Humanitext Reader

アリストテレス · 動物誌 §6.30-6.34

クマやライオンなど肉食獣の生殖と習性

118 / 189 箇所 · ギリシア語

要旨

クマ、ライオン、ハイエナ、野ウサギ、キツネの生殖と出産、身体的特徴、およびそれらにまつわる伝承の真偽について論じる。

§6.30Αἱ δ’ ἄρκτοι τὴν μὲν ὀχείαν ποιοῦνται, ὥσπερ εἴρηται πρότερον, οὐκ ἀναβαδὸν ἀλλὰ κατακεκλιμέναι ἐπὶ τῆς γῆς.
クマは、以前に言われたように、乗っかるのではなく、地上に横たわって交尾を行う。
Κύει δ’ ἄρκτος τριάκονθ’ ἡμέρας.
クマは30日間妊娠する。
Τίκτει δὲ καὶ ἓν καὶ δύο, τὰ δὲ πλεῖστα πέντε.
1頭または2頭、最大で5頭を産む。
Ἐλάχιστον δὲ τίκτει τὸ ἔμβρυον τῷ μεγέθει ὡς κατὰ τὸ σῶμα τὸ ἑαυτῆς·
そして自分自身の体と比較して、大きさにおいて最も小さい胎児を産む。
ἔλαττον μὲν γὰρ γαλῆς τίκτει, μεῖζον δὲ μυός, καὶ ψιλὸν καὶ τυφλόν, καὶ σχεδὸν ἀδιάρθρωτα τὰ σκέλη καὶ τὰ πλεῖστα τῶν μορίων.
なぜならイタチよりは小さく、ネズミよりは大きいものを産むからであり、それは毛がなく、目が見えず、四肢やほとんどの部位がほとんど分化していない。
Τὴν δ’ ὀχείαν ποιεῖται τοῦ μηνὸς τοῦ Ἐλαφηβολιῶνος, τίκτει δὲ περὶ τὴν ὥραν τὴν τοῦ φωλεύειν.
交尾はエラペボリオン月に行われ、冬眠する時期のあたりに出産する。
Γίγνονται μὲν οὖν περὶ τὸν χρόνον τοῦτον καὶ ἡ θήλεια καὶ ἡ ἄρρην πιότατοι·
したがって、この時期のあたりには雌も雄も最も太っている。
ὅταν δ’ ἐκθρέψῃ τρίτῳ μηνί, ἐκφαίνουσιν ἤδη τοῦ ἔαρος.
そして3ヶ月目に子を育て終えると、すでに春になって姿を現す。
Καὶ ἡ ὕστριξ δὲ φωλεύει καὶ κύει ἴσας ἡμέρας, καὶ τἆλλα ὡσαύτως τῇ ἄρκτῳ.
また、ヤマアラシも冬眠し、同じ日数のあいだ妊娠し、その他の点でもクマと同様である。
Κύουσαν δ’ ἄρκτον ἔργον ἐστὶ λαβεῖν.
妊娠しているクマを捕らえることは困難である。
§6.31Λέων δ’ ὅτι μὲν ὀχεύει ὄπισθεν καὶ ἔστιν ὀπισθουρητικόν, εἴρηται πρότερον·
ライオンが後方に交尾すること、および後ろ向きに放尿するものであることは、以前言われた。
ὀχεύει δὲ καὶ τίκτει οὐ πᾶσαν ὥραν, καθ’ ἕκαστον μέντοι τὸν ἐνιαυτόν.
そして、どの季節にも交尾して産むわけではないが、毎年そうする。
Τίκτει μὲν οὖν τοῦ ἔαρος, τίκτει δ’ ὡς ἐπὶ τὸ πολὺ δύο, τὰ μέντοι πλεῖστα ἕξ·
したがって春に産み、大抵は2頭、最大で6頭を産む。
τίκτει δ’ ἐνίοτε καὶ ἕν.
時には1頭を産むこともある。
Ὁ δὲ λεχθεὶς μῦθος περὶ τοῦ ἐκβάλλειν τὰς ὑστέρας τίκτοντα ληρώδης ἐστί, συνετέθη δ’ ἐκ τοῦ σπανίους εἶναι τοὺς λέοντας, ἀποροῦντος τὴν αἰτίαν τοῦ τὸν μῦθον συνθέντος·
出産する際に子宮を排出するという、語られている神話はたわ言であり、それは、その神話を創作した者が、ライオンが稀少であることの原因を説明できずに創作したものである。
σπάνιον γὰρ τὸ γένος τὸ τῶν λεόντων ἐστὶ καὶ οὐκ ἐν πολλῷ γίνεται τόπῳ, ἀλλὰ τῆς Εὐρώπης ἁπάσης ἐν τῷ μεταξὺ τοῦ Ἀχελῴου καὶ τοῦ Νέσσου ποταμοῦ.
なぜならライオンの類は稀少であり、多くの場所には生息せず、全ヨーロッパのうち、アケロオス川とネッソス川の間においてのみ生息するからである。
Τίκτει δὲ καὶ ὁ λέων πάνυ μικρὰ οὕτως ὥστε δίμηνα ὄντα μόλις βαδίζειν.
また、ライオンも非常に小さなものを産むので、2ヶ月になってもかろうじて歩くほどである。
Οἱ δ’ ἐν Συρίᾳ λέοντες τίκτουσι πεντάκις, τὸ πρῶτον πέντε, εἶτ’ ἀεὶ ἑνὶ ἐλάττονα·
シリアのライオンは5回出産し、最初は5頭、その後は常に1頭ずつ少なくなっていく。
μετὰ δὲ ταῦτα οὐκέτι οὐδὲν τίκτουσιν, ἀλλ’ ἄγονοι διατελοῦσιν.
その後はもはや何も産まず、不妊のまま過ごす。
Οὐκ ἔχει δὲ ἡ λέαινα χαίτην, ἀλλ’ ὁ ἄρρην λέων.
雌ライオンはたてがみを持たず、雄ライオンが持っている。
