§8.14Τὰ δ’ ἔντομα σχεδὸν ἅπαντα φωλεῖ, πλὴν εἴ τι ἐν ταῖς οἰκήσεσι συνανθρωπεύεται αὐτῶν, καὶ ὅσα φθείρεται καὶ μὴ διετίζει.
昆虫は、人間と同居しているもの、および、死んで年を越さないものを除き、ほぼすべてが潜伏する。
Ταῦτα δὲ φωλεῖ τοῦ χειμῶνος.
そしてこれらは冬に潜伏する。
Φωλεῖ δὲ τὰ μὲν πλείους ἡμέρας, τὰ δὲ τὰς χειμεριωτάτας, οἷον αἱ μέλιτται·
あるものはより多くの日数の間、あるものは最も寒さの厳しい何日かの間潜伏する。
καὶ γὰρ αὗται φωλοῦσιν.
例えばミツバチがそうであり、実際これらも潜伏する。
Σημεῖον δ’ ὅτι οὐδὲν φαίνονται γευόμεναι τῆς παρακειμένης τροφῆς· κἄν τις αὐτῶν ἐξερπύσῃ, φαίνεται διαφανής, καὶ οὐθὲν ἐν τῇ κοιλίᾳ ἐνὸν δῆλον.
その証拠として、彼女らはそばに置かれた餌をまったく食べていないように見え、また、彼女らのうちのどれかが這い出てきても、体が透き通って見え、胃の中には何も入っていないことが明らかだからである。
Ἡσυχάζει δ’ ἀπὸ Πλειάδος δύσεως μέχρι τοῦ ἔαρος.
ミツバチはプレアデスの没から春まで静止している。
Ποιεῖται δὲ τὰ ζῷα τὰς φωλείας ἀποκρυπτόμενα ἐν ἀλεεινοῖς καὶ ἐν οἷς εἴωθε τόποις ἐπικοιτάζεσθαι.
動物たちは、暖かい場所や、普段寝床としている場所に身を隠して潜伏する。
§8.15Φωλεῖ δὲ καὶ τῶν ἐναίμων πολλά, οἷον τά τε φολιδωτά, ὄφεις τε καὶ σαῦραι καὶ ἀσκαλαβῶται καὶ κροκόδειλοι οἱ ποτάμιοι, τέτταρας μῆνας τοὺς χειμεριωτάτους, καὶ οὐκ ἐσθίουσιν οὐδέν.
また、有血動物の多くも潜伏する。 例えば、鱗のあるもの、すなわちヘビやトカゲやヤモリ、そして川のワニなどが、最も寒い四ヶ月の間そうであり、彼らは何も食べない。
Οἱ μὲν οὖν ἄλλοι ὄφεις ἐν τῇ γῇ φωλοῦσιν, αἱ δ’ ἔχιδναι ὑπὸ τὰς πέτρας ἀποκρύπτουσιν ἑαυτάς.
他のヘビは地中で潜伏するが、マムシは岩の下に身を隠す。
Φωλοῦσι δὲ πολλοὶ καὶ τῶν ἰχθύων, ἐπιφανέστατα δ’ ἵππουρος καὶ κορακῖνος τοῦ χειμῶνος·
また、魚類の多くも潜伏するが、最も顕著なのは冬におけるイップロスとコラキノスである。
οὗτοι γὰρ μόνοι οὐχ ἁλίσκονται οὐδαμοῦ πλὴν κατά τινας χρόνους τακτοὺς καὶ τοὺς αὐτοὺς ἀεί, τὰ δὲ λοιπὰ πάντα σχεδόν.
これらだけは、特定のいつも同じ時期を除いてはどこでも全く捕獲されないが、他のほぼすべての魚は捕獲されるからである。
Φωλεῖ δὲ καὶ μύραινα καὶ ὀρφὸς καὶ γόγγρος.
ウツボ、オルポス、アナゴも潜伏する。
Κατὰ συζυγίας δ’ οἱ πετραῖοι φωλοῦσιν οἱ ἄρρενες τοῖς θήλεσιν, ὥσπερ καὶ νεοττεύουσιν, οἷον κίχλαι, κόττυφοι, πέρκαι.
また、磯の魚の雄と雌は、つがいになって潜伏する。 これは例えばキクラ、コッテュポス、ペルカのように、彼らが巣作りをするのと同じである。
Φωλοῦσι δὲ καὶ οἱ θύννοι τοῦ χειμῶνος ἐν τοῖς βάθεσι, καὶ γίνονται πιότατοι μετὰ τὴν φωλείαν, καὶ ἄρχονται θηρεύεσθαι ἀπὸ Πλειάδος ἀνατολῆς μέχρι Ἀρκτούρου δύσεως τὸ ἔσχατον·
また、マグロも冬には深海で潜伏し、潜伏期の後に最も太り、プレアデスの出からアルクトゥールスの入りの極限まで捕獲され始める。
τὸν δ’ ἄλλον χρόνον ἡσυχίαν ἔχουσι φωλοῦντες.
