§6.27Ὁ δ’ ἐλέφας ὀχεύει καὶ ὀχεύεται πρῶτον εἴκοσιν ἐτῶν.
ゾウは20歳で初めて交尾し、また交尾される。
Ὅταν δ’ ὀχευθῇ ἡ θήλεια, φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἓξ μῆνας, ὡς δ’ ἕτεροι, τρί’ ἔτη·
雌が交尾されると、ある人々が言うには1年と6ヶ月、他の人々が言うには3年間、胎内に子供を宿す。
τοῦ δὲ μὴ ὁμολογεῖσθαι τὸν χρόνον αἴτιον τὸ μὴ εὐθεώρητον εἶναι τὴν ὀχείαν.
その妊娠期間が一致しない原因は、交尾が観察しにくいためである。
Τίκτει δ’ ἡ θήλεια συγκαθίσασα ἐπὶ τὰ ὄπισθεν, καὶ ἀλγοῦσα δήλη ἐστίν.
雌は後ろ肢を屈めて産み、苦しんでいるのが明らかである。
Ὁ δὲ σκύμνος ὅταν γένηται, θηλάζει τῷ στόματι καὶ οὐ τῷ μυκτῆρι, καὶ βαδίζει καὶ βλέπει εὐθὺς γεννηθείς.
そして仔が生まれると、鼻ではなく口で乳を吸い、生まれてすぐに歩き、かつ目が見える。
§6.28Αἱ δ’ ὕες αἱ ἄγριαι τοῦ χειμῶνος ἀρχομένου ὀχεύονται, τίκτουσι δὲ τοῦ ἔαρος ἀποχωροῦσαι εἰς τοὺς δυσβατωτάτους τόπους καὶ ἀποκρήμνους μάλιστα καὶ φαραγγώδεις καὶ συσκίους.
野生の豚は冬の初めに交尾し、春に、最も近づきがたく、ひときわ険しく、谷深く、日の当たらない場所へと退いて産む。
Διατρίβει δ’ ὁ ἄρρην ἐν ταῖς ὑσὶν ὡς ἐπὶ τὸ πολὺ ἡμέρας τριάκοντα.
雄は雌豚たちの間で、大抵は30日間過ごす。
Τὸ δὲ πλῆθος τῶν τικτομένων καὶ ὁ χρόνος τῆς κυήσεως ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἡμέρων ὑῶν ἐστίν.
産まれる仔の数と妊娠期間は、飼い慣らされた豚におけるものと同じである。
Τὰς δὲ φωνὰς παραπλησίους ἔχουσι τοῖς ἡμέροις, πλὴν μᾶλλον ἡ θήλεια φωνεῖ, ὁ δ’ ἄρρην σπανίως.
鳴き声は飼い慣らされた豚に酷似しているが、雌がより多く鳴き、雄は滅多に鳴かない。
Τῶν δ’ ἀρρένων καὶ ἀγρίων οἱ τομίαι μείζους γίνονται καὶ χαλεπώτεροι, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν
θρέψεν ἐπὶ χλούνην σῦν ἄγριον·
野生の雄の豚のうち、去勢されたものはより大きく、より凶暴になる。 ホメロスが次のように詠んだ通りである。 「去勢された野生の猪を育てられた。
οὐδὲ ἐῴκει
θηρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι.
それは穀物を食う獣には似ず、むしろ樹木の茂る山頂のようであった。
Γίνονται δὲ τομίαι διὰ τὸ νέοις οὖσιν ἐμπίπτειν νόσημα κνησμὸν εἰς τοὺς ὄρχεις· εἶτα ξυόμενοι πρὸς τὰ δένδρα ἐκθλίβουσι τοὺς ὄρχεις.
」彼らが去勢されたものとなるのは、若いときに睾丸に痒みという病気が生じ、その後、樹木にこすりつけることによって睾丸を押し潰してしまうからである。
§6.29Ἡ δ’ ἔλαφος τὴν μὲν ὀχείαν ποιεῖται, καθάπερ ἐλέχθη πρότερον, τὰ πλεῖστα μὲν ἐξ ὑπαγωγῆς (οὐ γὰρ ὑπομένει ἡ θήλεια τὸν ἄρρενα πολλάκις διὰ τὴν συντονίαν), οὐ μὴν ἀλλὰ καὶ ὑπομένουσαι ἐνίοτε ὀχεύονται, καθάπερ τὰ πρόβατα·
鹿は、以前に言われたように、大抵は雌が雄を誘い込みながら交尾を行う(というのも、交尾の激しさのために、雌は雄をなかなか受け入れないからである)。 とはいえ、時には受け入れて、羊のように交尾することもある。
καὶ ὅταν ὀργῶσι, παρεκκλίνουσιν ἀλλήλας.
