§7.4#2Τὸ δὲ δὴ πλῆθος τῶν τόκων τῆς τελειώσεως παρὰ τἆλλα ζῷα τοῖς ἀνθρώποις ταύτην ἔχει τὴν διαφοράν·
さて、出産が完了する際の子の数に関して、人間は他の動物に対して次のような違いを持っている。
καὶ τῶν μὲν μονοτόκων ὄντων τῶν δὲ πολυτόκων, ἐπαμφοτερίζει τὸ γένος τὸ τῶν ἀνθρώπων.
すなわち、ある動物は一頭のみを産み、他の動物は多くを産むが、人間の類はその両方の性質を併せ持っている。
Τὸ μὲν γὰρ πλεῖστον καὶ παρὰ τοῖς πλείστοις ἓν τίκτουσιν αἱ γυναῖκες, πολλάκις δὲ καὶ πολλαχοῦ δίδυμα, οἷον καὶ περὶ Αἴγυπτον.
というのも、大抵の場合、そして多くの女性において、彼女たちは一人の子を産むが、多くの場所でしばしば双子を産むこともあり、例えばエジプトの周辺などがそうである。
Τίκτουσι δὲ καὶ τρία καὶ τέτταρα, περὶ ἐνίους μὲν καὶ σφόδρα τόπους, ὥσπερ εἴρηται πρότερον.
また、以前に述べられたように、いくつかの地域では極めて頻繁に三つ子や四つ子を産む。
Πλεῖστα δὲ τίκτεται πέντε τὸν ἀριθμόν·
最も多い数としては、五人の子が生まれる。
ἤδη γὰρ ὦπται τοῦτο καὶ ἐπὶ πλειόνων συμβεβηκός.
実際、これまでにこのようなことが、さらに多くの数において生じたのが目撃されているからである。
Μία δέ τις ἐν τέτταρσι τόκοις ἔτεκεν εἴκοσιν·
ある女性は、四回の出産で二十人の子を産んだ。
ἀνὰ πέντε γὰρ ἔτεκε, καὶ τὰ πολλὰ αὐτῶν ἐξετράφη.
すなわち、一回に五人ずつ産み、その大部分が育ったのである。
Ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις, κἂν ᾖ τὰ δίδυμα ἄρρεν καὶ θῆλυ, οὐθὲν ἧττον ἐκτρέφεται γενόμενα καὶ σώζεται τῶν ἀρρένων ἢ θηλειῶν·
さて、他の動物においては、たとえ生まれた双子がオスとメスであっても、生まれたものが育ち、生き残る割合は、双子がオス同士やメス同士の場合と比べて何ら劣ることはない。
ἐν δὲ τοῖς ἀνθρώποις ὀλίγα σώζεται τῶν διδύμων, ἐὰν ᾖ τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν.
しかし、人間の場合は、双子の一方が女児で他方が男児であるならば、生き残るものはごくわずかである。
Δέχεται δ’ ὀχείαν κύοντα μάλιστα τῶν ζῴων γυνὴ καὶ ἵππος·
また、妊娠中に交尾を受け入れるのは、動物の中で特に女性と馬である。
τὰ δ’ ἄλλα ὅταν πληρωθῇ, φεύγει τοὺς ἄρρενας, ὅσα μὴ πέφυκεν ἐπικυΐσκεσθαι, καθάπερ δασύπους.
他の動物は、受胎してしまうと、ウサギのように重複受胎する性質を持たないものはすべて、オスから逃げる。
Ἀλλ’ ἵππος μὲν ἂν συλλάβῃ τὸ πρῶτον, οὐκ ἐπικυΐσκεται πάλιν, ἀλλ’ ἓν τίκτει μόνον ὡς ἐπὶ τὸ πολύ·
しかし、馬は最初に受胎すると、再び重複受胎することはなく、大抵の場合は一頭しか産まない。
ἐπ’ ἀνθρώπῳ δ’ ὀλίγα μέν, γέγονε δέ ποτε.