Βάλλει δὲ ὁ λέων τῶν ὀδόντων τοὺς κυνόδοντας καλουμένους τέτταρας μόνους, δύο μὲν ἄνωθεν δύο δὲ κάτωθεν·
またライオンは、犬歯と呼ばれる歯のうち4本だけを、上に2本、下に2本生え替わらせる。
βάλλει δ’ ἑξάμηνος ὢν τὴν ἡλικίαν.
6ヶ月の年齢の時に生え替わらせるのである。
§6.32Ἡ δὲ ὕαινα τῷ μὲν χρώματι λυκώδης ἐστί, δασυτέρα δέ, καὶ λοφιὰν ἔχει δι’ ὅλης τῆς ῥάχεως·
ハイエナは色においてはオオカミに似ているが、より毛深く、背骨全体に沿ってたてがみを持っている。
περὶ δὲ τῶν αἰδοίων ὃ λέγεται, ὡς ἔχει ἄρρενος καὶ θηλείας, ψεῦδός ἐστιν.
生殖器について言われていること、すなわち雄と雌の両方のものを持っているということは、偽りである。
Ἀλλ’ ἔχει τὸ μὲν τοῦ ἄρρενος ὅμοιον τῷ τῶν λύκων καὶ τῶν κυνῶν, τὸ δὲ δοκοῦν θηλείας εἶναι ὑποκάτω μὲν ἔχει τῆς κέρκου, παραπλήσιον δ’ ἐστὶ τῷ σχήματι τῷ τοῦ θήλεος, οὐκ ἔχει μέντοι οὐδένα πόρον·
むしろ、雄の生殖器はオオカミや犬のそれと似ており、雌のものと思われている部分は、尾の下にあり、形状は雌のそれに酷似しているが、いかなる管も持っていない。
ὑποκάτω δ’ ἐστὶν αὐτοῦ ὁ τῆς περιττώσεως πόρος.
その下に排泄物の管がある。
Ἡ δὲ θήλεια ὕαινα ἔχει μὲν καὶ τὸ ὅμοιον τῷ τῆς θηλείας λεγομένῳ αἰδοίῳ, ἔχει δ’ ὥσπερ ὁ ἄρρην αὐτὸ ὑποκάτω τῆς κέρκου, πόρον δ’ οὐδένα ἔχει·
雌のハイエナは、雌の生殖器と言われるものに似た部分も持っており、それは雄と同様に尾の下にあるが、管は全く持っていない。
μετὰ δὲ τοῦτο ὁ τῆς περιττώσεώς ἐστι πόρος, ὑποκάτω δὲ τούτου τὸ ἀληθινὸν αἰδοῖον.
この後に排泄物の管があり、その下に本物の生殖器がある。
Ἔχει δ’ ἡ ὕαινα ἡ θήλεια καὶ ὑστέραν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα τὰ θήλεα, ὅσα ἐστὶ τοιαῦτα.
また、雌のハイエナも、その種である他のすべての雌の動物と同様に、子宮を持っている。
Σπάνιον δ’ ἐστι λαβεῖν θήλειαν ὕαιναν·
しかし、雌のハイエナを捕らえることはまれである。
ἐν ἕνδεκα γοῦν κυνηγός τις μίαν ἔφη λαβεῖν.
実際、ある猟師は11頭のうち1頭だけ捕らえたと言った。
§6.33Οἱ δὲ δασύποδες ὀχεύονται μὲν συνιόντες ὄπισθεν, ὥσπερ εἴρηται πρότερον (ἔστι γὰρ ὀπισθουρητικόν), ὀχεύονται δὲ καὶ τίκτουσι πᾶσαν ὥραν, καὶ ἐπικυΐσκονται ὅταν κύωσι, καὶ τίκτουσι κατὰ μὴνα.
野ウサギは、以前に言われたように、後方で交わって交尾する(というのも、後ろ向きに放尿するものであるから)。 そして、すべての季節に交尾して出産し、妊娠しているときにもさらに受胎し、毎月産む。
Τίκτουσι δ’ οὐκ ἀθρόα, ἀλλὰ διαλείπουσιν ἡμέρας ὅσας ἄν τύχωσιν.
一度にすべてを産むのではなく、たまたまそうなる限りの日数を置いて産む。
Ἴσχει δ’ ἡ θήλεια γάλα πρότερον ἢ τεκεῖν, καὶ τεκοῦσα εὐθὺς ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη·
雌は出産する前に乳を持ち、産むとすぐに交尾し、まだ授乳している間に受胎する。
τὸ δὲ γάλα παχύτητι ὅμοιόν ἐστι τῷ ὑείῳ.
そして乳は濃度において豚のそれと似ている。
Τίκτει δὲ τυφλά, ὥσπερ τὰ πολλὰ τῶν πολυσχιδῶν.
そして、多くの多指動物がそうであるように、目が見えない状態で産む。
§6.34Ἡ δ’ ἀλώπηξ ὀχεύει μὲν ἀναβαίνουσα, τίκτει δ’ ὥσπερ ἡ ἄρκτος, καὶ ἔτι μᾶλλον ἀδιάρθρωτον.
キツネは乗っかるようにして交尾するが、クマのように、そしてさらに未分化な状態で産む。
Ὅταν δὲ μέλλῃ τίκτειν, ἐκτοπίζει οὕτως ὥστε σπάνιον εἶναι τὸ ληφθῆναι κύουσαν.
そして、出産しようとするとき、妊娠しているのが捕らえられるのが稀になるほどに場所を変える。
Ὅταν δ’ ἐκτέκῃ, τῇ γλώττῃ λείχουσα ἐκθερμαίνει καὶ συμπέττει.
そして産み落とすと、舌で舐めることによって暖め、形を整える。
Τίκτει δὲ τέτταρα τὰ πλεῖστα.
そして、最大で4頭を産む。

