Humanitext Reader

亚里士多德 · 动物志 §6.27-6.29

大象、野猪与鹿的繁殖与生态

第 117 段,共 189 段 · 希腊语

内容简介

本节描述了大象、野猪和鹿的交配习惯、妊娠期、分娩、身体特征、独特的生态习性以及关于其寿命的各种说法。

§6.27Ὁ δ’ ἐλέφας ὀχεύει καὶ ὀχεύεται πρῶτον εἴκοσιν ἐτῶν.
大象在二十岁时首次交尾并接受交尾。
Ὅταν δ’ ὀχευθῇ ἡ θήλεια, φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἓξ μῆνας, ὡς δ’ ἕτεροι, τρί’ ἔτη· τοῦ δὲ μὴ ὁμολογεῖσθαι τὸν χρόνον αἴτιον τὸ μὴ εὐθεώρητον εἶναι τὴν ὀχείαν.
当雌象接受交尾后,正如一些人所说,它怀胎一年零六个月,而另一些人则说怀胎三年;关于这一时间意见不一的原因在于交尾难以观察。
Τίκτει δ’ ἡ θήλεια συγκαθίσασα ἐπὶ τὰ ὄπισθεν, καὶ ἀλγοῦσα δήλη ἐστίν.
雌象生产时会向后蹲下,且显然处于痛苦之中。
Ὁ δὲ σκύμνος ὅταν γένηται, θηλάζει τῷ στόματι καὶ οὐ τῷ μυκτῆρι, καὶ βαδίζει καὶ βλέπει εὐθὺς γεννηθείς.
当幼象出生时,它用口而不是用鼻子吸吮乳汁,并且一出生就能行走和看见。
§6.28Αἱ δ’ ὕες αἱ ἄγριαι τοῦ χειμῶνος ἀρχομένου ὀχεύονται, τίκτουσι δὲ τοῦ ἔαρος ἀποχωροῦσαι εἰς τοὺς δυσβατωτάτους τόπους καὶ ἀποκρήμνους μάλιστα καὶ φαραγγώδεις καὶ συσκίους.
野猪在冬季开始时交尾,并在春季退避到最难攀登、最险峻、多峡谷且阴暗的地方生产。
Διατρίβει δ’ ὁ ἄρρην ἐν ταῖς ὑσὶν ὡς ἐπὶ τὸ πολὺ ἡμέρας τριάκοντα.
雄性在雌性中度过的时间大抵为三十天。
Τὸ δὲ πλῆθος τῶν τικτομένων καὶ ὁ χρόνος τῆς κυήσεως ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἡμέρων ὑῶν ἐστίν.
产仔的数量和怀孕的时间与家猪相同。
Τὰς δὲ φωνὰς παραπλησίους ἔχουσι τοῖς ἡμέροις, πλὴν μᾶλλον ἡ θήλεια φωνεῖ, ὁ δ’ ἄρρην σπανίως.
它们的叫声与家猪非常相似,只是雌猪叫得更多,而雄猪极少鸣叫。
Τῶν δ’ ἀρρένων καὶ ἀγρίων οἱ τομίαι μείζους γίνονται καὶ χαλεπώτεροι, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν θρέψεν ἐπὶ χλούνην σῦν ἄγριον· οὐδὲ ἐῴκει θηρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι.
在野生的雄猪中,去势的猪体型更大、更凶猛,正如荷马所写: “培育了一只去势的野猪;它不像是吃粮食的野兽,而更像是一座林木茂密的山峰。
Γίνονται δὲ τομίαι διὰ τὸ νέοις οὖσιν ἐμπίπτειν νόσημα κνησμὸν εἰς τοὺς ὄρχεις· εἶτα ξυόμενοι πρὸς τὰ δένδρα ἐκθλίβουσι τοὺς ὄρχεις.
” 它们变成去势的是因为在它们年轻时,睾丸发生了瘙痒的疾病;然后,它们通过在树上摩擦,把睾丸挤压了出来。
§6.29Ἡ δ’ ἔλαφος τὴν μὲν ὀχείαν ποιεῖται, καθάπερ ἐλέχθη πρότερον, τὰ πλεῖστα μὲν ἐξ ὑπαγωγῆς (οὐ γὰρ ὑπομένει ἡ θήλεια τὸν ἄρρενα πολλάκις διὰ τὴν συντονίαν), οὐ μὴν ἀλλὰ καὶ ὑπομένουσαι ἐνίοτε ὀχεύονται, καθάπερ τὰ πρόβατα· καὶ ὅταν ὀργῶσι, παρεκκλίνουσιν ἀλλήλας.
正如前文所述,鹿的交配大多是通过诱导的方式进行的(因为交配的剧烈,雌鹿往往不接受雄鹿),然而有时它们也会接受并进行交尾,就像绵羊一样;当它们发情时,它们会互相避开。
Μεταλλάττει δ’ ὁ ἄρρην καὶ οὐ πρὸς μιᾷ διατρίβει, ἀλλὰ διαλιπὼν βραχὺν χρόνον πλησιάζει ἄλλαις.
雄鹿会更换配偶,不与一只雌鹿共处,而是间隔很短的时间后与其他雌鹿交配。
Ἡ δ’ ὀχεία γίνεται μετ’ ἀρκτοῦρον περὶ τὸν Βοηδρομιῶνα καὶ Μαιμακτηριῶνα.
交尾发生在牧夫座大角星升起之后,大约在博埃德罗米昂月和麦马克特里翁月期间。
Κύει δ’ ὀκτὼ μῆνας· κυΐσκεται δ’ ἐν ὀλίγαις ἡμέραις, καὶ ὑφ’ ἑνὸς πολλαί.
它怀孕八个月;并在几天之内受孕,许多雌鹿由一只雄鹿受孕。
Τίκτει δ’ ὡς μὲν ἐπὶ τὸ πολὺ ἕν, ἤδη δέ τινες ὠμμέναι εἰσὶν ὀλίγαι καὶ δύο.
它大抵产下一仔,但已经有少数被看到产下两仔。
