§6.23Ὄνος δ’ ὀχεύει μὲν καὶ ὀχεύεται τριακοντάμηνος, καὶ βάλλει τοὺς πρώτους ὀδόντας·
ロバは30ヶ月で交尾し、また交尾され、最初の歯を落とす。
τοὺς δὲ δευτέρους ἕκτῳ μηνί, καὶ τοὺς τρίτους καὶ τοὺς τετάρτους ὡσαύτως·
そして2番目の歯を6ヶ月後に、3番目と4番目の歯も同様に落とす。
τούτους δὲ γνώμονας καλοῦσι, τοὺς τετάρτους.
そしてこの4番目の歯を、人々は「グノーモーン(目印)」と呼ぶ。
Ἤδη δὲ καὶ ἐνιαυσία ὄνος ἐκύησεν ὥστε καὶ ἐκτραφῆναι.
すでに、1歳の雌ロバが妊娠し、子供が育て上げられるに至ったことさえある。
Ἐξουρεῖ δ’, ὅταν ὀχευθῇ, τὴν γονήν, ἐὰν μὴ κωλύηται·
雌ロバは交尾されると、もし妨げられなければ、排尿によって精液を出してしまう。
διὸ τύπτουσι μετὰ τὴν ὀχείαν εὐθὺς καὶ διώκουσιν.
それゆえ、人々は交尾の直後に彼女を叩き、追い回す。
Τίκτει δὲ δωδεκάτῳ μηνί.
そして12ヶ月目に産む。
Τίκτει δὲ τὰ μὲν πολλὰ ἕν·
たいていは1頭を産む。
μονοτόκον γάρ ἐστι φύσει·
自然において一腹一子だからである。
τίκτει δ’ ἐνίοτε καὶ δύο.
しかし、時には2頭を産むこともある。
Ὁ μὲν οὖν ὄνος ἐπαναβὰς διαφθείρει τὸ τοῦ ἵππου ὄχευμα, ὥσπερ εἴρηται·
さて、雄ロバは(すでに交尾された雌馬に)さらに乗ることで、言われたように、馬の交配を台無しにしてしまう。
ὁ δ’ ἵππος τὸ τοῦ ὄνου οὐ διαφθείρει, ὅταν ᾖ ὠχευμένη ἡ ἵππος ὑπὸ τοῦ ὄνου.
しかし、雌馬がすでにロバによって交尾されている場合、馬がロバの交配を台無しにすることはない。
Ἴσχει δὲ γάλα κύουσα δεκάμηνος οὖσα.
雌ロバは妊娠10ヶ月になると乳が出る。
Τεκοῦσα δὲ βιβάζεται ἑβδόμῃ ἡμέρᾳ, καὶ μάλιστα δέχεται τὸ πλῆσμα ταύτῃ βιβασθεῖσα τῇ ἡμέρᾳ, λαμβάνει δὲ καὶ ὕστερον.
出産すると7日目に交配され、この日に交配されると最もよく受胎を受け入れるが、それ以降でも受胎する。
Ἐὰν δὲ μὴ τέκῃ πρὶν τὸ γνῶμα λιπεῖν, οὐκέτι λαμβάνει πλῆσμα οὐδὲ κυΐσκεται τοῦ λοιποῦ βίου παντός.
しかし、もし目印の歯が抜ける前に出産しなければ、それ以降の全生涯において、もはや受胎を受け入れることも妊娠することもない。
Τίκτειν δ’ οὐ θέλει οὔτε ὁρωμένη ὑπὸ ἀνθρώπου οὔτ’ ἐν τῷ φωτί, ἀλλ’ εἰς τὸ σκότος ἀπάγουσιν, ὅταν μέλλῃ τίκτειν.
また、人に見られたり、光の下で産むことを嫌うので、産みそうになると暗がりに連れて行く。
Τίκτει δὲ διὰ βίου, ἐὰν τέκῃ πρὶν τὸ γνῶμα λιπεῖν.
もし目印の歯が抜ける前に産んでいれば、生涯にわたって産む。
Βιοῖ δ’ ὄνος πλείω τριάκοντ’ ἐτῶν, καὶ ἡ θήλεια τοῦ ἄρρενος πλείω ἔτη.
