§6.3#2Ἐν δὲ τούτῳ λευκὸν ἔνεστιν ὑγρόν, εἶτα ὁ νεοττός, καὶ περὶ αὐτὸν ὑμὴν χωρίζων, ὅπως μὴ ᾖ ἐν ὑγρῷ ὁ νεοττός·
この中には液状の卵白が入っており、その次に雛がおり、雛の周囲には、雛が液体の中に浸からないように遮る膜がある。
ὑπὸ δὲ τὸν νεοττὸν τὸ ὠχρόν, εἰς ὃ τῶν φλεβῶν ἔφερεν ἡ ἑτέρα, ἡ δ’ ἑτέρα εἰς τὸ περιέχον λευκόν.
そして雛の下には卵黄があり、そこへ血管の一方が通じており、他方は周囲の卵白へと通じている。
Τὸ δὲ πᾶν περιέχει ὑμὴν μετὰ ὑγρότητος ἰχωροειδοῦς.
そして全体を、漿液のような液体を伴った膜が包んでいる。
Εἶτ’ ἄλλος ὑμὴν περὶ αὐτὸ ἤδη τὸ ἔμβρυον, ὥσπερ εἴρηται, χωρίζων πρὸς τὸ ὑγρόν.
その次に、すでに述べたように、胚そのものの周囲に、液体に対してそれを遮るもう一つの膜がある。
Ὑποκάτω δὲ τούτου τὸ ὠχρὸν ἐν ἑτέρῳ ὑμένι περιειλημμένον, εἰς ὃ τείνει ὀμφαλὸς ὁ ἀπὸ τῆς καρδίας καὶ τῆς μεγάλης φλεβὸς φέρων, ὥστε μὴ εἶναι τὸ ἔμβρυον ἐν μηδετέρᾳ τῶν ὑγροτήτων.
そしてこれの下には別の膜に包まれた卵黄があり、そこへ心臓と大血管から伸びて通じるへその緒が達しており、その結果、胚はいずれの液体の中にも入っていない。
Περὶ δὲ τὴν εἰκοστὴν ἤδη φθέγγεταί τε κινούμενος ἔσωθεν, ἐάν τις κινῇ διελών, καὶ ἤδη δασὺς γίνεται, ὅταν ὑπὲρ τὰς εἴκοσιν ἡ ἐκκόλαψις γίγνηται τῶν ᾠῶν.
20日目頃になると、もし切り開いて動かすならば、すでに内側で動きながら鳴き声をあげ、卵の孵化が20日を過ぎて起こるときには、すでに羽毛が生えている。
Ἔχει δὲ τὴν κεφαλὴν ὑπὲρ τοῦ δεξιοῦ σκέλους ἐπὶ τῇ λαγόνι, τὴν δὲ πτέρυγα ὑπὲρ τῆς κεφαλῆς·
そして雛は右脚の上の脇腹のところに頭を置き、頭の上に翼を置いている。
καὶ φανερὸς κατὰ τοῦτον τὸν χρόνον ὅ τε χοριοειδὴς ὑμὴν ὁ μετὰ τὸν τοῦ ὀστράκου ὑμένα τὸν ἔσχατον, εἰς ὃν ἔτεινεν ὁ ἕτερος τῶν ὀμφαλῶν (καὶ ὁ νεοττὸς ἐν τούτῳ δὴ γίνεται τότε ὅλος), καὶ ὁ ἕτερος ὑμὴν χοριοειδὴς ὤν, ὁ περὶ τὸ ὠχρὸν εἰς ὃ ἔτεινεν ὁ ἕτερος ὀμφαλός·
そしてこの時期には、殻の最も外側の膜の次にある、二つのへその緒の一方が伸びていた絨毛膜(そして雛はそのときまさにこの中に全体が入っている)と、卵黄の周囲にあって他方のへその緒が伸びていた絨毛膜であるもう一つの膜が、はっきりと見える。
ἄμφω δ’ ἤστην ἀπό τε τῆς καρδίας καὶ τῆς φλεβὸς τῆς μεγάλης.
これら両者は、心臓と大血管から伸びていたものである。
Ἐν δὲ τούτῳ τῷ χρόνῳ ὁ μὲν πρὸς τὸ ἔξω χόριον ὀμφαλὸς τείνων ἀπολύεται τοῦ ζῴου συμπεπτωκώς, ὁ δὲ εἰς τὸ ὠχρὸν φέρων συνήρτηται τοῦ νεοττοῦ πρὸς τὸ ἔντερον τὸ λεπτόν, καὶ ἔσω τοῦ ὠχροῦ πολὺ ἤδη γίνεται ἐν τῷ νεοττῷ, καὶ ὑπόστημα ἐν τῇ κοιλίᾳ ὠχρόν.
