§7.4#2Τὸ δὲ δὴ πλῆθος τῶν τόκων τῆς τελειώσεως παρὰ τἆλλα ζῷα τοῖς ἀνθρώποις ταύτην ἔχει τὴν διαφοράν· καὶ τῶν μὲν μονοτόκων ὄντων τῶν δὲ πολυτόκων, ἐπαμφοτερίζει τὸ γένος τὸ τῶν ἀνθρώπων.
至于分娩完成时胎儿的数量,人类与其它动物相比有如下区别:虽然有些动物是产单胎的,而有些是产多胎的,但人类这一物种兼具两者的特征。
Τὸ μὲν γὰρ πλεῖστον καὶ παρὰ τοῖς πλείστοις ἓν τίκτουσιν αἱ γυναῖκες, πολλάκις δὲ καὶ πολλαχοῦ δίδυμα, οἷον καὶ περὶ Αἴγυπτον.
因为在大多数情况下,以及在大多数女性中,她们生下一胎,但经常在许多地方也会生下双胞胎,例如在埃及周边地区。
Τίκτουσι δὲ καὶ τρία καὶ τέτταρα, περὶ ἐνίους μὲν καὶ σφόδρα τόπους, ὥσπερ εἴρηται πρότερον.
正如前文所说,在某些地方,她们甚至会生下三胞胎和四胞胎。
Πλεῖστα δὲ τίκτεται πέντε τὸν ἀριθμόν· ἤδη γὰρ ὦπται τοῦτο καὶ ἐπὶ πλειόνων συμβεβηκός.
出生的最大数量为五个;因为这种情况在一些案例中已被目睹发生。
Μία δέ τις ἐν τέτταρσι τόκοις ἔτεκεν εἴκοσιν· ἀνὰ πέντε γὰρ ἔτεκε, καὶ τὰ πολλὰ αὐτῶν ἐξετράφη.
曾有一名妇女在四次分娩中共生下了二十个孩子;因为她每次生下五个,且其中大多数都被抚养长大。
Ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις, κἂν ᾖ τὰ δίδυμα ἄρρεν καὶ θῆλυ, οὐθὲν ἧττον ἐκτρέφεται γενόμενα καὶ σώζεται τῶν ἀρρένων ἢ θηλειῶν· ἐν δὲ τοῖς ἀνθρώποις ὀλίγα σώζεται τῶν διδύμων, ἐὰν ᾖ τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν.
在其他动物中,即使双胞胎是一公一母,它们出生后的抚养和存活率也不亚于全为公或全为母的双胞胎;但在人类中,如果双胞胎中一个是女婴而另一个是男婴,则极少有能存活下来的。
Δέχεται δ’ ὀχείαν κύοντα μάλιστα τῶν ζῴων γυνὴ καὶ ἵππος· τὰ δ’ ἄλλα ὅταν πληρωθῇ, φεύγει τοὺς ἄρρενας, ὅσα μὴ πέφυκεν ἐπικυΐσκεσθαι, καθάπερ δασύπους.
在所有动物中,女性和母马在怀孕期间最易于接受交配;其他动物一旦受孕,只要不是天生会复孕的(如野兔),都会避开雄性。
Ἀλλ’ ἵππος μὲν ἂν συλλάβῃ τὸ πρῶτον, οὐκ ἐπικυΐσκεται πάλιν, ἀλλ’ ἓν τίκτει μόνον ὡς ἐπὶ τὸ πολύ· ἐπ’ ἀνθρώπῳ δ’ ὀλίγα μέν, γέγονε δέ ποτε.
然而,母马如果在最初受孕,就不会再次复孕,大抵只产下一胎;而在人类中,虽然罕见,但这种情况确实发生过。
Τὰ μὲν οὖν ὕστερον πολλῷ χρόνῳ συλληφθέντα οὐδὲν λαμβάνει τέλος, ἀλλὰ πόνον παρασχόντα συνδιαφθείρει τὸ προϋπάρχον (ἤδη γὰρ συνέβη γενομένης διαφθορᾶς καὶ δώδεκα ἐκπεσεῖν τὰ ἐπικυηθέντα)· ἐὰν δ’ ἐγγὺς ἡ σύλληψις ἐγένετο, τὸ ἐπικυηθὲν ἐξήνεγκαν, καὶ τίκτουσιν ὥσπερ δίδυμα γόνῳ, καθάπερ καὶ τὸν Ἰφικλέα καὶ τὸν Ἡρακλέα μυθολογοῦσιν.
因此,隔了很长时间后重复受孕的胎儿绝不会发育完全,而是会带来痛苦,并连累先前存在的胎儿一同流产(因为曾有发生流产时,排出了十二个重复受孕胎儿的先例);但如果受孕时间相近,她们就能将重复受孕的胎儿孕育成熟,并像天然的双胞胎一样生产出来,正如神话中关于伊菲克勒斯和赫拉克勒斯的传说。
Γέγονε γὰρ καὶ τοῦτο φανερόν· μοιχευομένη γάρ τις τὸ μὲν τῶν τέκνων τῷ ἀνδρὶ ἐοικὸς ἔτεκε, τὸ δὲ τῷ μοιχῷ.
因为这也是显而易见的:一个通奸的妇人生下的孩子中,一个像她的丈夫,另一个像奸夫。
Ἤδη δὲ καὶ δίδυμα κύουσά τις ἐπεκύησε τρίτον, γενομένου δὲ τοῦ χρόνου τοῦ καθήκοντος τὰ μὲν τελεόγονα τῷ χρόνῳ ἔτεκε, τὸ δὲ πεντάμηνον· καὶ τοῦτ’ ἀπέθανεν εὐθύς.
此外,曾有一个怀着双胞胎的妇女重复受孕了第三个孩子,当足月到来时,她按时生下了两个足月的孩子,但第三个是五个月的早产儿;这个婴儿随即夭折了。
Καὶ ἑτέρᾳ δέ τινι συνέβη τεκούσῃ πρῶτον μὲν ἑπτάμηνον, ὕστερον δὲ δύο τελεόμηνα τεκεῖν· καὶ τούτων τὸ μὲν ἐτελεύτησε, τὰ δὲ ἐβίωσεν.
另一个妇女则遇到这种情况:她先是生下一个七个月的婴儿,后来又生下两个足月的婴儿;在这些孩子中,第一个夭折了,而其余的存活了下来。
Καὶ ἐκτιτρώσκουσαι δέ τινες συνέλαβον ἅμα, καὶ τὸ μὲν ἐξέβαλον τὸ δ’ ἔτεκον.
还有些妇女在流产的同时受孕,她们排出了一个胎儿,却生下了另一个。
Ταῖς δὲ πλείσταις, ἐὰν συγγένωνται κυούσαις μετὰ τὸν ὄγδοον μῆνα, περίπλεων μυξώδους τὸ παιδίον ἐξέρχεται γλισχρότητος.
对于大多数女性而言,如果她们在怀孕八个月后与丈夫交合,生出的婴儿会裹满黏液状的黏质物。
Καὶ τῶν ἐδεσμάτων δὲ τῶν προσφερομένων περίπλεων φαίνεται πολλάκις.
此外,婴儿也经常显得裹满了所摄入的食物。
Καὶ τῷ ἁλὶ δαψιλεστέρῳ χρησαμένων οὐκ ἔχοντα γίνεται τὰ παιδία ὄνυχας.
如果孕妇食用了过多的盐,出生的婴儿就会没有指甲。