ロバは30年以上生き、雌は雄よりも長生きする。
Ὅταν δ’ ἵππος ὀχεύσῃ ὄνον ἢ ὄνος ἵππον, πολὺ μᾶλλον ἐξαμβλοῖ ἢ ὅταν τὰ ὁμογενῆ ἀλλήλοις μιχθῇ, οἷον ἵππος ἵππῳ ἢ ὄνος ὄνῳ.
馬がロバと交尾するか、あるいはロバが馬と交尾するときは、同種同士が互いに交わるとき、例えば馬が馬と、あるいはロバがロバと交わる場合よりも、はるかに流産しやすい。
Ἀποβαίνει δὲ καὶ ὁ τῆς κυήσεως χρόνος, ὅταν μιχθῇ ἵππος καὶ ὄνος, κατὰ τὸ ἄρρεν, λέγω δ’ ἐν ὅσῳ χρόνῳ τοῦτο γίνεται ἐξ ὁμογενῶν γινόμενον.
馬とロバが交わるとき、妊娠期間もまた、雄の側に従う。 私が言うのは、同種同士から生まれる場合にこれが要する期間のことである。
Τὸ δὲ μέγεθος τοῦ σώματος καὶ τὸ εἶδος καὶ ἡ ἰσχὺς μᾶλλον τῷ θήλει ἀφομοιοῦται τοῦ γενομένου.
しかし、生まれた子供の体の大きさや姿、強さは、むしろ雌の側に似る。
Ἂν δὲ συνεχῶς μίσγηται καὶ μὴ διαλείπῃ χρόνον τινὰ οὕτως ὀχευόμενα, ταχέως ἄγονον τὸ θῆλυ γίνεται·
もしこのように交尾させられる際に、間隔を置かずに絶えず交尾させられると、雌はすぐに不妊になる。
διὸ συνεχῶς οὐ μίσγουσιν οὕτως οἱ περὶ ταῦτα πραγματευόμενοι, ἀλλὰ διαλείπουσί τινα χρόνον.
それゆえ、これらを専門に扱う人々は、このように絶えず交配させることはせず、ある程度の期間を空ける。
Οὐ προσδέχεται δ’ οὔτε ἡ ἵππος τὸν ὄνον οὔτε ἡ ὄνος τὸν ἵππον, ἐὰν μὴ τύχῃ τεθηλακὼς ὁ ὄνος ἵππον·
雌馬はロバを受け入れず、雌ロバも馬を受け入れない。 ただし、そのロバがたまたま馬の乳を飲んで育った場合は別である。
ὑποβάλλουσι γὰρ ἐπίτηδες οὓς καλοῦσιν ἱπποθήλας.
というのも、彼らは意図的に「イッポテーラース(馬乳で育ったロバ)」と呼ばれるものをあてがうからである。
Οὗτοι δ’ ὀχεύουσιν ἐν τῇ νομῇ βίᾳ κρατοῦντες, ὥσπερ οἱ ἵπποι.
これらは、牧草地で、馬たちのように力ずくで制圧して交尾する。
§6.24Ὁ δ’ ὀρεὺς ἀναβαίνει μὲν καὶ ὀχεύει μετὰ τὸν πρῶτον βόλον, ἑπταετὴς δ’ ὢν καὶ πληροῖ, καὶ ἤδη ἐγένετο γίννος ὅταν ἀναβῇ ἐφ’ ἵππον θήλειαν·
ラバは最初の換歯の後に乗って交尾を始めるが、7歳になると受精させることもでき、すでに雌馬に乗ったときに「ギンノス」が生まれたこともある。
ὕστερον δ’ οὐκέτι ἀναβαίνει.
しかし、その後はもう乗ることはない。
Καὶ ὁ θῆλυς δ’ ὀρεὺς ἤδη ἐπληρώθη, οὐ μέντοι γε ὥστ’ ἐξενεγκεῖν διὰ τέλους.
雌のラバもすでに受精させられたことがあるが、最後まで産み育てる(出産に至る)ことはない。
Αἱ δ’ ἐν τῇ Συρίᾳ τῇ ὑπὲρ Φοινίκης ἡμίονοι καὶ ὀχεύονται καὶ τίκτουσιν·
しかし、フェニキアの奥にあるシリアのラバたちは、交尾もするし子も産む。
ἀλλ’ ἔστι τὸ γένος ὅμοιον μὲν ἕτερον δέ.
