§7.4#1Ὅταν δὲ συλλάβῃ ἡ ὑστέρα τὸ σπέρμα, εὐθὺς συμμύει ταῖς πολλαῖς, μέχρι γένωνται ἑπτὰ μῆνες·
そして、子宮が精液を受け入れると、多くの女性において直ちに子宮口が閉じる。 これは七か月が経過するまで続く。
τῷ δ’ ὀγδόῳ χάσκουσιν·
しかし、八か月目には開く。
καὶ τὸ ἔμβρυον, ἐὰν ᾖ γόνιμον, προκαταβαίνει τῷ ὀγδόῳ μηνί.
そして、胚は、もし生存可能であるならば、八か月目に下降する。
Τὰ δὲ μὴ γόνιμα ἀλλ’ ἀποπεπνιγμένα ὀκτάμηνα ἐν τοῖς τόκοις οὐκ ἐκφέρουσιν ὀκτάμηναι αἱ γυναῖκες, οὔτε προκαταβαίνει κάτω τὰ ἔμβρυα τῷ ὀγδόῳ μηνί, οὔτε αἱ ὕστεραι ἐν τῷ χρόνῳ τούτῳ χάσκουσιν·
他方、生存不可能で窒息した八か月の胚については、八か月目の女性たちは分娩において無事に出産することはなく、胚が八か月目に下方に降りてくることもなければ、子宮がこの時期に開くこともない。
ἀλλὰ σημεῖον ὅτι οὐ γόνιμον, ἐὰν γένηται μὴ συμπεσόντων τῶν εἰρημένων.
むしろ、前述の事柄が同時に起こらずに出産が生じるならば、それは生存可能でないことの兆候である。
Μετὰ δὲ τὰς συλλήψεις αἱ γυναῖκες βαρύνονται τὸ σῶμα πᾶν, καὶ σκότοι πρὸ τῶν ὀμμάτων καὶ ἐν τῇ κεφαλῇ γίνονται πόνοι.
受胎後、女性たちは身体全体が重くなり、目の前が暗くなり、頭痛が生じる。
Ταῦτα δὲ ταῖς μὲν θᾶττον καὶ σχεδὸν δεκαταίαις γίνεται, ταῖς δὲ βραδύτερον, ὅπως ἂν τύχωσιν οὖσαι τῷ περιττωματικαὶ εἶναι μᾶλλον καὶ ἧττον.
これらのことは、ある女性たちにはより早く、およそ十日目に生じ、他の女性たちにはより遅く生じるが、それは彼女たちが体液の多いか少ないかという状態のいずれにあるかによる。
Ἔτι δὲ ναυτίαι καὶ ἔμετοι λαμβάνουσι τὰς πλείστας, καὶ μάλιστα τὰς τοιαύτας, ὅταν αἵ τε καθάρσεις στῶσι καὶ μήπω εἰς τοὺς μαστοὺς τετραμμέναι ὦσιν.
さらに、多くの女性に吐き気や嘔吐が生じるが、それは特に、月経が止まって、しかもそれらがまだ乳房へと向かっていない状態の女性たちにおいてそうである。
Ἔνιαι μὲν οὖν ἀρχόμεναι μᾶλλον πονοῦσι τῶν γυναικῶν, ἔνιαι δ’ ὕστερον, ἤδη τοῦ κυήματος ἔχοντος αὔξησιν μᾶλλον·
女性たちの中には初期により苦痛を感じる者もいれば、のちに胚がすでにかなり大きくなってから苦痛を感じる者もいる。
πολλαῖς δὲ καὶ πολλάκις καὶ στραγγουρίαι γίνονται τὸ τελευταῖον.
また多くの女性において、最後にはしばしば尿閉も生じる。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ ῥᾷον ἀπαλλάττουσιν αἱ τὰ ἄρρενα κύουσαι καὶ μᾶλλον μετ’ εὐχροίας διατελοῦσιν, ἐπὶ δὲ τῶν θηλειῶν τοὐναντίον·
一般的に、男児を妊んでいる女性たちの方がより楽に過ごし、血色もより良く保たれるが、女児の場合にはその逆である。
ἀχρούστεραί τε γὰρ ὡς ἐπὶ τὸ πολύ, καὶ βαρύτερον διάγουσι, καὶ πολλαῖς περὶ τὰ σκέλη οἰδήματα καὶ ἐπάρσεις γίνονται τῆς σαρκός·
なぜなら、彼女たちは大抵の場合、血色が悪く、より重苦しく日々を過ごし、多くの女性において脚の周りに浮腫や肉の腫れが生じるからである。
οὐ μὴν ἀλλ’ ἐνίαις γίνεται καὶ τἀναντία τούτων.
