§8.1## Θ.
Τὰ μὲν οὖν περὶ τὴν ἄλλην φύσιν τῶν ζῴων καὶ τὴν γένεσιν τοῦτον ἔχει τὸν τρόπον·
第八巻さて、動物の他の自然や生成に関する事柄は、このようなあり方をしている。
αἱ δὲ πράξεις καὶ οἱ βίοι κατὰ τὰ ἤθη καὶ τὰς τροφὰς διαφέρουσιν.
しかし、その活動や生活様式は、性格や食物に応じて異なっている。
Ἔνεστι γὰρ ἐν τοῖς πλείστοις καὶ τῶν ἄλλων ζῴων ἴχνη τῶν περὶ τὴν ψυχὴν τρόπων, ἅπερ ἐπὶ τῶν ἀνθρώπων ἔχει φανερωτέρας τὰ διαφοράς·
というのも、他の動物の大部分の中にも、魂に関する性質の痕跡が存在しており、それらは人間においてより明確な差異を見せているからである。
καὶ γὰρ ἡμερότης καὶ ἀγριότης, καὶ πραότης καὶ χαλεπότης, καὶ ἀνδρία καὶ δειλία, καὶ φόβοι καὶ θάρρη, καὶ θυμοὶ καὶ πανουργίαι καὶ τῆς περὶ τὴν διάνοιαν συνέσεως ἔνεισιν ἐν πολλοῖς αὐτῶν ὁμοιότητες, καθάπερ ἐπὶ τῶν μερῶν ἐλέγομεν.
実際、馴れやすさと獰猛さ、穏やかさと気難しさ、勇敢さと臆病さ、恐れと確信、憤怒と悪賢さ、そして知力に関する理解力の類似性が、それらの多くの中に、あたかも部分について我々が述べていたのと同様に存在している。
Τὰ μὲν γὰρ τῷ μᾶλλον καὶ ἧττον διαφέρει πρὸς τὸν ἄνθρωπον, καὶ ὁ ἄνθρωπος πρὸς πολλὰ τῶν ζῴων (ἔνια γὰρ τῶν τοιούτων ὑπάρχει μᾶλλον ἐν ἀνθρώπῳ, ἔνια δ’ ἐν τοῖς ἄλλοις ζῴοις μᾶλλον), τὰ δὲ τῷ ἀνάλογον διαφέρει·
すなわち、あるものは「より多く、あるいはより少なく」という度合いにおいて人間と異なっており、また人間も多くの動物と異なっているが(というのも、そのような性質のいくつかは人間により多く存在し、別のものは他の動物により多く存在するからである)、また別のものは「比類」において異なっている。
ὡς γὰρ ἐν ἀνθρώπῳ τέχνη καὶ σοφία καὶ σύνεσις, οὕτως ἐνίοις τῶν ζῴων ἐστί τις ἑτέρα τοιαύτη φυσικὴ δύναμις.
ちょうど人間の中に技術、知恵、理解力があるように、一部の動物の中には、それに対応する別の自然の能力が存在するのである。
Φανερώτατον δ’ ἐστὶ τὸ τοιοῦτον ἐπὶ τὴν τῶν παίδων ἡλικίαν βλέψασιν·
このようなことは、子供たちの年齢に目を向けるならば、最も明白である。
ἐν τούτοις γὰρ τῶν μὲν ὕστερον ἕξεων ἐσομένων ἔστιν ἰδεῖν οἷον ἴχνη καὶ σπέρματα, διαφέρει δ’ οὐθὲν ὡς εἰπεῖν ἡ ψυχὴ τῆς τῶν θηρίων ψυχῆς κατὰ τὸν χρόνον τοῦτον, ὥστ’ οὐδὲν ἄλογον εἰ τὰ μὲν ταὐτὰ τὰ δὲ παραπλήσια τὰ δ’ ἀνάλογον ὑπάρχει τοῖς ἄλλοις ζῴοις.
