§8.1## Θ.
Τὰ μὲν οὖν περὶ τὴν ἄλλην φύσιν τῶν ζῴων καὶ τὴν γένεσιν τοῦτον ἔχει τὸν τρόπον· αἱ δὲ πράξεις καὶ οἱ βίοι κατὰ τὰ ἤθη καὶ τὰς τροφὰς διαφέρουσιν.
第八卷关于动物的其他本性以及繁殖的事,情况就是这样;而它们的活动和生活方式则因性格和食物而异。
Ἔνεστι γὰρ ἐν τοῖς πλείστοις καὶ τῶν ἄλλων ζῴων ἴχνη τῶν περὶ τὴν ψυχὴν τρόπων, ἅπερ ἐπὶ τῶν ἀνθρώπων ἔχει φανερωτέρας τὰ διαφοράς·
因为在大多数其他动物中,也存在着与灵魂相关的品质的痕迹,这些痕迹在人类身上表现出更明显的差异。
καὶ γὰρ ἡμερότης καὶ ἀγριότης, καὶ πραότης καὶ χαλεπότης, καὶ ἀνδρία καὶ δειλία, καὶ φόβοι καὶ θάρρη, καὶ θυμοὶ καὶ πανουργίαι καὶ τῆς περὶ τὴν διάνοιαν συνέσεως ἔνεισιν ἐν πολλοῖς αὐτῶν ὁμοιότητες, καθάπερ ἐπὶ τῶν μερῶν ἐλέγομεν.
实际上,驯服与凶猛、温和与暴躁、勇敢与胆怯、恐惧与自信、愤怒与狡黠,以及与理智相关的理解力的相似性,在它们之中的许多动物身上都存在,正如我们在谈到身体部位时所说的那样。
Τὰ μὲν γὰρ τῷ μᾶλλον καὶ ἧττον διαφέρει πρὸς τὸν ἄνθρωπον, καὶ ὁ ἄνθρωπος πρὸς πολλὰ τῶν ζῴων (ἔνια γὰρ τῶν τοιούτων ὑπάρχει μᾶλλον ἐν ἀνθρώπῳ, ἔνια δ’ ἐν τοῖς ἄλλοις ζῴοις μᾶλλον), τὰ δὲ τῷ ἀνάλογον διαφέρει·
因为其中一些品质在“多与少”的程度上与人类有所不同,而人类在这些品质上也与许多动物有所不同(因为有些品质在人类身上表现得更明显,而另一些在其他动物身上更明显),而另一些品质则在“比拟”上有所不同。
ὡς γὰρ ἐν ἀνθρώπῳ τέχνη καὶ σοφία καὶ σύνεσις, οὕτως ἐνίοις τῶν ζῴων ἐστί τις ἑτέρα τοιαύτη φυσικὴ δύναμις.
正如在人类中有技术、智慧和理解力一样,在某些动物中也存在着某种其他类似的自然能力。
Φανερώτατον δ’ ἐστὶ τὸ τοιοῦτον ἐπὶ τὴν τῶν παίδων ἡλικίαν βλέψασιν· ἐν τούτοις γὰρ τῶν μὲν ὕστερον ἕξεων ἐσομένων ἔστιν ἰδεῖν οἷον ἴχνη καὶ σπέρματα, διαφέρει δ’ οὐθὲν ὡς εἰπεῖν ἡ ψυχὴ τῆς τῶν θηρίων ψυχῆς κατὰ τὸν χρόνον τοῦτον, ὥστ’ οὐδὲν ἄλογον εἰ τὰ μὲν ταὐτὰ τὰ δὲ παραπλήσια τὰ δ’ ἀνάλογον ὑπάρχει τοῖς ἄλλοις ζῴοις.
如果人们观察儿童的年龄,这一点就最为明显;因为在他们身上,可以看到未来将要形成的状态的痕迹和种子,而且在这一时期,他们的灵魂与野兽的灵魂可以说毫无差别,因此,即使在其他动物中存在着一些相同、相似或对应的品质,也完全没有什么不合理。
Οὕτω δ’ ἐκ τῶν ἀψύχων εἰς τὰ ζῷα μεταβαίνει κατὰ μικρὸν ἡ φύσις, ὥστε τῇ συνεχείᾳ λανθάνειν τὸ μεθόριον αὐτῶν καὶ τὸ μέσον ποτέρων ἐστίν.
大自然就是这样,从无生命之物到动物,一点一点地过渡,以至于由于这种连续性,它们的界限,以及中间物到底属于哪一方,都变得难以察觉。
Μετὰ γὰρ τὸ τῶν ἀψύχων γένος τὸ τῶν φυτῶν πρῶτόν ἐστιν· καὶ τούτων ἕτερον πρὸς ἕτερον διαφέρει τῷ μᾶλλον δοκεῖν μετέχειν ζωῆς, ὅλον δὲ τὸ γένος πρὸς μὲν τἆλλα σώματα φαίνεται σχεδὸν ὥσπερ ἔμψυχον, πρὸς δὲ τὸ τῶν ζῴων ἄψυχον.
在无生命之物这一类别之后,植物这一类别首当其冲;在这些植物中,这一种与那一种的不同之处在于,前者似乎比后者分有了更多的生命,但整个类别与其他物体相比,几乎显得像是有生命的,而与动物相比,则显得像是无生命的。
Ἡ δὲ μετάβασις ἐξ αὐτῶν εἰς τὰ ζῷα συνεχής ἐστιν, ὥσπερ ἐλέχθη πρότερον.