とはいえ、ある女性たちにはこれらと反対のことが生じることもある。
Εἰώθασι δὲ ταῖς κυούσαις αἱ ἐπιθυμίαι γίνεσθαι παντοδαπαὶ καὶ μεταβάλλειν ὀξέως, ὃ καλοῦσί τινες κισσᾶν·
また妊婦には、あらゆる種類の欲望が生じて急激に変化する傾向があり、これをある人々は「キッサー」と呼ぶ。
καὶ ἐπὶ τῶν θηλειῶν ὀξύτεραι μὲν αἱ ἐπιθυμίαι, παραγινομένων δὲ ἧττον δύνανται ἀπολαύειν.
女児を宿している場合、欲望はより激しいが、それがもたらされても、それを享受することはより困難である。
Ὀλίγαις δέ τισι συμβαίνει βέλτιον ἔχειν τὸ σῶμα κυούσαις.
しかし、ごく少数の女性においては、妊娠中に身体の調子がより良くなるということが起こる。
Μάλιστα δὲ ἀσῶνται, ὅταν ἄρχωνται τὰ παιδία τρίχας ποιεῖν.
特に彼女たちが不快感を覚えるのは、子供が髪の毛を生やし始めるときである。
Αἱ δὲ τρίχες ταῖς μὲν κυούσαις αἱ μὲν συγγενεῖς γίνονται ἐλάττους καὶ ῥέουσιν, ἐν οἷς δὲ μὴ εἰώθασιν ἔχειν τρίχας, ταῦτα δασύνεται μᾶλλον.
妊婦の毛髪に関しては、生まれつきのものは減少し、抜け落ちる一方で、通常は毛が生えない部位がより濃くなる。
Καὶ κίνησιν δὲ παρέχεται ἐν τῷ σώματι μᾶλλον ὡς ἐπὶ τὸ πολὺ τὸ ἄρρεν τοῦ θήλεος, καὶ τίκτεται θᾶττον, τὰ δὲ θήλεα βραδύτερον.
また男児は、大抵の場合、女児よりも体内での動きが多く、より早く誕生し、女児はより遅く誕生する。
Καὶ ὁ πόνος ἐπὶ μὲν τοῖς θήλεσι συνεχὴς καὶ νωθρότερος, ἐπὶ δὲ τοῖς ἄρρεσιν ὀξὺς μέν, πολλῷ δὲ χαλεπώτερος.
そして陣痛は、女児の場合は持続的で鈍いが、男児の場合は急激で、はるかに激しい。
Αἱ δὲ πλησιάζουσαι πρὸ τῶν τόκων τοῖς ἀνδράσι θᾶττον τίκτουσιν.
出産の前に夫と交わりを持つ女性たちは、より早く出産する。
Δοκοῦσι δ’ ὠδίνειν αἱ γυναῖκες ἐνίοτε οὐ γινομένης ὠδῖνος, ἀλλὰ διὰ τὸ τὴν κεφαλὴν στρέφειν τὸ ἔμβρυον φαίνεται ὠδῖνος ἀρχὴ τοῦτο γίνεσθαι.
女性たちは時に、陣痛が起きていないのに陣痛が始まったと思うことがあるが、これは胚が頭を回転させることによって、陣痛の始まりのように見えるからである。
Τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν·
さて、他の動物たちは出産の完了を単一の方法で行う。
εἷς γὰρ ὥρισται τοῦ τόκου χρόνος πᾶσιν·
というのも、すべての動物に一つの定められた出産時期があるからである。
ἀνθρώπῳ δὲ πολλοὶ μόνῳ τῶν ζῴων·
しかし人間だけは、動物のなかで唯一、多くの時期がある。
καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται, καὶ δεκάμηνα τὸ πλεῖστον· ἔνιαι δ’ ἐπιλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός.