なぜなら、子供たちの中には、のちに形成されることになる状態の、いわば痕跡や種子を見ることができるからであり、この時期において彼らの魂は野獣の魂と実質的に何ら変わるところがない。 したがって、あるものは同一であり、あるものは類似しており、あるものは類比的なものが他の動物に存在しているとしても、何ら不合理ではない。
Οὕτω δ’ ἐκ τῶν ἀψύχων εἰς τὰ ζῷα μεταβαίνει κατὰ μικρὸν ἡ φύσις, ὥστε τῇ συνεχείᾳ λανθάνειν τὸ μεθόριον αὐτῶν καὶ τὸ μέσον ποτέρων ἐστίν.
このように、自然は無生物から動物へと少しずつ移行するので、その連続性のために、それらの境界や中間がどちらに属するかが気づかれないほどである。
Μετὰ γὰρ τὸ τῶν ἀψύχων γένος τὸ τῶν φυτῶν πρῶτόν ἐστιν·
無生物の類の後に、植物の類が最初に来る。
καὶ τούτων ἕτερον πρὸς ἕτερον διαφέρει τῷ μᾶλλον δοκεῖν μετέχειν ζωῆς, ὅλον δὲ τὸ γένος πρὸς μὲν τἆλλα σώματα φαίνεται σχεδὸν ὥσπερ ἔμψυχον, πρὸς δὲ τὸ τῶν ζῴων ἄψυχον.
そしてこれら植物も、一方は他方に対して、生命により多くあずかっているように見えるという点において異なっており、その類全体としては、他の物体に対してはほぼ生命があるように見え、動物に対しては生命がないように見える。
Ἡ δὲ μετάβασις ἐξ αὐτῶν εἰς τὰ ζῷα συνεχής ἐστιν, ὥσπερ ἐλέχθη πρότερον.
そして、それらから動物への移行は、以前に述べられたように連続的である。
Ἔνια γὰρ τῶν ἐν τῇ θαλάττῃ διαπορήσειεν ἄν τις πότερον ζῷόν ἐστιν ἢ φυτόν·
というのも、海の中にあるいくつかのものについては、それが動物なのか植物なのか疑う者もいるだろう。
προσπέφυκε γάρ, καὶ χωριζόμενα πολλὰ διαφθείρεται τῶν τοιούτων, οἷον αἱ μὲν πίνναι προσπεφύκασιν, οἱ δὲ σωλῆνες ἀνασπασθέντες οὐ δύνανται ζῆν.
なぜなら、それらは固着しており、そのようなものの多くは引き離されると死んでしまうからである。 例えば、ピンナは固着しており、ソーレーンは引き抜かれると生きることができない。
Ὅλως δὲ πᾶν τὸ γένος τὸ τῶν ὀστρακοδέρμων φυτοῖς ἔοικε πρὸς τὰ πορευτικὰ τῶν ζῴων.
一般に、殻皮類の類全体は、移動する動物と比較すると植物に似ている。
Καὶ περὶ αἰσθήσεως, τὰ μὲν αὐτῶν οὐδὲ ἓν σημαίνεται, τὰ δ’ ἀμυδρῶς.
また感覚についても、それらのうちあるものは何ら感覚の兆候を示さず、他のものはわずかに示す。
Ἡ δὲ τοῦ σώματος ἐνίων σαρκώδης ἐστὶ φύσις, οἷον τά τε καλούμενα τήθυα καὶ τὸ τῶν ἀκαληφῶν γένος·
また、あるものの体の性質は肉質であり、例えば、ホヤと呼ばれるものやイソギンチャクの類がそうである。
ὁ δὲ σπόγγος παντελῶς ἔοικε τοῖς φυτοῖς.
そして、海綿は完全に植物に似ている。
Ἀεὶ δὲ κατὰ μικρὰν διαφορὰν ἕτερα πρὸ ἑτέρων ἤδη φαίνεται μᾶλλον ζωὴν ἔχοντα καὶ κίνησιν.
