§6.4Τίκτουσι δὲ πάντα μὲν τὰ περιστεροειδῆ δύο, οἷον φάττα καὶ τρυγὼν ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ πλεῖστα τρία τρυγὼν καὶ φάττα.
ハト類の鳥はすべて、たとえばモリバトやキジバトは、たいてい2個の卵を産むが、キジバトやモリバトが最大3個産むこともある。
Τίκτει δ’ ἡ μὲν περιστερά, ὥσπερ εἴρηται, πᾶσαν ὥραν, τρυγὼν δὲ καὶ φάττα ἐν τῷ ἔαρι, οὐ πλεονάκις ἢ δίς·
イエバトは、すでに述べたように、あらゆる季節に産むが、キジバトとモリバトは春に、2回を超えずに産む。
τίκτει δὲ τὰ δεύτερα, ὅταν τὰ πρότερον γεννηθέντα διαφθαρῇ·
そして、先の雛が死んでしまったとき、2回目の卵を産む。
πολλαὶ γὰρ διαφθείρουσιν αὐτὰ τῶν ὀρνίθων.
多くの鳥がそれらを台無しにしてしまうからである。
Τίκτει μὲν οὖν, ὥσπερ εἴρηται, καὶ τρία ποτέ· ἀλλ’ ἐξάγει οὐδέποτε δυοῖν πλέον νεοττοῖν, ἐνίοτε δὲ καὶ ἕνα μόνον·
だから、すでに言ったように、時には3個産むこともあるが、2羽より多くの雛を育てることは決してなく、時には1羽だけ育てる。
τὸ δ’ ὑπολειπόμενον τῶν ᾠῶν ἀεὶ οὔριόν ἐστιν.
そして残された卵は常に無精卵である。
Τῶν δὲ πλείστων ὀρνέων οὐδὲν αὐτοετὲς γεννᾷ.
ほとんどの鳥では、生まれたその年に繁殖するものはない。
Ἄπαντες δ’ οἱ ὄρνιθες, ἐπειδὰν ἅπαξ ἄρξωνται τίκτειν, διὰ τέλους ὡς εἰπεῖν ἔχουσιν ᾠά, ἀλλ’ ἐν ἐνίοις διὰ μικρότητα οὐ ῥᾴδιον ἰδεῖν.
すべての鳥は、一度産卵を始めると、言ってみれば生涯を通じて卵を体内に持っているが、いくつかの鳥では、小さいためにそれを見つけるのが容易ではない。
Ἡ δὲ περιστερὰ ὡς ἐπὶ τὸ πολὺ ἄρρεν καὶ θῆλυ, καὶ τούτων ὡς ἐπὶ τὸ πολὺ πρότερον τὸ ἄρρεν τίκτει·
イエバトはたいてい雄と雌を産み、これらのうちたいてい雄を先に産む。
καὶ τεκοῦσα μίαν ἡμέραν διαλείπει τὰ πολλά, εἶτα πάλιν τίκτει θάτερον.
そして1個産むと、たいてい1日間隔をあけ、それからもう1個を産む。
Ἐπῳάζει δὲ καὶ ὁ ἄρρην ἐν τῷ μέρει τῆς ἡμέρας, τὴν δὲ νύκτα ἡ θήλεια.
そして雄も昼の間は交代で抱卵し、夜は雌が抱卵する。
Ἐκπέττεταί τε καὶ ἐκλέπεται ἐντὸς εἴκοσιν ἡμερῶν τὸ γενόμενον πρότερον τῶν ᾠῶν·
先に産まれた方の卵は20日以内に成熟して孵化する。
τιτρώσκει δὲ τὸ ᾠὸν τῇ προτεραίᾳ ἢ ἐκλέπει.
雛は孵化する前日に卵の殻をつつく。
Καὶ συνθερμαίνουσι τοὺς νεοττοὺς ἀμφότεροι ἐπὶ χρόνον τὸν αὐτὸν ὅνπερ καὶ τὰ ᾠά.
そして両親は、卵を抱いていたのと同じ長さの期間、雛を一緒に温める。
Χαλεπωτέρα δὲ ἡ θήλειά ἐστι περὶ τὴν τεκνοτροφίαν τοῦ ἄρρενος, ὥσπερ καὶ τὰ ἄλλα ζῷα μετὰ τὸν τόκον.