Καὶ ποιεῖται τοὺς τόκους παρὰ τὰς ὁδοὺς διὰ τὸν πρὸς τὰ θηρία φόβον.
由于对野兽的恐惧,它在道路旁生产。
Ἡ δ’ αὔξησις ταχεῖα τῶν νεβρῶν.
幼鹿的生长很迅速。
Κάθαρσις δὲ κατ’ ἄλλους μὲν χρόνους οὐ συμβαίνει ταῖς ἐλάφοις· ὅταν δὲ τίκτωσι, γίνεται φλεγματώδης αὐταῖς κάθαρσις.
雌鹿在其他时期不发生排泄净化,但在分娩时,它们会发生粘液性的排泄净化。
Εἴθισται δ’ ἄγειν τοὺς νεβροὺς ἐπὶ τοὺς σταθμούς· ἔστι δὲ τοῦτο τὸ χωρίον αὐταῖς καταφυγή, πέτρα περιρραγεῖσα μίαν ἔχουσα εἴσοδον, οὗ καὶ ἀμύνεσθαι εἴωθεν ἤδη τοὺς ἐπιτιθεμένους.
它们习惯于把幼鹿带到被称为“斯塔特莫伊”的庇护所;这个地方是它们的避难所,是一块四面陡峭、只有一个入口的岩石,它们习惯在那里抵御袭击者。
Περὶ δὲ τῆς ζωῆς μυθολογεῖται μὲν ὡς ὂν μακρόβιον, οὐ φαίνεται δ’ οὔτε τῶν μυθολογουμένων οὐθὲν σαφές, ἥ τε κύησις καὶ ἡ αὔξησις τῶν νεβρῶν συμβαίνει οὐχ ὡς μακροβίου τοῦ ζῴου ὄντος.
关于它们的寿命,传说它们长寿,但所传之事无一明确,且怀孕和幼鹿的生长过程并不像该动物是长寿动物那样发生。
Ἐν δὲ τῷ ὄρει τῷ Ἐλαφώεντι καλουμένῳ, ὅ ἐστι τῆς Ἀσίας ἐν τῇ Ἀργινούσῃ, οὗ ἐτελεύτησεν Ἀλκιβιάδης, αἱ ἔλαφοι πᾶσαι τὸ οὖς ἐσχισμέναι εἰσίν, ὥστε κἂν ἐκτοπίσωσι γινώσκεσθαι τούτῳ· καὶ τὰ ἔμβρυα δ’ ἐν τῇ γαστρὶ ὄντα εὐθὺς ἔχει τοῦτο τὸ σημεῖον.
在被称为“埃拉波埃斯(鹿山)”的山上——该山位于亚洲的阿基努萨,即阿尔西比亚德斯去世的地方——所有的鹿耳朵都是裂开的,因此即使它们迁徙到外地,也能以此进行识别;甚至在子宫里的胚胎也立即带有这一标记。
Θηλὰς δ’ ἔχουσιν αἱ θήλειαι τέτταρας ὥσπερ αἱ βόες.
雌鹿和母牛一样有四个乳头。
Ἐπειδὰν δὲ πλησθῶσιν αἱ θήλειαι, ἐκκρίνονται οἱ ἄρρενες καθ’ ἑαυτούς, καὶ διὰ τὴν ὁρμὴν τὴν τῶν ἀφροδισίων ἕκαστος μονούμενος βόθρους ὀρύττει, καὶ βρωμᾶται ὥσπερ οἱ τράγοι· καὶ τὰ πρόσωπα διὰ τὸ ῥαίνεσθαι μέλανα γίνεται αὐτῶν, ὥσπερ τῶν τράγων.
当雌鹿受孕后,雄鹿会独自离开,由于性欲的冲动,每一只单独活动的雄鹿都会挖坑,并像公山羊一样散发恶臭;由于喷洒尿液,它们的脸变得像公山羊一样黑。
Οὕτω δὲ διάγουσιν, ἕως ἂν ὕδωρ γένηται· μετὰ δὲ ταῦτα τρέπονται πρὸς τὴν νομήν.
它们就这样生活,直到下雨为止;在此之后,它们便转向牧草。
Ταῦτα δὲ ποιεῖ τὸ ζῷον διὰ τὸ φύσει λάγνον εἶναι καὶ διὰ τὴν παχύτητα· ὑπερβάλλουσα γὰρ γίνεται τοῦ θέρους αὐτῶν, διὸ καὶ οὐ δύνανται θεῖν, ἀλλ’ ἁλίσκονται ὑπὸ τῶν πεζῇ διωκόντων ἐν τῷ δευτέρῳ δρόμῳ καὶ τρίτῳ, καὶ φεύγουσι διὰ τὸ καῦμα καὶ τὸ ἆσθμα εἰς τὸ ὕδωρ.
该动物之所以这样做,是因为其天性好色且体胖;因为它们的脂肪在夏天变得过剩,因此它们无法奔跑,而在第二和第三轮奔跑中被徒步追赶的人捕获,它们因炎热和喘息而逃入水中。
Καθ’ ὃν δὲ χρόνον ὀχεύουσι, τὰ κρέα γίνεται φαῦλα καὶ δυσώδη, καθάπερ καὶ τῶν τράγων.
在它们交尾的时期,肉质变得低劣且有恶臭,就像公山羊一样。
Ἐν μὲν οὖν τῷ χειμῶνι γίνονται λεπτοὶ καὶ ἀσθενεῖς, πρὸς δ’ ἔαρ μάλιστ’ ἀκμάζουσι πρὸς τὸ δραμεῖν.
因此,在冬天它们变得消瘦虚弱,但到了春天,它们最适合奔跑。
Ἐν δὲ τῷ φεύγειν ἀνάπαυσιν ποιοῦνται τῶν δρόμων, καὶ ὑφιστάμενοι μένουσιν ἕως ἂν πλησίον ἔλθῃ ὁ διώκων· τότε δὲ πάλιν φεύγουσιν.
在逃跑时,它们会在奔跑中停下来休息,站立等待直到追赶者临近;然后它们再次逃跑。
Τοῦτο δὲ δοκοῦσι ποιεῖν διὰ τὸ πονεῖν τὰ ἐντός· τὸ γὰρ ἔντερον ἔχει λεπτὸν καὶ ἀσθενὲς οὕτως ὥστ’ ἐὰν ἠρέμα τις πατάξῃ, διακόπτεται τοῦ δέρματος ὑγιοῦς ὄντος.
它们似乎之所以这样做,是因为内脏疼痛;因为它们的肠子非常细弱,以至于如果有人轻轻拍打,在皮肤完好的情况下,肠子就会破裂。