それ以外の時期は潜伏して静止している。
Ἁλίσκονται δ’ ἔνιοι περὶ τὸν χρόνον τῆς φωλείας καὶ τούτων καὶ τῶν ἄλλων τινὲς τῶν φωλούντων κινούμενοι, ἂν ἀλεεινὸς ᾖ ὁ τόπος καὶ ἐπιγίνωνται εὐδῖαι παράλογοι·
彼らのうちのあるものや、他の潜伏する魚の何種類かは、もしその場所が暖かく、予想に反して穏やかな好天が続くと、潜伏期であっても動いて捕獲されることがある。
ἀπὸ γὰρ τῆς θαλάμης προέρχονται μικρὸν ἐπὶ νομήν·
というのは、彼らは餌を求めて、住処から少し這い出てくるからである。
καὶ ταῖς πανσελήνοις.
また、満月のときにもそうである。
Εἰσὶ δ’ οἱ πολλοὶ φωλοῦντες ἥδιστοι.
潜伏している魚の大部分は、最も美味である。
Αἱ δὲ πριμάδες κρύπτουσιν ἑαυτὰς ἐν τῷ βορβόρῳ·
また、プリマデスは泥の中に身を隠す。
σημεῖον δὲ τό τε μὴ ἁλίσκεσθαι καὶ ἰλὺν ἐχούσας ἐπὶ τοῦ νώτου φαίνεσθαι πολλὴν καὶ τὰ πτερύγια ἐντεθλιμμένα.
その証拠は、捕獲されないこと、および現れたときに背中に多くの泥を載せており、鰭が押し潰されていることである。
Κατὰ δὲ τὴν ἐαρινὴν ὥραν κινοῦνται καὶ προέρχονται πρὸς τὴν γῆν ὀχευόμεναι καὶ τίκτουσαι, καὶ ἁλίσκονται κύουσαι·
彼らは春の季節になると動き出し、交尾と産卵のために陸の近くへとやって来て、抱卵しているときに捕獲される。
καὶ τότε δοκοῦσιν ὡραῖοι εἶναι, οἱ δὲ μετοπωρινοὶ καὶ χειμερινοὶ χείρους·
そして、そのとき彼らは旬であるとされ、秋や冬のものは劣る。
ἅμα δὲ καὶ οἱ ἄρρενες φαίνονται πλήρεις ὄντες θοροῦ.
同時に、雄も精液で満ちているのが見られる。
Ὅταν μὲν οὖν μικρὰ τὰ κυήματ’ ἔχωσι, δυσάλωτοί εἰσιν, ὅταν δὲ μείζω, πολλοὶ ἁλίσκονται διὰ τὸ οἰστρᾶν.
彼らは胚がまだ小さいときには捕まえにくいが、大きくなると発情するために多く捕獲される。
Φωλεῖ δὲ τὰ μὲν ἐν τῇ ἄμμῳ τὰ δ’ ἐν τῷ πηλῷ, ὑπερέχοντα τὸ στόμα μόνον.
あるものは砂の中に、あるものは泥の中に、口だけを突き出して潜伏する。
Τὰ μὲν πλεῖστα φωλεῖ μόνον τοῦ χειμῶνος, τὰ δὲ μαλακόστρακα καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ βάτοι καὶ τὰ σελαχώδη τὰς χειμεριωτάτας ἡμέρας·
大部分のものは冬にのみ潜伏するが、軟甲類や、魚のうち磯の魚、エイ、板鰓類は、最も寒い何日間かに潜伏する。
δηλοῖ δὲ τὸ μὴ ἁλίσκεσθαι ὅταν ᾖ ψύχη.
これは寒冷なときに捕獲されないことで示される。
Ἔνιοι δὲ τῶν ἰχθύων φωλοῦσι καὶ τοῦ θέρους, οἷον γλαῦκος·
また、魚のなかには夏に潜伏するものもいる。
οὗτος γὰρ τοῦ θέρους φωλεῖ περὶ ἑξήκονθ’ ἡμέρας.
例えばグラウコスであり、これは夏の間に約六十日間潜伏する。
Φωλεῖ δὲ καὶ ὁ ὄνος καὶ ὁ χρύσοφρυς·
オノスやクリュソプリュスも潜伏する。
σημεῖον δὲ δοκεῖ εἶναι τοῦ τὸν ὄνον πλεῖστον φωλεῖν χρόνον τὸ διὰ πλείστου χρόνου ἁλίσκεσθαι.
オノスが最も長い期間潜伏することの証拠は、極めて長い期間捕獲されないことであると思われる。
Τοῦ δὲ καὶ θέρους τοὺς ἰχθῦς φωλεῖν δοκεῖ σημεῖον εἶναι τὸ ἐπὶ τοῖς ἄστροις γίνεσθαι τὰς ἁλώσεις, καὶ μάλιστα ἐπὶ κυνί·
また、夏にも魚が潜伏することの証拠は、星々のもとで捕獲が起こること、特にドッグ・スターの際であると思われる。
τηνικαῦτα γὰρ ἀνατρέπεσθαι τὴν θάλατταν.
