§8.12Τροφαῖς μὲν οὖν χρῶνται τὰ γένη τῶν ζῴων ταῖς εἰρημέναις.
このように、動物の諸類は上述のような食物を利用している。
Αἱ δὲ πράξεις αὐτῶν ἅπασαι περί τε τὰς ὀχείας καὶ τὰς τεκνώσεις εἰσί, καὶ περὶ τὰς εὐπορίας τῆς τροφῆς, καὶ πρὸς τὰ ψύχη καὶ τὰς ἀλέας πεπορισμέναι, καὶ πρὸς τὰς μεταβολὰς τὰς τῶν ὡρῶν.
彼らの活動はすべて、交尾と育児、食物の確保、あるいは寒さと暑さに備えること、また季節の移り変わりに関わっている。
Πάντα γὰρ τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολῆς αἴσθησιν ἔχει σύμφυτον, καὶ καθάπερ τῶν ἀνθρώπων οἱ μὲν εἰς τὰς οἰκίας τοῦ χειμῶνος μεταβάλλουσιν, οἱ δὲ πολλῆς χώρας κρατοῦντες θερίζουσι μὲν ἐν τοῖς ψυχροῖς χειμάζουσι δ’ ἐν τοῖς ἀλεεινοῖς, οὕτω καὶ τῶν ζῴων τὰ δυνάμενα μεταβάλλειν τοὺς τόπους.
なぜなら、すべての動物は寒暖の変化に対する生来の感覚を持っており、人間において、ある人々は冬になると家の中に移り、また広大な領地を支配する人々は涼しい場所で夏を過ごし、温暖な場所で冬を過ごすように、動物のうちで場所を移動する能力があるものも同様であるからである。
Καὶ τὰ μὲν ἐν αὐτοῖς τοῖς συνήθεσι τόποις εὑρίσκεται τὰς βοηθείας, τὰ δ’ ἐκτοπίζει, μετὰ μὲν τὴν φθινοπωρινὴν ἰσημερίαν ἐκ τοῦ Πόντου καὶ τῶν ψυχρῶν τόπων φεύγοντα τὸν ἐπιόντα χειμῶνα, μετὰ δὲ τὴν ἐαρινὴν ἐκ τῶν θερμῶν εἰς τοὺς τόπους τοὺς ψυχροὺς φοβούμενα τὰ καύματα, τὰ μὲν ἐκ τῶν ἐγγὺς τόπων ποιούμενα τὰς μεταβολάς, τὰ δὲ καὶ ἐκ τῶν ἐσχάτων ὡς εἰπεῖν, οἷον αἱ γέρανοι ποιοῦσιν·
そして、あるものは慣れ親しんだ同じ地域の中で対処法を見出すが、他のものは移住する。 すなわち、秋分の後に、黒海や寒い地域から迫り来る冬を避けて逃れ、春分の後には、暑い地域から暑さを恐れて寒い地域へと移動する。 あるものは近い場所から移動を行い、別のものは、いわば地の果てから地の果てへと移動するのであり、例えばツルがそれを行う。
μεταβάλλουσι γὰρ ἐκ τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη τὰ ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥεῖ·
ツルはスキティアの平原から、ナイル川が流れるエジプトの上流の湿地へと移動する。
οὗ καὶ λέγονται τοῖς Πυγμαίοις ἐπιχειρεῖν·
そしてこの場所で、彼らはピグミーたちに襲いかかると言されている。
οὐ γάρ ἐστι τοῦτο μῦθος, ἀλλ’ ἔστι κατὰ τὴν ἀλήθειαν γένος μικρὸν μέν, ὥσπερ λέγεται, καὶ αὐτοὶ καὶ οἱ ἵπποι, τρωγλοδύται δ’ εἰσὶ τὸν βίον.
というのも、これは神話ではなく、実際に言われている通りの小さな種族が存在し、彼ら自身もその馬も小さく、穴居生活を送っているからである。
Καὶ οἱ πελεκᾶνες δ’ ἐκτοπίζουσι, καὶ πέτονται ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ ἐπὶ τὸν Ἴστρον, κἀκεῖ τεκνοποιοῦνται·
またペリカンも移住し、ストリュモン川からイストロス川へと飛び、そこで子育てをする。
ἀθρόοι δ’ ἀπέρχονται, ἀναμένοντες οἱ πρότεροι τοὺς ὕστερον, διὰ τὸ ὅταν ὑπερπτῶνται τὸ ὄρος ἀδήλους γίνεσθαι τοὺς προτέρους τοῖς ὑστέροις.