そしてこの時期に、外側の絨毛膜へと伸びていたへその緒はしぼんで動物から分離し、卵黄へと通じる他方は雛の小腸へと連結しており、また卵黄の多くがすでに雛の内部に入り込み、腹の中に黄色い沈殿物が生じる。
Καὶ περίττωμα δ’ ἀφίησι περὶ τὸν χρόνον τοῦτον πρὸς τὸ ἔξω χόριον, καὶ ἐν τῇ κοιλίᾳ ἔχει·
また雛はこの時期に、外側の絨毛膜に向けて排泄物を放出し、腹の中にも持っている。
λευκὸν δὲ καὶ τὸ ἔξω περίττωμα, καὶ ἔσω τι ἐγγίνεται λευκόν.
そして外側の排泄物も白く、内部にもいくらかの白いものが生じる。
Τέλος δὲ τὸ ὠχρὸν ἀεὶ ἔλαττον γινόμενον καὶ προϊὸν ἀναλίσκεται πάμπαν καὶ ἐμπεριλαμβάνεται ἐν τῷ νεοττῷ, ὥστ’ ἤδη ἐκκεκολαμμένου δεκαταίου, ἄν τις ἀνασχίσῃ, ἔτι πρὸς τῷ ἐντέρῳ μικρόν τι τοῦ ὠχροῦ λείπεται, ἀπὸ δὲ τοῦ ὀμφαλοῦ ἀπολέλυται, καὶ οὐθὲν γίνεται μεταξὺ ἀλλ’ ἀνήλωται πᾶν.
最終的には、卵黄は常に小さくなり、時間が進むにつれて完全に消費され、雛の中に取り込まれる。 その結果、孵化してからすでに10日経った雛を、もし切り開いてみるならば、腸のところにまだわずかな卵黄が残っているが、へそからは分離しており、その中間には何も存在せず、すべてが消費し尽くされている。
Περὶ δὲ τὸν χρόνον τὸν πρότερον ῥηθέντα καθεύδει μὲν ὁ νεοττός, ἐγείρεται δὲ καὶ ἀναβλέπει κινούμενος καὶ φθέγγεται·
先に述べた時期において、雛は眠るが、また目覚めて、動き、鳴きながら、目を見開く。
καὶ ἡ καρδία ἅμα τῷ ὀμφαλῷ ἀναφυσᾷ ὡς ἀναπνέοντος.
そして心臓はへその緒とともに膨らみ動き、あたかも呼吸しているかのようである。
Ἡ μὲν οὖν γένεσις ἐκ τοῦ ᾠοῦ τοῖς ὄρνισι τοῦτον ἔχει τὸν τρόπον.
こうして、鳥類における卵からの発生は、このようになっている。
Τίκτουσι δ’ αἱ ὄρνιθες ἔνια ἄγονα τῶν ᾠῶν καὶ τὰ ἐξ ὀχείας γινόμενα, καὶ ἐπῳαζουσῶν οὐθὲν γίνεται ἔκγονον·
また、鳥は交尾によって生じたものであってもいくつかの無精卵を産むことがあり、それらを抱卵させても、雛は一切生まれない。
τεθεώρηται δὲ τοῦτο μάλιστα ἐπὶ τῶν περιστερῶν.
このことは、特にハトにおいて観察されている。
Τὰ δὲ δίδυμα τῶν ᾠῶν δύ’ ἔχει λεκίθους, ὧν τὰ μὲν διείργει τοῦ μὴ εἰς ἄλληλα συγκεχύσθαι τὰ ὠχρὰ τοῦ λευκοῦ λεπτὴ διάφυσις, τὰ δ’ οὐκ ἔχει ταύτην τὴν διάφυσιν, ἀλλὰ συμψαύουσιν.
二重卵は二つの卵黄を持っており、それらのうちあるものは、卵白の薄い隔壁が、二つの卵黄が互いに混ざり合わないように遮っており、他のものは、この隔壁を持たず、互いに接触している。
Εἰσὶ δ’ ἔνιαι ἀλεκτορίδες αἳ πάντα δίδυμα τίκτουσιν, καὶ ἤδη ἐπὶ τούτων ὦπται τὸ περὶ τὴν λέκιθον συμβαῖνον·
すべて二重卵を産む雌鶏もおり、すでにこれらにおいて卵黄に関して起こることが観察されている。
ὀκτωκαίδεκα γάρ τις τεκοῦσα ἐξέλεψε δίδυμα, πλὴν ὅσα οὔρια ἐγένετο.
ある雌鶏は18個を産んで、無精卵であったものを除いて、双子を孵化させた。
Τὰ μὲν οὖν ἄλλα γόνιμα, πλὴν ὅτι τὸ μὲν μεῖζον τὸ δ’ ἔλαττον γίνεται τῶν διδύμων, τὸ δὲ τελευταῖον τερατῶδες.
したがって他はすべて有精卵であったが、双子のうち一方は大きく、他方は小さくなり、最後のものは畸形であった。