Humanitext Reader

亚里士多德 · 动物志 §6.23-6.26

驴与骆驼的繁殖寿命及四足动物齿龄判别

第 116 段,共 189 段 · 希腊语

内容简介

本章节论述了驴、骡、骆驼的生殖、生长和寿命特征,并介绍了辨别四足动物年龄的简便方法。

§6.23Ὄνος δ’ ὀχεύει μὲν καὶ ὀχεύεται τριακοντάμηνος, καὶ βάλλει τοὺς πρώτους ὀδόντας· τοὺς δὲ δευτέρους ἕκτῳ μηνί, καὶ τοὺς τρίτους καὶ τοὺς τετάρτους ὡσαύτως· τούτους δὲ γνώμονας καλοῦσι, τοὺς τετάρτους.
驴在三十个月大时进行交尾并接受交尾,并脱落第一批牙齿;在第六个月脱落第二批,第三批和第四批也是如此;他们称这第四批牙齿为“格诺蒙(标记)”。
Ἤδη δὲ καὶ ἐνιαυσία ὄνος ἐκύησεν ὥστε καὶ ἐκτραφῆναι.
甚至已经有一岁大的母驴受孕,以至于后代也被养活了。
Ἐξουρεῖ δ’, ὅταν ὀχευθῇ, τὴν γονήν, ἐὰν μὴ κωλύηται· διὸ τύπτουσι μετὰ τὴν ὀχείαν εὐθὺς καὶ διώκουσιν.
当它接受交尾时,如果不被阻止,它会随尿排出精液;因此,人们在交尾后立刻抽打并追逐它。
Τίκτει δὲ δωδεκάτῳ μηνί.
它在第十二个月生产。
Τίκτει δὲ τὰ μὲν πολλὰ ἕν· μονοτόκον γάρ ἐστι φύσει· τίκτει δ’ ἐνίοτε καὶ δύο.
它大多产下一仔,因为其天性是一胎一仔;但有时也会产下两仔。
Ὁ μὲν οὖν ὄνος ἐπαναβὰς διαφθείρει τὸ τοῦ ἵππου ὄχευμα, ὥσπερ εἴρηται· ὁ δ’ ἵππος τὸ τοῦ ὄνου οὐ διαφθείρει, ὅταν ᾖ ὠχευμένη ἡ ἵππος ὑπὸ τοῦ ὄνου.
正如前文所述,公驴通过再次骑乘会破坏公马的交配;但当母马已被公驴交尾后,公马并不会破坏公驴的交配。
Ἴσχει δὲ γάλα κύουσα δεκάμηνος οὖσα.
母驴在怀孕十个月时开始有乳汁。
Τεκοῦσα δὲ βιβάζεται ἑβδόμῃ ἡμέρᾳ, καὶ μάλιστα δέχεται τὸ πλῆσμα ταύτῃ βιβασθεῖσα τῇ ἡμέρᾳ, λαμβάνει δὲ καὶ ὕστερον.
分娩后,它在第七天进行交配,在这一天交配最容易受孕,但在之后也能受孕。
Ἐὰν δὲ μὴ τέκῃ πρὶν τὸ γνῶμα λιπεῖν, οὐκέτι λαμβάνει πλῆσμα οὐδὲ κυΐσκεται τοῦ λοιποῦ βίου παντός.
然而,如果它在标记齿脱落之前没有生育,它此后的一生中就再也不会受孕或怀孕了。
Τίκτειν δ’ οὐ θέλει οὔτε ὁρωμένη ὑπὸ ἀνθρώπου οὔτ’ ἐν τῷ φωτί, ἀλλ’ εἰς τὸ σκότος ἀπάγουσιν, ὅταν μέλλῃ τίκτειν.
它既不愿在人看见时分娩,也不愿在光亮处分娩,因此当它即将分娩时,人们会把它带到黑暗处。
Τίκτει δὲ διὰ βίου, ἐὰν τέκῃ πρὶν τὸ γνῶμα λιπεῖν.
如果它在标记齿脱落之前生育过,它就会终生生育。
Βιοῖ δ’ ὄνος πλείω τριάκοντ’ ἐτῶν, καὶ ἡ θήλεια τοῦ ἄρρενος πλείω ἔτη.
驴的寿命超过三十年,母驴比公驴活得更长。
Ὅταν δ’ ἵππος ὀχεύσῃ ὄνον ἢ ὄνος ἵππον, πολὺ μᾶλλον ἐξαμβλοῖ ἢ ὅταν τὰ ὁμογενῆ ἀλλήλοις μιχθῇ, οἷον ἵππος ἵππῳ ἢ ὄνος ὄνῳ.
当公马与母驴交尾,或公驴与母马交尾时,比起同种之间互相交配(例如马与马,或驴与驴),它们要容易流产得多。
Ἀποβαίνει δὲ καὶ ὁ τῆς κυήσεως χρόνος, ὅταν μιχθῇ ἵππος καὶ ὄνος, κατὰ τὸ ἄρρεν, λέγω δ’ ἐν ὅσῳ χρόνῳ τοῦτο γίνεται ἐξ ὁμογενῶν γινόμενον.