だが、その種は似てはいるが異なるものである。
Οἱ δὲ καλούμενοι γίννοι γίνονται ἐξ ἵππου, ὅταν νοσήσῃ ἐν τῇ κυήσει, ὥσπερ ἐν μὲν τοῖς ἀνθρώποις οἱ νάνοι, ἐν δὲ τοῖς ὑσὶ τὰ μετάχοιρα·
また、「ギンノス」と呼ばれるものは、馬が妊娠中に病気にかかったときに生まれ、これは人間における小人や、豚における発育不全の仔豚のようなものである。
καὶ ἴσχει δέ, ὥσπερ οἱ νάνοι, ὁ γίννος τὸ αἰδοῖον μέγα.
そして、小人と同様に、ギンノスも生殖器が大きい。
Ζῇ δ’ ἡμίονος ἔτη πολλά·
ラバは長生きする。
ἤδη γάρ τις βεβίωκεν ἔτη καὶ ὀγδοήκοντα, οἷον Ἀθήνῃσιν ὅτε τὸν νεὼν ᾠκοδόμουν·
というのも、すでに80年も生きたものがおり、例えばアテナイで神殿を建てていたときのことである。
ὃς καὶ ἀφειμένος ἤδη διὰ τὸ γῆρας συναμπρεύων καὶ παραπορευόμενος παρώξυνε τὰ ζεύγη πρὸς τὸ ἔργον, ὥστ’ ἐψηφίσαντο μὴ ἀπελαύνειν αὐτὸν τοὺς σιτοπώλους ἀπὸ τῶν τηλιῶν.
そのラバは、老齢のためにすでに仕事から解放されていたが、一緒に車を引き、傍らを歩くことで、荷車を引く獣たちを仕事へと駆り立てた。 その結果、人々は、穀物商たちが彼を穀物台から追い払わないようにと議決した。
Γηράσκει δὲ βραδύτερον ὁ θῆλυς ὀρεὺς τοῦ ἄρρενος.
雌のラバは雄よりも老いるのが遅い。
Λέγουσι δ’ ἔνιοι ὅτι ἡ μὲν καθαίρεται οὐροῦσα, ὁ δ’ ἄρρην διὰ τὸ ὀσφραίνεσθαι τοῦ οὔρου γηράσκει θᾶττον.
ある人々が言うには、雌は排尿することによって浄化されるが、雄は尿の匂いを嗅ぐために早く老いるのだという。
Τούτων μὲν οὖν τῶν ζῴων αἱ γενέσεις τοῦτον ἔχουσι τὸν τρόπον.
さて、これらの動物の生殖はこのようなものである。
§6.25Τὰ δὲ νέα καὶ τὰ παλαιὰ τετράποδα διαγινώσκουσιν οἱ περὶ τὰς θεραπείας ὄντες αὐτῶν·
四肢動物が若いか老いているかは、その世話をする人々が見分ける。
ἐὰν μὲν ἀπὸ τῆς γνάθου τὸ δέρμα ἐφελκόμενον ταχὺ ἐπίῃ, νέον τὸ τετράπουν, ἐὰν δὲ πολὺν χρόνον μένῃ ἐρρυτιδωμένον, παλαιόν.
もし、顎から皮膚を引っ張ったとき、それがすぐに元に戻れば、その四肢動物は若く、もし長い間しわが寄ったままであれば、老いている。
§6.26Ἡ δὲ κάμηλος κύει μὲν δέκα μῆνας, τίκτει δ’ ἀεὶ ἓν μόνον·
ラクダは10ヶ月間妊娠し、常に1頭だけを産む。
μονοτόκον γάρ ἐστιν.
一腹一子だからである。
Ἐκκρίνουσι δ’ ἐκ τῶν καμήλων ἐνιαύσιον τὸ ἔκγονον.
人々はラクダから1歳の仔を引き離す。
Ζῇ δὲ χρόνον πολύν, πλείω ἢ πεντήκοντα ἔτη.
そして長い年月、50年以上生きる。
Τίκτει δὲ τοῦ ἔαρος, καὶ γάλα ἔχει μέχρι οὖ ἂν ἐν γαστρὶ λάβῃ.
春に産み、再び妊娠するまで乳が出る。
Ἔχει δὲ καὶ τὰ κρέα καὶ τὸ γάλα ἥδιστα πάντων·
その肉も乳も、すべてのなかで最も美味である。
πίνουσι δὲ τὸ γάλα δύο καὶ ἕνα ἢ τρία καὶ ἕνα πρὸς ὕδωρ κεράσαντες.
人々はその乳に水を「2対1」または「3対1」の割合で混ぜて飲む。