他方、人間においては、稀ではあるが、そのようなことがかつて起こったことがある。
Τὰ μὲν οὖν ὕστερον πολλῷ χρόνῳ συλληφθέντα οὐδὲν λαμβάνει τέλος, ἀλλὰ πόνον παρασχόντα συνδιαφθείρει τὸ προϋπάρχον (ἤδη γὰρ συνέβη γενομένης διαφθορᾶς καὶ δώδεκα ἐκπεσεῖν τὰ ἐπικυηθέντα)·
さて、かなり長い時間が経過した後に重複して受胎したものは、決して完了に至らず、苦痛をもたらした上で、先に存在していた胎児を巻き添えにして共に流産してしまう(実際、流産が生じた際に、重複受胎された胎児が十二個も排出されたことがすでに起こっている)。
ἐὰν δ’ ἐγγὺς ἡ σύλληψις ἐγένετο, τὸ ἐπικυηθὲν ἐξήνεγκαν, καὶ τίκτουσιν ὥσπερ δίδυμα γόνῳ, καθάπερ καὶ τὸν Ἰφικλέα καὶ τὸν Ἡρακλέα μυθολογοῦσιν.
しかし、もし受胎の時期が近かったならば、重複受胎したものを最後まで育て上げ、生まれつきの双子のように出産する。 これは、イピクレスとヘラクレスについて神話で語られている通りである。
Γέγονε γὰρ καὶ τοῦτο φανερόν·
なぜなら、次のようなことも明らかになっているからである。
μοιχευομένη γάρ τις τὸ μὲν τῶν τέκνων τῷ ἀνδρὶ ἐοικὸς ἔτεκε, τὸ δὲ τῷ μοιχῷ.
すなわち、ある姦通していた女性が、子供の一方は夫に似た子を、もう一方は姦通相手に似た子を産んだ。
Ἤδη δὲ καὶ δίδυμα κύουσά τις ἐπεκύησε τρίτον, γενομένου δὲ τοῦ χρόνου τοῦ καθήκοντος τὰ μὲν τελεόγονα τῷ χρόνῳ ἔτεκε, τὸ δὲ πεντάμηνον· καὶ τοῦτ’ ἀπέθανεν εὐθύς.
また、すでに双子を妊娠していたある女性が、三人目の子を重複受胎した。 そして適切な時期が来たとき、時期的に完成した二人の子は定刻に産んだが、もう一人の子は五か月児であり、この子はすぐに死んでしまった。
Καὶ ἑτέρᾳ δέ τινι συνέβη τεκούσῃ πρῶτον μὲν ἑπτάμηνον, ὕστερον δὲ δύο τελεόμηνα τεκεῖν·
また、別の女性には、最初に七か月児を産み、その後に二人の満期産児を産むということが起こった。
καὶ τούτων τὸ μὲν ἐτελεύτησε, τὰ δὲ ἐβίωσεν.
そして、これらのうち一方は死んだが、他方は生き延びた。
Καὶ ἐκτιτρώσκουσαι δέ τινες συνέλαβον ἅμα, καὶ τὸ μὲν ἐξέβαλον τὸ δ’ ἔτεκον.
また、ある女性たちは流産をすると同時に受胎し、一方の胚を排出して他方を産んだ。
Ταῖς δὲ πλείσταις, ἐὰν συγγένωνται κυούσαις μετὰ τὸν ὄγδοον μῆνα, περίπλεων μυξώδους τὸ παιδίον ἐξέρχεται γλισχρότητος.
多くの女性において、もし妊娠八か月目を過ぎてから夫と交わりを持つならば、子供は粘液質の粘り気のあるものにまみれて出てくる。
Καὶ τῶν ἐδεσμάτων δὲ τῶν προσφερομένων περίπλεων φαίνεται πολλάκις.
また、摂取された食物にまみれて現れることもしばしばある。
Καὶ τῷ ἁλὶ δαψιλεστέρῳ χρησαμένων οὐκ ἔχοντα γίνεται τὰ παιδία ὄνυχας.
そして、妊婦が塩を過剰に摂取した場合、子供は爪を持たずに生まれる。