§8.13#1Τῶν δ’ ἰχθύων οἱ μέν, ὥσπερ εἴρηται, μεταβάλλουσι πρὸς τὴν γῆν ἐκ τοῦ πελάγους καὶ εἰς τὸ πέλαγος ἀπὸ τῆς γῆς, φεύγοντες τὰς ὑπερβολὰς τοῦ ψύχους καὶ τῆς ἀλέας.
魚類のうち、あるものは、すでに述べたように、極端な寒さや暑さを避けて、外洋から沿岸へと、また沿岸から外洋へと移動する。
Ἀμείνους δ’ εἰσὶν οἱ πρόσγειοι τῶν πελαγίων·
沿岸の魚は外洋の魚よりも質が良い。
πλείω γὰρ καὶ βελτίω νομὴν ἔχουσιν·
というのも、それらはより豊富でより良い餌を得ているからである。
ὅπου γὰρ ἂν ὁ ἥλιος ἐπιβάλλῃ, πλείω φύεται καὶ βελτίω καὶ ἁπαλώτερα, οἷον ἐν κήποις.
太陽の光が差し込むところではどこでも、庭園におけるように、より多く、より良く、より柔らかい植物が生育するからである。
Καὶ ὁ θὶς ὁ μέλας φύεται πρὸς τῇ γῇ, ὁ δ’ ἄλλος ὅμοιός ἐστι τοῖς ἀγρίοις.
また、黒い藻も沿岸の近くで育つが、もう一方の藻は野生のものに似ている。
Ἔτι δὲ καὶ κεκραμένοι τυγχάνουσι καλῶς τῷ θερμῷ καὶ τῷ ψυχρῷ οἱ τόποι οἱ πρόσγειοι τῆς θαλάττης·
さらに、海の沿岸の地域は、暖かさと冷たさが程よく調和している。
διὸ καὶ αἱ σάρκες συνεστᾶσι μᾶλλον τῶν τοιούτων ἰχθύων, τῶν δὲ πελαγίων ὑγραί εἰσι καὶ κεχυμέναι.
それゆえ、そのような魚の身はより引き締まっているが、外洋の魚の身は水っぽくて緩い。
Εἰσὶ δὲ πρόσγειοι σινώδων, κάνθαρος, ὀρφός, χρύσοφρυς, κεστρεύς, τρίγλη, κίχλη, δράκων, καλλιώνυμος, κωβιὸς καὶ τὰ πετραῖα πάντα·
沿岸の魚には、シノドン、カンタロス、オルフォス、クリュソフリュス、ケストρευス、トリグレ、キクレ、ドラコン、カッリオニュモス、コービオス、およびすべての岩礁魚がある。
πελάγιοι δὲ τρυγὼν καὶ τὰ σελάχη καὶ γόγγροι οἱ λευκοί, χάννη, ἐρυθρῖνος, γλαῦκος·
外洋の魚には、トリュゴン、軟骨魚類、白いアナゴ、カンネ、エリュトリーノス、グラウコスがある。
φάγροι δὲ καὶ σκορπίοι καὶ γόγγροι οἱ μέλανες καὶ μύραιναι καὶ κόκκυγες ἐπαμφοτερίζουσιν.
また、ファグロス、スコルピオス、黒いアナゴ、ムライナ、コッキュクスは、両方の中間の性質を持つ。
Εἰσὶ δὲ διαφοραὶ τούτων καὶ κατὰ τοὺς τόπους, οἷον περὶ Κρήτην οἱ κωβιοὶ καὶ τὰ πετραῖα πάντα πίονα γίνεται.
これらの魚には場所による違いもあり、例えばクレータ島周辺ではコービオスやすべての岩礁魚が太る。
Γίνεται δὲ καὶ ὁ θύννος ἀγαθὸς πάλιν μετ’ Ἀρκτοῦρον·
また、マグロはアークトゥルスの後に再び質が良くなる。
ἤδη γὰρ οἰστρῶν παύεται ταύτην τὴν ὥραν·
というのも、この季節になるとすでに彼らはアブによる狂気から解放されるからである。
διὰ γὰρ τοῦτο ἐν τῷ θέρει χείρων ἐστίν.
