§8.13#2Ἂν μὲν οὖν νότιος ὁ χειμὼν ᾖ, βραδύτερον ἐκπλέουσιν, ἂν δὲ βόρειος, θᾶττον διὰ τὸ τὸ πνεῦμα συνεπουρίζειν·
もし冬に南風が吹くならば、彼らはより遅く回出し、もし北風が吹くならば、風が追い風となるためにより早く回出する。
καὶ ὁ γόνος δὲ τότε μικρὸς ἁλίσκεται περὶ Βυζάντιον ἅτ’ οὐ γενομένης πολλῆς ἐν τῷ Πόντῳ διατριβῆς.
そして、そのとき生まれたばかりの幼魚は、ポントスに長く滞在しなかったために、ビザンティオンの周辺で小さいうちに捕獲される。
Οἱ μὲν οὖν ἄλλοι καὶ ἐκπλέοντες καὶ εἰσπλέοντες δῆλοί εἰσιν, οἱ δὲ τριχίαι μόνοι εἰσπλέοντες μὲν ἁλίσκονται, ἐκπλέοντες δ’ οὐχ ὁρῶνται, ἀλλὰ καὶ ὅταν ληφθῇ τις περὶ Βυζάντιον, οἱ ἁλιεῖς τὰ δίκτυα περικαθαίρουσι διὰ τὸ μὴ εἰωθέναι ἐκπλεῖν.
他の魚は回出するときも回入するときも明らかに見られるが、トリキアスだけは回入するときには捕獲されるものの、回出するときには見られない。 それどころか、ビザンティオン周辺で一匹でも捕らえられると、漁師たちは(この魚が)回出する習慣がないために、網をきれいに掃除する。
Αἴτιον δ’ ὅτι οὗτοι μόνοι ἀναπλέουσιν εἰς τὸν Ἴστρον, εἶθ’ ᾗ σχίζεται, καταπλέουσιν εἰς τὸν Ἀδρίαν.
その理由は、この魚だけがイストロス川を遡上し、そこから分岐する場所を通ってアドリア海へと下るからである。
Σημεῖον δέ, ἐκεῖ γὰρ συμβαίνει τοὐναντίον·
その証拠として、そこでは逆のことが起こる。
εἰσπλέοντες μὲν γὰρ οὐχ ἁλίσκονται εἰς τὸν Ἀδρίαν, ἐκπλέοντες δ’ ἁλίσκονται.
すなわち、彼らはアドリア海へと回入するときには捕獲されず、回出するときに捕獲されるのである。
Εἰσπλέουσι δ’ οἱ θύννοι ἐπὶ δεξιὰ ἐχόμενοι τῆς γῆς, ἐκπλέουσι δ’ ἐπ’ ἀριστερά·
また、マグロは陸地を右側に保ちながら回入し、左側に保ちながら回出する。
τοῦτο δέ φασί τινες ποιεῖν ὅτι τῷ δεξιῷ ὀξύτερον ὁρῶσι, φύσει οὐκ ὀξὺ βλέποντες.
ある人々によれば、彼らがこのようにするのは、生まれつき視力が良くないため、右目でより鋭く見るからであるという。
Τὴν μὲν οὖν ἡμέραν οἱ ῥυάδες κομίζονται, τὴν δὲ νύκτα ἡσυχάζουσι καὶ νέμονται, ἐὰν μὴ σελήνη ᾖ·
したがって、回流する魚たちは昼間は移動し、夜間は、月が出ていない限り、静止して餌を食べる。
τότε δὲ κομίζονται καὶ οὐχ ἡσυχάζουσιν.
しかし月があるときには、彼らは移動し、静止しない。
Λέγουσι δέ τινες τῶν περὶ τὴν θάλατταν ὡς ὅταν τροπαὶ χειμεριναὶ γίνωνται, οὐκέτι κινοῦνται ἀλλ’ ἡσυχάζουσιν, ὅπου ἂν τύχωσι καταληφθέντες, μέχρι ἰσημερίας.
また、海に関わる人々の中には、冬至が訪れると、彼らはもはや動かずに、どこであれ冬至に遭遇した場所で、春分まで静止していると言う者もいる。
Οἱ μὲν οὖν κολίαι εἰσπλέοντες ἁλίσκονται, ἐξιόντες δ’ ἦττον·
コリアスは回入するときに捕獲されるが、出ていくときはあまり捕獲されない。
ἄριστοι δ’ εἰσὶν ἐν τῇ Προποντίδι πρὸ τοῦ τίκτειν.