そして、常にわずかな違いによって、一方のものが他方のものよりも、より生命と運動を持っていることが明らかになっていく。
Καὶ κατὰ τὰς τοῦ βίου δὲ πράξεις τὸν αὐτὸν ἔχει τρόπον.
そして、生活の活動に関しても同様である。
Τῶν τε γὰρ φυτῶν ἔργον οὐδὲν ἄλλο φαίνεται πλὴν οἷον αὐτὸ ποιῆσαι πάλιν ἕτερον, ὅσα γίνεται διὰ σπέρματος·
実際、植物の働きは、種子によって生じるすべてのものにとって、自分自身のような別のものを再び作り出すこと以外には何もないように見える。
ὁμοίως δὲ καὶ τῶν ζῴων ἐνίων παρὰ τὴν γένεσιν οὐδὲν ἔστιν ἄλλο λαβεῖν ἔργον.
同様に、一部の動物にとっても、生殖以外に他の働きを見出すことはできない。
Διόπερ αἱ μὲν τοιαῦται πράξεις κοιναὶ πάντων εἰσί· προσούσης δ’ αἰσθήσεως ἤδη, περί τε τὴν ὀχείαν διὰ τὴν ἡδονὴν διαφέρουσιν αὐτῶν οἱ βίοι, καὶ περὶ τοὺς τόκους καὶ τὰς ἐκτροφὰς τῶν τέκνων.
それゆえ、このような活動はすべてに共通しているが、すでに感覚が加わることによって、彼らの生活は快楽のために交尾に関して、また出産や子供たちの育成に関して異なってくる。
Τὰ μὲν οὖν ἁπλῶς, ὥσπερ φυτά, κατὰ τὰς ὥρας ἀποτελεῖ τὴν οἰκείαν γένεσιν·
さて、あるものは単に植物のように、季節に従って固有の生殖を完遂する。
τὰ δὲ καὶ περὶ τὰς τροφὰς ἐκπονεῖται τῶν τέκνων, ὅταν δ’ ἀποτελέσῃ, χωρίζονται καὶ κοινωνίαν οὐδεμίαν ἔτι ποιοῦνται·
また、あるものは子供たちの食物のためにも骨を折り、完遂すると離れて、もはやいかなる共同関係も持たない。
τὰ δὲ συνετώτερα καὶ κοινωνοῦντα μνήμης ἐπὶ πλέον καὶ πολιτικώτερον χρῶνται τοῖς ἀπογόνοις.
しかし、より知恵があり、記憶を共有しているものは、より長く、またより社会的に子孫と関わる。
Ἒν μὲν οὖν μέρος τῆς ζωῆς αἱ περὶ τὴν τεκνοποιίαν εἰσὶ πράξεις αὐτοῖς, ἔτι δ’ ἕτερον αἱ περὶ τὴν τροφήν·
したがって、彼らにとって生命の一つの部分は子作りに関する活動であり、さらに別の部分は食物に関するものである。
περὶ γὰρ δύο τούτων αἵ τε σπουδαὶ τυγχάνουσιν οὖσαι πᾶσαι καὶ ὁ βίος.
というのも、彼らのすべての関心と生活は、これら二つの事柄を巡るものであるからである。
Αἱ δὲ τροφαὶ διαφέρουσι μάλιστα κατὰ τὴν ὕλην ἐξ οἵας συνεστήκασιν.
そして、食物はそれが構成されている素材によって最も異なっている。
Ἡ γὰρ αὔξησις ἑκάστοις γίνεται κατὰ φύσιν ἐκ ταύτης.
なぜなら、それぞれにとっての自然な成長はこの素材から生じるからである。
Τὸ δὲ κατὰ φύσιν ἡδύ· διώκει δὲ πάντα τὴν κατὰ φύσιν ἡδονήν.
そして、自然なものは快いものであり、すべてのものは自然な快楽を追い求める。