というのは、その時期には海がひっくり返るからである。
Ὅπερ ἐν τῷ Βοσπόρῳ γνωριμώτατόν ἐστιν·
このことはボスポロスにおいて最もよく知られている。
ἡ γὰρ ἰλὺς ἐπάνω γίνεται καὶ ἐπιφέρονται οἱ ἰχθύες.
泥が上部に浮かび上がり、魚たちが運ばれてくるからである。
Φασὶ δὲ καὶ πολλάκις τριβομένου τοῦ βυθοῦ ἁλίσκεσθαι πλείους ἐν τῷ αὐτῷ βόλῳ τὸ δεύτερον ἢ τὸ πρῶτον.
また、海底が掻き回されると、一回目の網よりも二回目の同じ網の引きにおいて、より多くの魚が捕まることがしばしばあるとも言われている。
Καὶ ἐπειδὰν ὄμβροι γένωνται μεγάλοι, πολλὰ φαίνεται ζῷα τῶν πρότερον ἢ ὅλως οὐχ ἑωραμένων ἢ οὐ πολλάκις.
そして、大雨が降ったときには、以前には全く見られなかったか、あるいはめったに見られなかった多くの動物が姿を現す。
§8.16Φωλοῦσι δὲ πολλοὶ καὶ τῶν ὀρνίθων, καὶ οὐχ ὥς τινες οἴονται, εἰς ἀλεεινοὺς τόπους ἀπέρχονται πάντες·
鳥類の多くも潜伏し、一部の人々が考えているように、すべての鳥が暖かい地方へと去るわけではない。
ἀλλ’ οἱ μὲν πλησίον ὄντες τοιούτων τόπων, ἐν οἷς ἀεὶ διαμένουσι, καὶ ἰκτῖνοι καὶ χελιδόνες, ἀποχωροῦσιν ἐνταῦθα, οἱ δὲ πορρωτέρω ὄντες τῶν τοιούτων οὐκ ἐκτοπίζουσιν ἀλλὰ κρύπτουσιν ἑαυτούς.
そうした、彼らが常に留まっている暖かい場所に近くにいるもの(例えばトビやツバメ)はそこへ立ち去るが、そうした場所から遠く離れているものは移動せず、身を隠す。
Ἤδη γὰρ ὠμμέναι πολλαὶ χελιδόνες εἰσὶν ἐν ἀγγείοις ἐψιλωμέναι πάμπαν, καὶ ἰκτῖνοι ἐκ τοιούτων ἐκπετόμενοι χωρίων, ὅταν φαίνωνται τὸ πρῶτον.
実際、多くのツバメが、羽毛が完全に抜け落ちた状態で器の中で見つかったり、トビがそのような場所から、最初に姿を現すときに飛び出してくるのが、すでに目撃されている。
Φωλοῦσι δ’ οὐθὲν διακεκριμένως καὶ τῶν γαμψωνύχων καὶ τῶν εὐθυωνύχων·
鉤爪のものも平爪のものも、区別なく潜伏する。
φωλεῖ γὰρ καὶ πελαργὸς καὶ κόττυφος καὶ τρυγὼν καὶ κόρυδος, καὶ ἥ γε τρυγὼν ὁμολογουμένως μάλιστα πάντων·
実際、コウノトリ、クロウタドリ、キジバト、ヒバリも潜伏し、キジバトは誰もが認めるように何よりもそうである。
οὐθεὶς γὰρ ὡς εἰπεῖν λέγεται τρυγόνα ἰδεῖν οὐθαμοῦ χειμῶνος.
というのは、冬には誰もキジバトをどこでも見たと言わないからである。
Ἄρχεται δὲ τῆς φωλείας σφόδρα πίειρα οὖσα, καὶ πτερορρυεῖ μὲν ἐν τῇ φωλείᾳ, παχεῖα μέντοι διατελεῖ οὖσα.
キジバトは極めて太った状態で潜伏を始め、潜伏中に羽が抜けるが、それでも太ったままでいる。
Τῶν δὲ φασσῶν ἔνιαι μὲν φωλοῦσιν, ἔνιαι δ’ οὐ φωλοῦσιν, ἀπέρχονται δ’ ἅμα ταῖς χελιδόσιν.
モリバトの中には、潜伏するものもあれば、潜伏しないものもあり、これらはツバメと同時に立ち去る。
Φωλεῖ δὲ καὶ ἡ κίχλη καὶ ὁ ψάρος, καὶ τῶν γαμψωνύχων ἰκτῖνος ὀλίγας ἡμέρας καὶ ἡ γλαύξ.
また、ツグミやムクドリも潜伏し、猛禽類の中ではトビが数日間、またフクロウも潜伏する。