そして雌は子育てに関して雄よりも気性が荒く、これは他の動物が出産した後のようである。
Τίκτουσι δὲ τοῦ ἐνιαυτοῦ καὶ δεκάκις, ἤδη δέ τινες καὶ ἑνδεκάκις, αἱ δ’ ἐν Αἰγύπτῳ καὶ δωδεκάκις.
そして1年に10回も産み、中にはすでに11回産むものもあり、エジプトのものは12回も産む。
Ὀχεύει δὲ καὶ ὀχεύεται ἡ περιστερὰ ἐντὸς ἐνιαυτοῦ·
イエバトは生まれて1年以内に交尾し、交尾される。
καὶ γὰρ ἕκμηνος ὀχεύει καὶ ὀχεύεται.
というのも、 6ヶ月で交尾し、交尾されるからである。
Τὰς δὲ φάττας καὶ τὰς τρυγόνας ἔνιοί φασιν ὀχεύεσθαι καὶ γεννᾶν καὶ τρίμηνα ὄντα, σημεῖον ποιούμενοι τὴν πολυπλήθειαν αὐτῶν.
しかし、モリバトやキジバトは、生後3ヶ月でも交尾し、繁殖すると言う人々もおり、彼らの数が非常に多いことをその証拠としている。
Ἔγκυα δὲ γίνεται δέκα καὶ τέτταρας ἡμέρας, καὶ ἐπῳάζει ἄλλας τοσαύτας·
そして14日間卵を身ごもり、さらに同じ日数抱卵する。
ἐν ἑτέραις δὲ δέκα καὶ τέτταρσι πτεροῦνται οὕτως ὥστε μὴ ῥᾳδίως καταλαμβάνεσθαι.
そして、さらに14日の間に、容易に捕まえられないほどに羽毛が生えそろう。
Βιοῖ δὲ φάττα, ὡς φασί, καὶ τετταράκοντα ἔτη·
モリバトは、人々の言うところでは、40年も生きる。
καὶ αἱ πέρδικες δὲ πλείω ἢ ἔτη ἑκκαίδεκα.
そしてシャコも16年より長く生きる。
Τίκτει δὲ ἡ περιστερὰ ἀπονεοττεύουσα πάλιν ἐν τριάκονθ’ ἡμέραις.
そしてイエバトは、雛を巣立たせると、再び30日以内に卵を産む。
§6.5Ὁ δὲ γὺψ νεοττεύει μὲν ἐπὶ πέτραις ἀπροσβάτοις·
ハゲワシは、近づきがたい崖の上に営巣する。
διὸ σπάνιον ἰδεῖν νεοττιὰν γυπὸς καὶ νεοττούς.
そのため、ハゲワシの巣や雛を見ることは稀である。
Καὶ διὰ τοῦτο καὶ Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ φησὶν εἶναι τοὺς γῦπας ἀφ’ ἑτέρας γῆς, ἀδήλου ἡμῖν, τοῦτό τε λέγων τὸ σημεῖον, ὅτι οὐδεὶς ἑώρακε γυπὸς νεοττιάν, καὶ ὅτι πολλοὶ ἐξαίφνης φαίνονται ἀκολουθοῦντες τοῖς στρατεύμασιν.
そしてこのために、ソフィストであるブリュソンの父ヘロドロスも、ハゲワシは我々には知られていない他の土地から来ると主張し、その証拠として、誰もハゲワシの巣を見たことがないこと、および多くのハゲワシが軍隊の後を追って突然現れることを挙げている。
Τὸ δ’ ἐστὶ χαλεπὸν μὲν ἰδεῖν, ὦπται δ’ ὅμως.
しかし、それを見ることは困難ではあるが、これまでに観察されたことはある。
Τίκτουσι δὲ δύο ᾠὰ οἱ γῦπες.
そしてハゲワシは2個の卵を産む。
Τὰ μὲν οὖν ἄλλα ὅσα σαρκοφάγα οὐκ ὦπται πλεονάκις ἢ ἅπαξ τίκτοντα, ἡ δὲ χελιδὼν δὶς νεοττεύει μόνον τῶν σαρκοφάγων·
さて、肉食の他の鳥は、1回より多く産卵することは観察されていないが、ツバメだけは、肉食の鳥の中で2回営巣する。
τῶν δὲ νεοττῶν ἄν τις ἔτι νέων ὄντων τῆς χελιδόνος τὰ ὄμματα ἐκκεντήσῃ, γίνονται ὑγιεῖς καὶ βλέπουσιν ὕστερον.
そして、ツバメの雛がまだ若いうちに、誰かがその目を突き刺したとしても、後に回復して目が見えるようになる。