Humanitext Reader

亚里士多德 · 动物志 §6.3#2

雏鸡孵化前的发育及无精蛋与双黄蛋

第 95 段,共 189 段 · 希腊语

内容简介

描述了孵化前雏鸡在蛋内的姿态、器官、膜和血管的变化以及蛋黄的吸收过程,并讨论了交配产生的无精蛋以及双黄蛋的结构与发育。

§6.3#2Ἐν δὲ τούτῳ λευκὸν ἔνεστιν ὑγρόν, εἶτα ὁ νεοττός, καὶ περὶ αὐτὸν ὑμὴν χωρίζων, ὅπως μὴ ᾖ ἐν ὑγρῷ ὁ νεοττός·
在这之中有稀蛋白,然后是雏鸡,在它的周围有一层起隔离作用的薄膜,使雏鸡不至于浸在液体中。
ὑπὸ δὲ τὸν νεοττὸν τὸ ὠχρόν, εἰς ὃ τῶν φλεβῶν ἔφερεν ἡ ἑτέρα, ἡ δ’ ἑτέρα εἰς τὸ περιέχον λευκόν.
在雏鸡下方是蛋黄,两条血管中的一条通往这里,而另一条通往周围的蛋白。
Τὸ δὲ πᾶν περιέχει ὑμὴν μετὰ ὑγρότητος ἰχωροειδοῦς.
一层薄膜包裹着整体,并伴有浆液状的液体。
Εἶτ’ ἄλλος ὑμὴν περὶ αὐτὸ ἤδη τὸ ἔμβρυον, ὥσπερ εἴρηται, χωρίζων πρὸς τὸ ὑγρόν.
接着,正如已经说过的那样,在胚胎自身周围还有另一层薄膜,将它与液体隔开。
Ὑποκάτω δὲ τούτου τὸ ὠχρὸν ἐν ἑτέρῳ ὑμένι περιειλημμένον, εἰς ὃ τείνει ὀμφαλὸς ὁ ἀπὸ τῆς καρδίας καὶ τῆς μεγάλης φλεβὸς φέρων, ὥστε μὴ εἶναι τὸ ἔμβρυον ἐν μηδετέρᾳ τῶν ὑγροτήτων.
在这下方是包裹在另一层薄膜中的蛋黄,从心脏和大静脉伸出并通往这里的脐带到达于此,使得胚胎不处于这两种液体的任何一种之中。
Περὶ δὲ τὴν εἰκοστὴν ἤδη φθέγγεταί τε κινούμενος ἔσωθεν, ἐάν τις κινῇ διελών, καὶ ἤδη δασὺς γίνεται, ὅταν ὑπὲρ τὰς εἴκοσιν ἡ ἐκκόλαψις γίγνηται τῶν ᾠῶν.
到了大约第二十天,如果有人切开并移动它,雏鸡就已经在内部一边活动一边鸣叫,而当卵的孵化发生在二十天以上时,它已经长满了羽毛。
Ἔχει δὲ τὴν κεφαλὴν ὑπὲρ τοῦ δεξιοῦ σκέλους ἐπὶ τῇ λαγόνι, τὴν δὲ πτέρυγα ὑπὲρ τῆς κεφαλῆς· καὶ φανερὸς κατὰ τοῦτον τὸν χρόνον ὅ τε χοριοειδὴς ὑμὴν ὁ μετὰ τὸν τοῦ ὀστράκου ὑμένα τὸν ἔσχατον, εἰς ὃν ἔτεινεν ὁ ἕτερος τῶν ὀμφαλῶν (καὶ ὁ νεοττὸς ἐν τούτῳ δὴ γίνεται τότε ὅλος), καὶ ὁ ἕτερος ὑμὴν χοριοειδὴς ὤν, ὁ περὶ τὸ ὠχρὸν εἰς ὃ ἔτεινεν ὁ ἕτερος ὀμφαλός· ἄμφω δ’ ἤστην ἀπό τε τῆς καρδίας καὶ τῆς φλεβὸς τῆς μεγάλης.
它将头部置于右腿之上的胁腹处,并将翅膀置于头部之上;此时,紧贴蛋壳最外层膜的绒毛膜状薄膜(那时雏鸡确实整体处于其中)——两条脐带中的一条延伸至此,以及包围着蛋黄的另一层同样是绒毛膜状的薄膜——另一条脐带延伸至此,都清晰可见;这两条脐带都源自心脏和大静脉。
Ἐν δὲ τούτῳ τῷ χρόνῳ ὁ μὲν πρὸς τὸ ἔξω χόριον ὀμφαλὸς τείνων ἀπολύεται τοῦ ζῴου συμπεπτωκώς, ὁ δὲ εἰς τὸ ὠχρὸν φέρων συνήρτηται τοῦ νεοττοῦ πρὸς τὸ ἔντερον τὸ λεπτόν, καὶ ἔσω τοῦ ὠχροῦ πολὺ ἤδη γίνεται ἐν τῷ νεοττῷ, καὶ ὑπόστημα ἐν τῇ κοιλίᾳ ὠχρόν.
在这一时期,延伸至外层绒毛膜的脐带萎缩并与动物分离,而通往蛋黄的脐带则与雏鸡的小肠相连,并且蛋黄的很大一部分此时已经进入雏鸡腹内,在其腹中形成黄色的积存物。
Καὶ περίττωμα δ’ ἀφίησι περὶ τὸν χρόνον τοῦτον πρὸς τὸ ἔξω χόριον, καὶ ἐν τῇ κοιλίᾳ ἔχει· λευκὸν δὲ καὶ τὸ ἔξω περίττωμα, καὶ ἔσω τι ἐγγίνεται λευκόν.
