§6.3#1Ἡ δὲ γένεσις ἐκ τοῦ ᾠοῦ τοῖς ὄρνισι συμβαίνει μὲν τὸν αὐτὸν τρόπον πᾶσιν, οἱ δὲ χρόνοι διαφέρουσι τῆς τελειώσεως, καθάπερ εἴρηται.
鳥類における卵からの発生は、すべて同じ方法で起こるが、完成までの時間は、すでに述べたように、異なっている。
Ταῖς μὲν οὖν ἀλεκτορίσι τριῶν ἡμερῶν καὶ νυκτῶν παρελθουσῶν ἐπισημαίνει τὸ πρῶτον, ταῖς δὲ μείζοσιν αὐτῶν ὄρνισιν ἐν πλείονι χρόνῳ, ταῖς δ’ ἐλάττοσιν ἐν ἐλάττονι.
そこで、雌鶏においては、3日と3晩が経過したときに、最初に兆候が現れる。 それらよりも大きな鳥においてはより長い時間で、小さな鳥においてはより短い時間で。
Γίνεται δ’ ἐν τούτῳ τῷ χρόνῳ ἤδη ἄνω τὸ ὠχρὸν προσεληλυθὸς πρὸς τὸ ὀξύ, ᾗπερ ἐστὶν ἡ ἀρχή τε τοῦ ᾠοῦ καὶ ἐκλέπεται τὸ ᾠόν, καὶ ὅσον στιγμὴ αἱματίνη ἐν τῷ λευκῷ ἡ καρδία.
そしてこの時間において、すでに卵黄は上方へと移動して(卵の)尖った端へと近づいており、そこは卵の始まりであり、かつ卵が孵化する場所である。 そして、卵白の中には、血の点ほどの大きさの心臓が存在する。
Τοῦτο δὲ τὸ σημεῖον πηδᾷ καὶ κινεῖται ὥσπερ ἔμψυχον, καὶ ἀπ’ αὐτοῦ δύο πόροι φλεβικοὶ ἔναιμοι ἑλισσόμενοι φέρουσιν αὐξανομένου εἰς ἑκάτερον τῶν χιτώνων τῶν περιεχόντων.
この点は、命があるかのように脈打ち、動き、そこから二つの血を含んだ血管の通路が、胚が成長するにつれて、らせん状に伸びて、周囲を取り囲む二つの膜のそれぞれへと通じている。
Καὶ ὑμὴν δ’ αἱματικὰς ἶνας ἔχων ἤδη περιέχει τὸ λευκὸν κατὰ τὸν χρόνον τοῦτον ἀπὸ τῶν πόρων τῶν φλεβικῶν.
そして、血の繊維を持つ膜が、この時期に、それら血管の通路からすでに卵白を包み込んでいる。
Ὀλίγον δ’ ὕστερον καὶ τὸ σῶμα ἤδη ἀποκρίνεται, μικρὸν τὸ πρῶτον πάμπαν καὶ λευκόν.
少し後になると、体もすでに区別できるようになり、最初はきわめて小さく白い。
Δήλη δ’ ἡ κεφαλή, καὶ ταύτης οἱ ὀφθαλμοὶ μάλιστ’ ἐμπεφυσημένοι·
頭部は明瞭であり、頭部の中でも特に目が非常に大きく膨らんでおり、この状態はかなり後まで続く。
καὶ τοῦτο μέχρι πόρρω διατελεῖ· ὀψὲ γάρ ποτε μικροὶ γίνονται καὶ συμπίπτουσιν.
かなり後になって初めて、目は小さくなり、へこむからである。
Τοῦ δὲ σώματος τὸ κάτω μέρος οὐθὲν φαίνεται μόριον πρὸς τὸ ἄνω τὸ πρῶτον.
体の下部については、最初は上部に比べて、いかなる部位も現れない。
Τῶν δὲ πόρων τῶν ἐκ τῆς καρδίας τεινόντων ὁ μὲν φέρει εἰς τὸ κύκλῳ περιέχον, ὁ δ’ εἰς τὸ ὠχρὸν ὥσπερ ὀμφαλὸς ὤν.
心臓から伸びる通路のうち、一方は周囲を取り囲む膜へと通じ、他方は卵黄へと通じており、へその緒のようになっている。
Ἡ μὲν οὖν ἀρχὴ τοῦ νεοττοῦ ἐστὶν ἐκ τοῦ λευκοῦ, ἡ δὲ τροφὴ διὰ τοῦ ὀμφαλοῦ ἐκ τοῦ ὠχροῦ.
したがって、雛の始まりは卵白からであり、栄養はへその緒を通じて卵黄から得られる。
Δεκαταίου δ’ ἤδη ὄντος ὁ νεοττὸς ὅλος διάδηλος καὶ τὰ μέρη πάντα.