夏にはこのことのために質が落ちるのである。
Γίνονται δὲ καὶ ἐν ταῖς λιμνοθαλάτταις πολλοὶ τῶν ἰχθύων, οἷον σάλπαι, χρύσοφρυς, τρίγλη καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι.
潟湖にも多くの魚が生息しており、例えばサルペ、クリュソフリュス、トリグレ、および他の魚のほぼ大部分がそうである。
Γίνονται δὲ καὶ ἄμιαι, οἷον περὶ Ἀλωπεκόννησον·
また、アローペコンネーソス周辺などのようにアミアも生息している。
καὶ ἐν τῇ Βιστωνίδι λίμνῃ ἔνεστι τὰ πλεῖστα γένη τῶν ἰχθύων.
また、ヴィストニス湖には最も多くの種類の魚が生息している。
Τῶν δὲ κολιῶν οἱ πολλοὶ εἰς μὲν τὸν Πόντον οὐκ ἐμβάλλουσιν, ἐν δὲ τῇ Προποντίδι θερίζουσι καὶ ἐκτίκτουσι, χειμάζουσι δ’ ἐν τῷ Αἰγαίῳ.
コリアスの多くは黒海には入らず、プロポンティスで夏を過ごして産卵し、エーゲ海で冬を越す。
Θυννίδες δὲ καὶ πηλαμύδες καὶ ἄμιαι εἰς τὸν Πόντον ἐμβάλλουσι τοῦ ἔαρος καὶ θερίζουσιν, σχεδὸν δὲ καὶ οἱ πλεῖστοι τῶν ῥυάδων καὶ ἀγελαίων ἰχθύων.
これに対して、雌のマグロ、ペラミュス、アミアは春に黒海へと入り、そこで夏を過ごす。 回流し群れを作る魚のほぼ大部分も同様である。
Εἰσὶ δ’ οἱ πλεῖστοι ἀγελαῖοι.
その大部分は群れを作る魚である。
Ἔχουσι δ’ οἱ ἀγελαῖοι ἡγεμόνας πάντες.
そして、群れを作る魚はすべて先導者を持っている。
Εἰσπλέουσι δ’ εἰς τὸν Πόντον διά τε τὴν τροφήν (ἡ γὰρ νομὴ καὶ πλείων καὶ βελτίων διὰ τὸ πότιμον), καὶ τὰ θηρία δὲ τὰ μεγάλα ἐλάττω·
彼らが黒海へと回入するのは、食物のため(淡水が流れ込むために餌がより豊富で良質だからである)と、大きな害獣がより少ないからである。
ἔξω γὰρ δελφῖνος καὶ φωκαίνης οὐδέν ἐστιν ἐν τῷ Πόντῳ, καὶ ὁ δελφὶς μικρός·
というのも、黒海にはイルカとネズミイルカ以外には害獣おらず、そのイルカも小さい。
ἔξω δ’ εὐθὺς προελθόντι μεγάλοι.
しかし、一歩外へ出るとすぐに大きなイルカがいる。
Διά τε δὴ τὴν τροφὴν εἰσπλέουσι καὶ διὰ τὸν τόκον·
このように、食物のため、また産卵のために彼らは回入する。
τόποι γάρ εἰσιν ἐπιτήδειοι ἐντίκτειν, καὶ τὸ πότιμον καὶ τὸ γλυκύτερον ὕδωρ ἐκτρέφει τὰ κυήματα.
産卵に適した場所があり、淡水やより甘い水が卵や幼魚を育てるからである。
Ὅταν δὲ τέκωσι καὶ τὰ γενόμενα αὐξηθῇ, ἐκπλέουσιν εὐθὺς μετὰ Πλειάδα.
そして、産卵を終えて生まれたものが成長すると、プレアデスの後にすぐに回出する。