実際、七か月、八か月、九か月で生まれることもあれば、最も多いのは十か月であり、ある女性たちにおいては十一か月目に入ることもある。
Ὅσα μὲν οὖν γίνεται πρότερα τῶν ἑπτὰ μηνῶν, οὐδὲν οὐδαμῇ δύναται ζῆν·
したがって、七か月より前に生まれるものは、決して生き延びることはできない。
τὰ δ’ ἑπτάμηνα γόνιμα γίνεται πρῶτον, ἀσθενῆ δὲ τὰ πολλά (διὸ καὶ σπαργανοῦσιν ἐρίοις αὐτά), πολλὰ δὲ καὶ τῶν πόρων ἐνίους ἔχοντα ἀσχίστους, οἷον ὤτων καὶ μυκτήρων·
七か月で生まれるものが最初に生存可能となるが、その多くは虚弱であり(そのため、羊毛でそれらを包むのである)、またそれらの多くはいくつかの管、例えば耳や鼻孔が塞がったままである。
ἀλλ’ ἐπαυξανομένοις μένοις διαρθροῦται, καὶ βιοῦσι πολλὰ καὶ τῶν τοιούτων.
しかし、成長するにつれて、それらは分化し、そのようなものの多くも生き永らえる。
Τὰ δ’ ὀκτάμηνα περὶ μὲν Αἴγυπτον καὶ ἐν ἐνίοις τόποις, ὅπου εὐέκφοροι αἱ γυναῖκες καὶ φέρουσί τε πολλὰ ῥᾳδίως καὶ τίκτουσι, καὶ γενόμενα δύναται ζῆν, κἂν τερατώδη γένηται, ἐνταῦθα μὲν ζῇ τὰ ὀκτάμηνα καὶ ἐκτρέφεται, ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὀλίγα πάμπαν σώζεται, τὰ δὲ πολλὰ ἀπόλλυται·
一方、八か月で生まれたものは、エジプトや、女性たちが出産しやすく、多くの子供を容易に宿して産むいくつかの地域では、生まれたものが生き延びることができ、たとえ奇形であっても、そこでは八か月児は生き残り、育てられる。 しかし、ギリシアの周辺地域ではごくわずかしか助からず、大部分は死んでしまう。
καὶ διὰ τὴν ὑπόληψιν, κἂν σωθῇ τι, νομίζουσιν οὐκ ὀκτάμηνον εἶναι τὸ γεγενημένον, ἀλλὰ λαθεῖν ἑαυτὰς αἱ γυναῖκες συλλαβοῦσαι πρότερον.
そして人々の思い込みのために、たとえ生き残ったとしても、生まれたものは八か月児ではなく、女性たちが以前にそれと知らずに受胎していたのだと見なされる。
Πονοῦσι δ’ αἱ γυναῖκες μάλιστα τὸν μῆνα τὸν τέταρτον καὶ τὸν ὄγδοον, καὶ ἐὰν διαφθείρωσι τετάρτῳ ἢ ὀγδόῳ μηνί, διαφθείρονται καὶ αὐταὶ ὡς ἐπὶ τὸ πολύ, ὥστ’ οὐ μόνον τὰ ὀκτάμηνα οὐ ζῇ, ἀλλὰ καὶ διαφθειρομένων αἱ τίκτουσαι κινδυνεύουσιν.
また、女性たちは特に四か月目と八か月目に苦痛を感じ、もし四か月目か八か月目に流産するならば、彼女たち自身も大抵の場合命を落とす。 したがって、八か月児が生きられないだけでなく、流産した場合には母親も危険にさらされるのである。
Τὸν αὐτὸν δὲ τρόπον δοκεῖ λανθάνειν καὶ ὅσα φαίνεται τίκτεσθαι πολυχρονιώτερα τῶν ἕνδεκα μηνῶν·
これと同じ方法で、十一か月よりもさらに長い期間を経て生まれると思われるものについても、同様に受胎の時期が見過ごされていると考えられる。
καὶ γὰρ τούτων ἡ τῆς συλλήψεως ἀρχὴ λανθάνει τὰς γυναῖκας·
なぜなら、これらの場合においても、受胎の始まりが女性たちに分かっていないからである。
πολλάκις γὰρ πνευματικῶν γενομένων ἔμπροσθεν τῶν ὑστερῶν, μετὰ ταῦτα πλησιάσασαι καὶ συλλαβοῦσαι ἐκείνην οἴονται τὴν ἀρχὴν εἶναι τῆς συλλήψεως, δι’ ἣν ἐχρήσαντο τοῖς σημείοις ὁμοίοις.
すなわち、以前に子宮がしばしばガスで満ちていた後に、交わって受胎したため、同様の兆候を経験したその時点を受胎の始まりと誤認するからである。