而且,从它们到动物的过渡是连续的,正如先前所说。
Ἔνια γὰρ τῶν ἐν τῇ θαλάττῃ διαπορήσειεν ἄν τις πότερον ζῷόν ἐστιν ἢ φυτόν· προσπέφυκε γάρ, καὶ χωριζόμενα πολλὰ διαφθείρεται τῶν τοιούτων, οἷον αἱ μὲν πίνναι προσπεφύκασιν, οἱ δὲ σωλῆνες ἀνασπασθέντες οὐ δύνανται ζῆν.
因为对于海洋中的一些生物,人们甚至会疑惑它到底是动物还是植物;因为它们是固着生长的,而且这类生物中的许多在被分离时就会死亡,例如江珧是固着生长的,而竹蛏在被拔出后便无法生存。
Ὅλως δὲ πᾶν τὸ γένος τὸ τῶν ὀστρακοδέρμων φυτοῖς ἔοικε πρὸς τὰ πορευτικὰ τῶν ζῴων.
总之,整个贝壳类与那些能够行走的动物相比,更像植物。
Καὶ περὶ αἰσθήσεως, τὰ μὲν αὐτῶν οὐδὲ ἓν σημαίνεται, τὰ δ’ ἀμυδρῶς.
在感觉方面,它们中的一些毫无感觉的迹象,而另一些则感觉微弱。
Ἡ δὲ τοῦ σώματος ἐνίων σαρκώδης ἐστὶ φύσις, οἷον τά τε καλούμενα τήθυα καὶ τὸ τῶν ἀκαληφῶν γένος· ὁ δὲ σπόγγος παντελῶς ἔοικε τοῖς φυτοῖς.
有些生物的身体性质是多肉的,例如被称为海鞘的生物和海葵一类;而海绵则完全像植物。
Ἀεὶ δὲ κατὰ μικρὰν διαφορὰν ἕτερα πρὸ ἑτέρων ἤδη φαίνεται μᾶλλον ζωὴν ἔχοντα καὶ κίνησιν.
而且,总是通过微小的差异,一种接一种的生物已经显得拥有更多的生命和运动。
Καὶ κατὰ τὰς τοῦ βίου δὲ πράξεις τὸν αὐτὸν ἔχει τρόπον.
在生活活动方面,情况也是一样。
Τῶν τε γὰρ φυτῶν ἔργον οὐδὲν ἄλλο φαίνεται πλὴν οἷον αὐτὸ ποιῆσαι πάλιν ἕτερον, ὅσα γίνεται διὰ σπέρματος· ὁμοίως δὲ καὶ τῶν ζῴων ἐνίων παρὰ τὴν γένεσιν οὐδὲν ἔστιν ἄλλο λαβεῖν ἔργον.
事实上,对于植物来说,除了像所有通过种子产生的东西那样,再次制造出另一个像它自己一样的个体之外,似乎没有其他工作;同样地,在一些动物中,除了生殖之外,也找不到其他工作。
Διόπερ αἱ μὲν τοιαῦται πράξεις κοιναὶ πάντων εἰσί· προσούσης δ’ αἰσθήσεως ἤδη, περί τε τὴν ὀχείαν διὰ τὴν ἡδονὴν διαφέρουσιν αὐτῶν οἱ βίοι, καὶ περὶ τοὺς τόκους καὶ τὰς ἐκτροφὰς τῶν τέκνων.
因此,这类活动是所有生物所共有的;但当感觉也随之具备时,它们的生活由于快乐而在交尾方面,以及在生产和哺育后代方面,便开始有所不同。
Τὰ μὲν οὖν ἁπλῶς, ὥσπερ φυτά, κατὰ τὰς ὥρας ἀποτελεῖ τὴν οἰκείαν γένεσιν· τὰ δὲ καὶ περὶ τὰς τροφὰς ἐκπονεῖται τῶν τέκνων, ὅταν δ’ ἀποτελέσῃ, χωρίζονται καὶ κοινωνίαν οὐδεμίαν ἔτι ποιοῦνται· τὰ δὲ συνετώτερα καὶ κοινωνοῦντα μνήμης ἐπὶ πλέον καὶ πολιτικώτερον χρῶνται τοῖς ἀπογόνοις.
有些生物就像植物一样,单纯地根据季节完成其特有的繁殖;有些生物也会为后代的食物而操劳,但一旦完成,它们就会分离,不再发生任何联系;而那些更聪明的、共享记忆的生物,则会更长久、更具社会性地对待它们的后代。
Ἒν μὲν οὖν μέρος τῆς ζωῆς αἱ περὶ τὴν τεκνοποιίαν εἰσὶ πράξεις αὐτοῖς, ἔτι δ’ ἕτερον αἱ περὶ τὴν τροφήν· περὶ γὰρ δύο τούτων αἵ τε σπουδαὶ τυγχάνουσιν οὖσαι πᾶσαι καὶ ὁ βίος.
因此,对它们来说,生命的一个部分是关于生育的活动,而另一个部分是关于食物的活动;因为它们所有的心血和生活都恰好围绕着这两者。
Αἱ δὲ τροφαὶ διαφέρουσι μάλιστα κατὰ τὴν ὕλην ἐξ οἵας συνεστήκασιν.
而食物的不同,主要取决于它们所构成的物质。
Ἡ γὰρ αὔξησις ἑκάστοις γίνεται κατὰ φύσιν ἐκ ταύτης.
因为每种生物的自然生长都是由这种物质产生的。
Τὸ δὲ κατὰ φύσιν ἡδύ· διώκει δὲ πάντα τὴν κατὰ φύσιν ἡδονήν.
而自然的东西是令人愉快的;所有的东西都追求自然的快乐。