彼らは群れをなして旅立つが、先に行くものは後から来るものを待ち合わせる。 これは、山を越えるときに、先に行くものが後から来るものに見えなくなるからである。
Καὶ οἱ ἰχθύες δὲ τὸν αὐτὸν τρόπον οἱ μὲν ἐκ τοῦ Πόντου καὶ εἰς τὸν Πόντον μεταβάλλουσιν, οἱ δ’ ἐν μὲν τῷ χειμῶνι ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν, τὴν ἀλέαν διώκοντες, ἐν δὲ τῷ θέρει ἐκ τῶν προσγείων εἰς τὸ πέλαγος, φεύγοντες τὴν ἀλέαν.
また、魚も同じように、あるものは黒海から、あるいは黒海へと移動し、他のものは、冬には深海から暖かさを求めて沿岸へと向かい、夏には暑さを避けて沿岸から深海へと退く。
Καὶ τὰ ἀσθενῆ δὲ τῶν ὀρνέων ἐν μὲν τῷ χειμῶνι καὶ τοῖς πάγοις εἰς τὰ πεδία καταβαίνουσι διὰ τὴν ἀλέαν, ἐν δὲ τῷ θέρει ἀποχωροῦσιν εἰς τὰ ὄρη ἄνω διὰ τὰ καύματα.
また、弱い鳥も、冬や霜の時期には暖かさを求めて平地に下り、夏には暑さのために山の上へと退く。
Ποιεῖται δ’ ἀεὶ τὰ ἀσθενέστερα πρῶτα τὴν μετάστασιν καθ’ ἑκατέραν τὴν ὑπερβολήν, οἷον οἱ μὲν σκόμβροι τῶν θύννων, οἱ δ’ ὄρτυγες τῶν γεράνων·
そして、常に、より弱いもののほうが、寒暖のどちらの極端な時期においても先に移動を行う。 例えば、サバはマグロよりも先に、ウズラはツルよりも先に移動する。
τὰ μὲν γὰρ μεταβάλλει τοῦ Βοηδρομιῶνος, τὰ δὲ τοῦ Μαιμακτηριῶνος.
すなわち、前者はボエドロミオン月に移動し、後者はマイマクテリオン月に移動するからである。
Ἔστι δὲ πιότερα πάντα ὅταν ἐκ τῶν ψυχρῶν τόπων μεταβάλλῃ ἢ ὅταν ἐκ τῶν θερμῶν, οἷον καὶ οἱ ὄρτυγες τοῦ φθινοπώρου μᾶλλον ἢ τοῦ ἔαρος.
また、すべての動物は、暑い地域から移動するときよりも、寒い地域から移動するときのほうが太っている。 例えばウズラも、春よりも秋のほうが太っている。
Συμβαίνει δ’ ἐκ τῶν ψυχρῶν τόπων ἅμα μεταβάλλειν καὶ ἐκ τῆς ὥρας τῆς θερμῆς.
そして、寒い地域からの移動は、暖かい季節の終わりと同時に起こる。
Ἔχουσι δὲ καὶ πρὸς τὰς ὀχείας ὁρμητικώτερον κατὰ τὴν ἐαρινὴν ὥραν καὶ ὅταν μεταβάλλωσιν ἐκ τῶν θερμῶν.
また、彼らは春の季節、および暖かい地域から移動するときに、交尾への意欲がより盛んになる。
Τῶν μὲν οὖν ὀρνέων αἱ γέρανοι, καθάπερ εἴρηται πρότερον, ἐκτοπίζουσιν εἰς τὰ ἔσχατα ἐκ τῶν ἐσχάτων.
さて、鳥のうちでツルは、先にも述べたように、地の果てから地の果てへと移住する。
Πέτονται δὲ πρὸς τὸ πνεῦμα.
彼らは風に向かって飛ぶ。
Τὸ δὲ περὶ τοῦ λίθου ψεῦδός ἐστι·
また、石に関する話は嘘である。
λέγεται γὰρ ὡς ἔχουσιν ἕρμα λίθον, ὃς γίνεται χρήσιμος πρὸς τὰς τοῦ χρυσοῦ βασάνους, ὅταν ἀνεμέσωσιν.
というのも、彼らはバラストとして石を持っており、それを吐き出すと金の試金に役立つと言われているが、それは嘘だからである。
Ἀπαίρουσι δὲ καὶ αἱ φάτται καὶ αἱ πελειάδες, καὶ οὐ χειμάζουσι, καὶ αἱ χελιδόνες καὶ αἱ τρυγόνες·
また、モリバトやカワラバトも旅立ち、冬を越さない。 ツバメやキジバトも同様である。
αἱ δὲ περιστεραὶ καταμένουσιν.
しかし、イエバトは留まる。
Ὁμοίως δὲ καὶ οἱ ὄρτυγες, ἐὰν μή τινες ὑπολειφθῶσι καὶ τῶν τρυγόνων καὶ τῶν ὀρτύγων ἐν εὐείλοις χωρίοις.