そして、発情すると、互いを避け合う。
Μεταλλάττει δ’ ὁ ἄρρην καὶ οὐ πρὸς μιᾷ διατρίβει, ἀλλὰ διαλιπὼν βραχὺν χρόνον πλησιάζει ἄλλαις.
雄は相手を変え、一頭の雌のところにとどまらず、少しの時間を置いたのち、他の雌たちと交わる。
Ἡ δ’ ὀχεία γίνεται μετ’ ἀρκτοῦρον περὶ τὸν Βοηδρομιῶνα καὶ Μαιμακτηριῶνα.
交尾はアルクトゥールス(の出)の後、ボエドロミオン月およびマイマクテリオン月のあたりに行われる。
Κύει δ’ ὀκτὼ μῆνας·
8ヶ月間妊娠する。
κυΐσκεται δ’ ἐν ὀλίγαις ἡμέραις, καὶ ὑφ’ ἑνὸς πολλαί.
そして数日のうちに受胎し、1頭の雄によって多くの雌が受胎する。
Τίκτει δ’ ὡς μὲν ἐπὶ τὸ πολὺ ἕν, ἤδη δέ τινες ὠμμέναι εἰσὶν ὀλίγαι καὶ δύο.
大抵は1頭を産むが、すでにまれに2頭を産んだのが目撃されたこともある。
Καὶ ποιεῖται τοὺς τόκους παρὰ τὰς ὁδοὺς διὰ τὸν πρὸς τὰ θηρία φόβον.
そして、野獣への恐怖から、道路のそばで出産を行う。
Ἡ δ’ αὔξησις ταχεῖα τῶν νεβρῶν.
また、小鹿の成長は早い。
Κάθαρσις δὲ κατ’ ἄλλους μὲν χρόνους οὐ συμβαίνει ταῖς ἐλάφοις· ὅταν δὲ τίκτωσι, γίνεται φλεγματώδης αὐταῖς κάθαρσις.
雌鹿には他の時期には悪露の排出は起こらないが、出産するときには、粘液質の排出が起こる。
Εἴθισται δ’ ἄγειν τοὺς νεβροὺς ἐπὶ τοὺς σταθμούς·
また、小鹿たちを「スタトモイ」へ連れて行く習性がある。
ἔστι δὲ τοῦτο τὸ χωρίον αὐταῖς καταφυγή, πέτρα περιρραγεῖσα μίαν ἔχουσα εἴσοδον, οὗ καὶ ἀμύνεσθαι εἴωθεν ἤδη τοὺς ἐπιτιθεμένους.
この場所は彼女たちの避難所であり、周囲が切り立った岩で、入り口が一つしかなく、そこでは攻撃してくる者を防ぐ習性がある。
Περὶ δὲ τῆς ζωῆς μυθολογεῖται μὲν ὡς ὂν μακρόβιον, οὐ φαίνεται δ’ οὔτε τῶν μυθολογουμένων οὐθὲν σαφές, ἥ τε κύησις καὶ ἡ αὔξησις τῶν νεβρῶν συμβαίνει οὐχ ὡς μακροβίου τοῦ ζῴου ὄντος.
寿命については、長寿であると語られているが、語られていることには何も確かなものは見られず、妊娠期間や小鹿の成長も、その動物が長寿であるようには起こらない。
Ἐν δὲ τῷ ὄρει τῷ Ἐλαφώεντι καλουμένῳ, ὅ ἐστι τῆς Ἀσίας ἐν τῇ Ἀργινούσῃ, οὗ ἐτελεύτησεν Ἀλκιβιάδης, αἱ ἔλαφοι πᾶσαι τὸ οὖς ἐσχισμέναι εἰσίν, ὥστε κἂν ἐκτοπίσωσι γινώσκεσθαι τούτῳ·
アジアのアリギヌサにあり、アルキビアデスが最期を迎えた、エラポウエスと呼ばれる山では、鹿はみな耳が裂けており、そのため彼らが他の場所に移動しても、これによって識別できる。
καὶ τὰ ἔμβρυα δ’ ἐν τῇ γαστρὶ ὄντα εὐθὺς ἔχει τοῦτο τὸ σημεῖον.