10日目になると、雛の全体およびすべての部位がすでに完全にはっきりと分かるようになる。
Ἔχει δ’ ἔτι τὴν κεφαλὴν μείζω τοῦ ἄλλου σώματος, καὶ τοὺς ὀφθαλμοὺς τῆς κεφαλῆς, οὐκ ἔχοντάς πω ὄψιν.
雛は頭部がまだ他の体全体よりも大きく、頭部にある目もさらに大きいが、視力はまだ持っていない。
Γίνονται δ’ οἱ ὀφθαλμοὶ περὶ τὸν χρόνον τοῦτον ἐξαιρόμενοι μείζους κυάμων καὶ μέλανες·
この時期になると、目は大きく突き出てソラマメよりも大きくなり、黒くなる。
ἀφαιρουμένου δὲ τοῦ δέρματος ὑγρὸν ἔνεστι λευκὸν καὶ ψυχρόν, σφόδρα στίλβον πρὸς τὴν αὐγήν, στερεὸν δ’ οὐθέν.
そして皮をはぎ取ると、中には白くて冷たい液体が入っており、光に照らされると強く輝くが、固体のものは何もない。
Τὰ μὲν οὖν περὶ τὰ ὄμματα καὶ τὴν κεφαλὴν τοῦτον διάκειται τὸν τρόπον, ἔχει δ’ ἐν τῷ χρόνῳ τούτῳ καὶ τὰ σπλάγχνα ἤδη φανερὰ καὶ τὰ περὶ τὴν κοιλίαν καὶ τὴν τῶν ἐντέρων φύσιν, καὶ αἱ φλέβες αἱ ἀπὸ τῆς καρδίας φαινόμεναι τείνειν πρὸς τῷ ὀμφαλῷ ἤδη γίγνονται.
目と頭部に関する状態はこのようになっている。 そして、この時期には内臓、および腹部と腸の構造もすでに明らかになり、心臓から伸びてへそへと向かうように見える血管も、すでに形成されている。
Ἀπὸ δὲ τοῦ ὀμφαλοῦ τέταται φλὲψ ἡ μὲν πρὸς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν (τὸ δ’ ὠχρὸν ἐν τῷ χρόνῳ τούτῳ ὑγρόν ἐστιν ἤδη, καὶ πλεῖον ἢ τὸ κατὰ φύσιν), ἡ δ’ ἑτέρα εἰς τὸν ὑμένα τὸν περιέχοντα ὅλον τόν τε ὑμένα ἐν ᾧ ὁ νεοττός, καὶ τὸν τοῦ ὠχροῦ ὑμένα καὶ τὸ μεταξὺ τούτων ὑγρόν.
へそからは、一方の血管が卵黄を包む膜へと伸びており(卵黄はこの時期にすでに液状化しており、通常よりも量が多くなっている)、他方の血管は、雛の入っている膜、卵黄の膜、およびこれらの中間にある液体の全体を包み込んでいる膜へと伸びている。
Αὐξανομένου γὰρ τοῦ νεοττοῦ κατὰ μικρὸν τοῦ ὠχροῦ τὸ μὲν ἄνω γίνεται τὸ δὲ κάτω, ἐν μέσῳ δὲ τὸ λευκὸν ὑγρόν·
なぜなら、雛が成長するにつれて、卵黄の一部は徐々に上方へ、一部は下方へと移動し、その中間に液状の卵白が位置するようになるからである。
τοῦ δὲ κάτω ὠχροῦ τὸ λευκὸν κάτωθεν, ὥσπερ τὸ πρῶτον ὑπῆρχεν.
そして、下方の卵黄の下に卵白が位置する(最初がそうであったように)。
Δεκαταίου δ’ ὄντος τὸ λευκὸν ἔσχατον γίνεται, ὀλίγον ἤδη ὂν καὶ γλίσχρον καὶ παχὺ καὶ ὕπωχρον.
10日目になると、卵白は最も外側に位置するようになり、すでに量も少なく、粘り気があり、不透明で、やや黄色みを帯びている。
Τέτακται γὰρ τῇ θέσει ἕκαστα τόνδε τὸν τρόπον.
というのも、位置の点において、それぞれは次のように配置されているからである。
Πρῶτος μὲν καὶ ἔσχατος πρὸς τὸ ὄστρακον ὁ τοῦ ᾠοῦ ὑμήν, οὐχ ὁ τοῦ ὀστράκου, ἀλλ’ ὑπ’ ἐκεῖνον.
殻に対して最初でありかつ最も外側にあるのは、卵の膜であり、殻膜ではなく、その下にある膜である。