词汇与语法注释

  1. 6.27τοῦ δὲ μὴ ὁμολογεῖσθαι τὸν χρόνον αἴτιον τὸ μὴ εὐθεώρητον εἶναι τὴν ὀχείαν — 句子“关于时间不一致的原因是交尾难以观察”的结构。属格冠词不定式短语 `τοῦ μὴ ὁμολογεῖσθαι τὸν χρόνον` 修饰 `αἴτιον`(原因)。句子的主语是带对格主语的体词性不定式短语 `τὸ μὴ εὐθεώρητον εἶναι τὴν ὀχείαν`(交尾难以观察这件事),而 `αἴτιον` 作谓语补足语。
  2. 6.28θρέψεν ἐπὶ χλούνην σῦν ἄγριον — 引用自荷马(《伊利亚特》第9卷第539行)。`θρέψεν`(即 `ἔθρεψεν`)是史诗中省去增音的过去时。`ἐπὶ` 作为副词使用(意为“在其上”或“此外”),或与动词发生倒装(anastrophe)或分离(tmesis)。`χλούνην` 是一个晦涩的词,亚里士多德在此引用其“去势的”之意(与其讨论的 `τομίαι` 一致),但在荷马研究中,亦有“卧于草地上的”等不同解释。
  3. 6.28διὰ τὸ νέοις οὖσιν ἐμπίπτειν νόσημα κνησμὸν — 在由 `διὰ` 支配的介词短语中,冠词不定式 `τὸ ... ἐμπίπτειν` 的主语是双重对格的 `νόσημα κνησμὸν`(瘙痒这种疾病)。而受其影响的对象则由与格分词短语 `νέοις οὖσιν`(当它们年轻时)表示。这是因为动词 `ἐμπίπτω`(发生于、降临于)支配与格,故分词与逻辑上的接受者保持一致。
  4. 6.29οὐχ ὡς μακροβίου τοῦ ζῴου ὄντος — 由连词 `ὡς` 引导的属格绝对结构。小词 `ὡς` 表示主观原因或假设(“仿佛”)。在这里,与否定词 `οὐχ` 连用,表示其怀孕和生长过程“并不像该动物是长寿动物那样”发生。

引用这一段

亚里士多德, 动物志 §6.27-6.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.27-6.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。