雏鸡在这一时期也向外层绒毛膜排泄废物,且其腹内也有废物;外面的排泄物呈白色,内部也产生一些白色的物质。
Τέλος δὲ τὸ ὠχρὸν ἀεὶ ἔλαττον γινόμενον καὶ προϊὸν ἀναλίσκεται πάμπαν καὶ ἐμπεριλαμβάνεται ἐν τῷ νεοττῷ, ὥστ’ ἤδη ἐκκεκολαμμένου δεκαταίου, ἄν τις ἀνασχίσῃ, ἔτι πρὸς τῷ ἐντέρῳ μικρόν τι τοῦ ὠχροῦ λείπεται, ἀπὸ δὲ τοῦ ὀμφαλοῦ ἀπολέλυται, καὶ οὐθὲν γίνεται μεταξὺ ἀλλ’ ἀνήλωται πᾶν.
最终,蛋黄不断变小,并随着时间推移被完全消耗并包纳在雏鸡体内,以至于对于已经孵化出十天的雏鸡,如果有人剖开它,在肠部仍残留着少许蛋黄,但它已与脐部分离,中间没有任何残留,而是全部被消耗光了。
Περὶ δὲ τὸν χρόνον τὸν πρότερον ῥηθέντα καθεύδει μὲν ὁ νεοττός, ἐγείρεται δὲ καὶ ἀναβλέπει κινούμενος καὶ φθέγγεται· καὶ ἡ καρδία ἅμα τῷ ὀμφαλῷ ἀναφυσᾷ ὡς ἀναπνέοντος.
在前述的时间,雏鸡虽会睡眠,但也醒来、睁眼、活动并鸣叫;并且心脏与脐带一同起伏,如同它在呼吸一般。
Ἡ μὲν οὖν γένεσις ἐκ τοῦ ᾠοῦ τοῖς ὄρνισι τοῦτον ἔχει τὸν τρόπον.
那么,鸟类中从卵中产生的过程就是这样的。
Τίκτουσι δ’ αἱ ὄρνιθες ἔνια ἄγονα τῶν ᾠῶν καὶ τὰ ἐξ ὀχείας γινόμενα, καὶ ἐπῳαζουσῶν οὐθὲν γίνεται ἔκγονον· τεθεώρηται δὲ τοῦτο μάλιστα ἐπὶ τῶν περιστερῶν.
鸟类也会产下一些无精蛋,即使是交配产生的,在它们孵卵时,也不会产生任何后代;这一现象在鸽子身上观察得最清楚。
Τὰ δὲ δίδυμα τῶν ᾠῶν δύ’ ἔχει λεκίθους, ὧν τὰ μὲν διείργει τοῦ μὴ εἰς ἄλληλα συγκεχύσθαι τὰ ὠχρὰ τοῦ λευκοῦ λεπτὴ διάφυσις, τὰ δ’ οὐκ ἔχει ταύτην τὴν διάφυσιν, ἀλλὰ συμψαύουσιν.
双黄蛋有两个蛋黄,其中有些有一层薄薄的蛋白隔膜阻止蛋黄相互融合,而另一些则没有这层隔膜,而是彼此接触。
Εἰσὶ δ’ ἔνιαι ἀλεκτορίδες αἳ πάντα δίδυμα τίκτουσιν, καὶ ἤδη ἐπὶ τούτων ὦπται τὸ περὶ τὴν λέκιθον συμβαῖνον· ὀκτωκαίδεκα γάρ τις τεκοῦσα ἐξέλεψε δίδυμα, πλὴν ὅσα οὔρια ἐγένετο.
有些母鸡总是地产下双黄蛋,并且在这些母鸡身上,关于蛋黄发生的情况已经得到了观察;因为有一只母鸡产下了十八个蛋,除了那些是风卵的以外,其余的都孵出了双胞胎。
Τὰ μὲν οὖν ἄλλα γόνιμα, πλὴν ὅτι τὸ μὲν μεῖζον τὸ δ’ ἔλαττον γίνεται τῶν διδύμων, τὸ δὲ τελευταῖον τερατῶδες.
因此,其余的都是有精卵,只是在双胞胎中,一个变大,另一个变小,而最后一个是畸形的。

词汇与语法注释

  1. §6.3#2ἤστην — 动词 εἰμί 的未完了过去时第三人称双数形式。其主语为 ἄμφω(两者),指代两条脐带(或血管)。
  2. §6.3#2τοῦ μὴ εἰς ἄλληλα συγκεχύσθαι — 由表示隔离、阻碍的动词 διείργει 引导的属格冠词性完成时不定词(συγχέω 的中动/被动完成时)。加入否定词 μή 用以表示“不至于相互混杂”的目的或预防结果。
  3. §6.3#2ὡς ἀναπνέοντος — 连词 ὡς(仿佛)后接分词属格 ἀναπνέοντος。此处比喻性地描述了省略的主体(雏鸡 νευττός)的状态,起着类似于属格独立分词或修饰隐含主体的作用,意为“仿佛(雏鸡)在呼吸一般”。

引用这一段

亚里士多德, 动物志 §6.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。