語釈・文法注

  1. p.233ὡς κατὰ τὸ σῶμα τὸ ἑαυτῆς — ὡς は前置詞句 κατὰ τὸ σῶμα... に付されて比例・相関関係を表し、「〜に比例して、〜と比較すれば」の意。母体に対する胎児の相対的な小ささを強調している。
  2. p.233ὅταν δ’ ἐκθρέψῃ τρίτῳ μηνί, ἐκφαίνουσιν ἤδη τοῦ ἔαρος. — ἐκθρέψῃ は三人称単数で主語は ἡ θήλεια(雌のクマ)。ἐκφαίνουσιν は三人称複数で、主語は「母グマと子グマたち」あるいは「クマ一般」。「3ヶ月の間に(子を)育て終えると、すでに春になって(巣から)姿を現す」の意。
  3. p.233ἀποροῦντος τὴν αἰτίαν τοῦ τὸν μῦθον συνθέντος — 属格独立格構文。τοῦ τὸν μῦθον συνθέντος は定冠詞が付いた分詞句で「その神話を創作した者」を意味し、現在分詞 ἀποροῦντος(困惑している)の意味上の主語。τὴν αἰτίαν は ἀποροῦντος の直接目的語(対格)。
  4. p.234τὸ δὲ δοκοῦν θηλείας εἶναι — δοκοῦν(〜と思われるもの)は中性単数の分詞。θηλείας は属格で、不定詞 εἶναι とともに属格の所有・所属機能を表し、「雌(のもの)に属すると(思われるもの)」の意。
  5. p.234διαλείπουσιν ἡμέρας ὅσας ἂν τύχωσιν — ὅσας ἂν τύχωσιν は関係詞節における ἂν +接続法の条件節的な表現(不定関係節)。τύχωσιν の後ろには分詞 διαλείπουσαι(間を置く)などが省略されており、「たまたま間を置くことになる限りの日数を置いて」の意。

この箇所を引用する

アリストテレス, 動物誌 §6.30-6.34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.30-6.34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。