また、それらは産卵前にプロポンティスにおいて最上である。
Οἱ δ’ ἄλλοι ῥυάδες ἐξιόντες ἐκ τοῦ Πόντου ἁλίσκονται μᾶλλον καὶ ἄριστοι τότε εἰσίν·
一方、他の回流魚はポントスから出ていく際により多く捕獲され、そのとき最上である。
ὅταν δὲ εἰσπλέωσιν, ἐγγύτατα τοῦ αἰγιαλοῦ πιότατοι ἁλίσκονται, ὅσα δ’ ἀνωτέρω, ἀεὶ λεπτότεροι.
しかし回入するときには、海岸に最も近いところで最も太った状態で捕獲され、沖合にいるものほど、常に痩せている。
Πολλάκις δὲ καὶ ὅταν πνεῦμα ἀντικόψῃ νότιον ἐκπλέουσι τοῖς κολίαις καὶ τοῖς σκόμβροις, κάτω ἁλίσκονται μᾶλλον ἢ περὶ Βυζάντιον.
また、コリアスやサバが回出するときに、しばしば南風が逆風となると、ビザンティオンの周辺よりも下流で多く捕獲される。
Τοὺς μὲν οὖν ἐκτοπισμοὺς τοῦτον ποιοῦνται τὸν τρόπον.
さて、彼らはこのような方法で移動を行う。
Τὸ δ’ αὐτὸ τοῦτο συμβαίνει πάθος καὶ ἐπὶ τῶν χερσαίων κατὰ τὴν φωλείαν·
これとまったく同じ状態が、潜伏に関しても陸上の動物に見られる。
τοῦ μὲν γὰρ χειμῶνος ὁρμῶσι πρὸς τὴν φωλείαν, ἀπαλλάττονται δὲ κατὰ τὴν θερμοτέραν ὥραν.
すなわち、彼らは冬には潜伏場所へと赴き、より暖かい季節にはそこから去るのである。
Ποιοῦνται δὲ τὰ ζῷα καὶ τὰς φωλείας πρὸς τὴν βοήθειαν καὶ τὰς ὑπερβολὰς τῆς ὥρας ἑκατέρας.
また、動物たちが潜伏するのは、それぞれの季節の極端な気候に対する防御のためでもある。
Φωλεῖ δὲ τῶν μὲν ὅλον τὸ γένος, ἐνίων δὲ τὰ μὲν τὰ δ’ οὔ.
ある動物ではその属全体が潜伏し、別の動物では一部はそうするが一部はそうしない。
Τὰ μὲν γὰρ ὀστρακόδερμα πάντα φωλεῖ, οἷον τά τε ἐν τῇ θαλάττῃ, πορφύραι καὶ κήρυκες καὶ πᾶν τὸ τοιοῦτον γένος·
殻皮類はすべて潜伏する。 例えば海のなかにいるポルピュラやケリュクス、およびその種のすべての属がそうである。
ἀλλὰ τῶν μὲν ἀπολελυμένων ἐπιδηλότερός ἐστιν ἡ φωλεία (κρύπτουσι γὰρ αὑτά, οἷον οἱ κτένες, τὰ δ’ ἴσχει ἐπιπολῆς ἐπικάλυμμα, οἷον οἱ χερσαῖοι κοχλίαι), τῶν δ’ ἀναπολύτων ἄδηλος ἡ μεταβολή.
しかし、自由に動けるものにおいては、その潜伏はより顕著である(というのは、例えばクテスのように自分自身を隠すか、あるいは、陸生のコクリアスのように、表面に蓋を形成するからである)。 一方、自由に動けないものにおいては、その変化は目立たない。
Φωλοῦσι δ’ οὐ τὴν αὐτὴν ὥραν, ἀλλ’ οἱ μὲν κοχλίαι τοῦ χειμῶνος, αἱ δὲ πορφύραι καὶ οἱ κήρυκες ὑπὸ κύνα περὶ ἡμέρας τριάκοντα, καὶ οἱ κτένες περὶ τὸν αὐτὸν χρόνον.
また、彼らは同じ時期に潜伏するのではなく、コクリアスは冬に、ポルピュラやケリュクスはドッグ・スターの昇る頃に約30日間、そしてクテスも同じ時期に潜伏する。
Τὰ δὲ πλεῖστα αὐτῶν φωλεῖ καὶ ἐν τοῖς σφόδρα ψύχεσι καὶ ἐν ταῖς σφόδρα ἀλέαις.
そして彼らの大部分は、極端な寒さの時期と極端な暑さの時期の両方に潜伏する。