そして、胎内にある胚さえも、すぐにこの印を持っている。
Θηλὰς δ’ ἔχουσιν αἱ θήλειαι τέτταρας ὥσπερ αἱ βόες.
雌は雌牛のように乳頭を4つ持っている。
Ἐπειδὰν δὲ πλησθῶσιν αἱ θήλειαι, ἐκκρίνονται οἱ ἄρρενες καθ’ ἑαυτούς, καὶ διὰ τὴν ὁρμὴν τὴν τῶν ἀφροδισίων ἕκαστος μονούμενος βόθρους ὀρύττει, καὶ βρωμᾶται ὥσπερ οἱ τράγοι·
雌たちが受胎すると、雄たちは自分たちだけで離れ、性的な衝動のゆえに、各自が単独になって穴を掘り、雄山羊のように強烈な臭いを放つ。
καὶ τὰ πρόσωπα διὰ τὸ ῥαίνεσθαι μέλανα γίνεται αὐτῶν, ὥσπερ τῶν τράγων.
そして、尿を引っかけることによって、彼らの顔は雄山羊のそれのように黒くなる。
Οὕτω δὲ διάγουσιν, ἕως ἂν ὕδωρ γένηται· μετὰ δὲ ταῦτα τρέπονται πρὸς τὴν νομήν.
雨が降るまでこのように過ごし、その後、彼らは牧草へと戻る。
Ταῦτα δὲ ποιεῖ τὸ ζῷον διὰ τὸ φύσει λάγνον εἶναι καὶ διὰ τὴν παχύτητα·
この動物がこのようなことをするのは、本性的に好色であることと、脂肪のためである。
ὑπερβάλλουσα γὰρ γίνεται τοῦ θέρους αὐτῶν, διὸ καὶ οὐ δύνανται θεῖν, ἀλλ’ ἁλίσκονται ὑπὸ τῶν πεζῇ διωκόντων ἐν τῷ δευτέρῳ δρόμῳ καὶ τρίτῳ, καὶ φεύγουσι διὰ τὸ καῦμα καὶ τὸ ἆσθμα εἰς τὸ ὕδωρ.
というのも、彼らの脂肪は夏に過度になり、そのため走ることができず、徒歩で追いかける者たちに2回目か3回目の疾走で捕らえられてしまい、暑さと息切れのために水の中へと逃げ込むからである。
Καθ’ ὃν δὲ χρόνον ὀχεύουσι, τὰ κρέα γίνεται φαῦλα καὶ δυσώδη, καθάπερ καὶ τῶν τράγων.
交尾する時期には、肉は雄山羊の肉と同じように、質が悪く悪臭を放つようになる。
Ἐν μὲν οὖν τῷ χειμῶνι γίνονται λεπτοὶ καὶ ἀσθενεῖς, πρὸς δ’ ἔαρ μάλιστ’ ἀκμάζουσι πρὸς τὸ δραμεῖν.
したがって、冬には痩せて弱くなるが、春にかけては走るために最も気力が充実する。
Ἐν δὲ τῷ φεύγειν ἀνάπαυσιν ποιοῦνται τῶν δρόμων, καὶ ὑφιστάμενοι μένουσιν ἕως ἂν πλησίον ἔλθῃ ὁ διώκων·
そして、逃げる際、彼らは走るのを止めて休息し、立ち止まって追跡者が近くに来るまで待つ。
τότε δὲ πάλιν φεύγουσιν.
そしてその時に再び逃げ出す。
Τοῦτο δὲ δοκοῦσι ποιεῖν διὰ τὸ πονεῖν τὰ ἐντός·
彼らがこれを行うのは、内臓が痛むためであると考えられている。
τὸ γὰρ ἔντερον ἔχει λεπτὸν καὶ ἀσθενὲς οὕτως ὥστ’ ἐὰν ἠρέμα τις πατάξῃ, διακόπτεται τοῦ δέρματος ὑγιοῦς ὄντος.
というのも、腸が非常に細く弱いため、誰かが軽く叩いただけで、皮膚は無傷であるのに破れてしまうほどだからである。