ウズラも同様であるが、キジバトやウズラの一部が日当たりの良い温暖な場所に取り残される場合は例外である。
Ἀγελάζονται δ’ αἵ τε φάτται καὶ αἱ τρυγόνες, ὅταν τε παραγίνωνται καὶ πάλιν ὅταν ὥρα ᾖ πρὸς τὴν ἀνακομιδήν.
モリバトやキジバトは、到着するとき、および再び戻る時期になると群れを作る。
Οἱ δ’ ὄρτυγες ὅταν πέσωσιν, ἐὰν μὲν εὐδία ἢ βόρειον ᾖ, συνδυάζονταί τε καὶ εὐημεροῦσιν, ἐὰν δὲ νότος, χαλεπῶς ἔχουσι διὰ τὸ μὴ εἶναι πτητικοί·
ウズラは、着陸するときに、穏やかな天気か北風であれば、つがいになって元気に過ごすが、南風であれば、飛ぶのが得意でないために困難を経験する。
ὑγρὸς γὰρ καὶ βαρὺς ὁ ἄνεμος·
南風は湿っていて重いからである。
διὸ καὶ οἱ θηρεύοντες ἐπιχειροῦσι τοῖς νοτίοις.
それゆえ、猟師たちも南風のときに彼らを狙う。
Εὐδίας δ’ οὐ πέτονται διὰ τὸ βάρος·
穏やかな天気では彼らは重さのために飛ばない。
πολὺ γὰρ τὸ σῶμα, διὸ καὶ βοῶντες πέτονται·
体が大きいからであり、それゆえ鳴きながら飛ぶ。
πονοῦσι γάρ.
苦労しているからである。
Ὅταν μὲν οὖν ἐκεῖθεν παραβάλλωσιν, οὐκ ἔχουσιν ἡγεμόνας·
あちらからやってくるときには、彼らは先導者を持たない。
ὅταν δ’ ἐντεῦθεν ἀπαίρωσιν, ἥ τε γλωττὶς συναπαίρει καὶ ἡ ὀρτυγομήτρα καὶ ὁ ὠτὸς καὶ ὁ κύχραμος, ὅσπερ αὐτοὺς καὶ ἀνακαλεῖται νύκτωρ·
しかし、ここから旅立つときには、グロッティス、オルテュゴメトラ、オトス、キュクラモスが一緒に旅立つ。 キュクラモスは夜間に彼らを呼び集める。
καὶ ὅταν τούτου τὴν φωνὴν ἀκούσωσιν οἱ θηρεύοντες, ἴσασιν ὅτι οὐ καταμένουσιν.
そして猟師たちがこの鳥の鳴き声を聞くと、ウズラたちが留まらないことを知る。
Ἡ δ’ ὀρτυγομήτρα παραπλήσιος τὴν μορφὴν τοῖς λιμναίοις ἐστί, καὶ ἡ γλωττὶς γλῶτταν ἐξαγομένην ἔχουσα μέχρι πόρρω.
オルテュゴメトラの姿は湿地の鳥に似ており、グロッティスは舌を遠くまで突き出すことができる。
Ὁ δ’ ὠτὸς ὅμοιος ταῖς γλαυξὶ καὶ περὶ τὰ ὦτα πτερύγια ἔχων·
オトスはコノハズクに似ており、耳の周りに羽毛の束を持つ。
ἔνιοι δ’ αὐτὸν νυκτικόρακα καλοῦσιν.
ある人々はこれをニュクティコラクスと呼ぶ。
Ἔστι δὲ κόβαλος καὶ μιμητής, καὶ ἀντορχούμενος ἁλίσκεται, περιελθόντος θατέρου τῶν θηρευτῶν, καθάπερ ἡ γλαύξ.
この鳥はいたずら好きで、模倣が得意であり、猟師の一人が周囲を回っている間に、コノハズクのように、踊り返している間に捕らえられる。
Ὅλως δὲ τὰ γαμψώνυχα πάντα βραχυτράχηλα καὶ πλατύγλωττα καὶ μιμητικά·
一般に、鉤爪を持つものはすべて、首が短く、舌が平らで、模倣が得意である。
καὶ γὰρ τὸ Ἰνδικὸν ὄρνεον ἡ ψιττάκη, τὸ λεγόμενον ἀνθρωπόγλωττον, τοιοῦτόν ἐστι·
インドの鳥であるインコ、いわゆる人間の言葉を話すと言われる鳥もそのような特徴を持つ。
καὶ ἀκολαστότερον δὲ γίνεται, ὅταν πίῃ οἶνον.
そしてワインを飲むと、より奔放になる。
Ἀγελαῖοι δὲ τῶν ὀρνίθων εἰσὶ γέρανος, κύκνος, πελεκάν, χὴν ὁ μικρός.
群れを作る鳥は、ツル、白鳥、ペリカン、小さなガンである。