潜伏、何时以及如何潜伏,此外还有哪些动物在何时脱去“衰老”,已经说明完毕。