当马和驴交配时,怀孕的时间也取决于雄性;我的意思是,这与同种交配产生后代时所花的时间相同。
Τὸ δὲ μέγεθος τοῦ σώματος καὶ τὸ εἶδος καὶ ἡ ἰσχὺς μᾶλλον τῷ θήλει ἀφομοιοῦται τοῦ γενομένου.
然而,出生仔畜的体型、外貌和力量则更接近雌性。
Ἂν δὲ συνεχῶς μίσγηται καὶ μὴ διαλείπῃ χρόνον τινὰ οὕτως ὀχευόμενα, ταχέως ἄγονον τὸ θῆλυ γίνεται· διὸ συνεχῶς οὐ μίσγουσιν οὕτως οἱ περὶ ταῦτα πραγματευόμενοι, ἀλλὰ διαλείπουσί τινα χρόνον.
如果像这样在交尾时连续交配而不间隔一段时间,母畜很快就会变得不育;因此,从事这些行业的人并不这样连续交配,而是会间隔一段时间。
Οὐ προσδέχεται δ’ οὔτε ἡ ἵππος τὸν ὄνον οὔτε ἡ ὄνος τὸν ἵππον, ἐὰν μὴ τύχῃ τεθηλακὼς ὁ ὄνος ἵππον· ὑποβάλλουσι γὰρ ἐπίτηδες οὓς καλοῦσιν ἱπποθήλας.
除非公驴碰巧是由母马哺乳长大的,否则母马不接受公驴,母驴也不接受公马;因为他们特意把被称为 “依波特拉斯(马乳哺育的驴)”的驴放过去。
Οὗτοι δ’ ὀχεύουσιν ἐν τῇ νομῇ βίᾳ κρατοῦντες, ὥσπερ οἱ ἵπποι.
这些驴在牧场上像马一样,通过武力制服并进行交尾。
§6.24Ὁ δ’ ὀρεὺς ἀναβαίνει μὲν καὶ ὀχεύει μετὰ τὸν πρῶτον βόλον, ἑπταετὴς δ’ ὢν καὶ πληροῖ, καὶ ἤδη ἐγένετο γίννος ὅταν ἀναβῇ ἐφ’ ἵππον θήλειαν· ὕστερον δ’ οὐκέτι ἀναβαίνει.
公骡在第一次换牙后开始骑乘并交尾,到七岁时甚至能使母畜受孕,并且当它骑乘母马时,已经产生过“金诺斯”;但此后它就不再骑乘了。
Καὶ ὁ θῆλυς δ’ ὀρεὺς ἤδη ἐπληρώθη, οὐ μέντοι γε ὥστ’ ἐξενεγκεῖν διὰ τέλους.
母骡也曾有过受孕,但并不能怀胎到足月产下。
Αἱ δ’ ἐν τῇ Συρίᾳ τῇ ὑπὲρ Φοινίκης ἡμίονοι καὶ ὀχεύονται καὶ τίκτουσιν· ἀλλ’ ἔστι τὸ γένος ὅμοιον μὲν ἕτερον δέ.
而在腓尼基上方的叙利亚,那里的母骡既交尾也生育;但它们的品种虽然相似,却是不同的。
Οἱ δὲ καλούμενοι γίννοι γίνονται ἐξ ἵππου, ὅταν νοσήσῃ ἐν τῇ κυήσει, ὥσπερ ἐν μὲν τοῖς ἀνθρώποις οἱ νάνοι, ἐν δὲ τοῖς ὑσὶ τὰ μετάχοιρα· καὶ ἴσχει δέ, ὥσπερ οἱ νάνοι, ὁ γίννος τὸ αἰδοῖον μέγα.
而被称为“金诺斯”的动物是由马产生的,即当母马在怀孕期间生病时,就像人类中的侏儒,以及猪中的发育不全的仔猪;而且和侏儒一样,金诺斯的生殖器也很大。
Ζῇ δ’ ἡμίονος ἔτη πολλά· ἤδη γάρ τις βεβίωκεν ἔτη καὶ ὀγδοήκοντα, οἷον Ἀθήνῃσιν ὅτε τὸν νεὼν ᾠκοδόμουν· ὃς καὶ ἀφειμένος ἤδη διὰ τὸ γῆρας συναμπρεύων καὶ παραπορευόμενος παρώξυνε τὰ ζεύγη πρὸς τὸ ἔργον, ὥστ’ ἐψηφίσαντο μὴ ἀπελαύνειν αὐτὸν τοὺς σιτοπώλους ἀπὸ τῶν τηλιῶν.
骡子能活很多年;因为已经有一只活到了八十岁,例如在雅典建造神殿的时候;它虽然因年老而已被免除劳役,但通过共同拉车和在旁同行,鼓舞了畜群工作,以至于人们通过决议,让售粮商不得把它从粮盘旁赶走。
Γηράσκει δὲ βραδύτερον ὁ θῆλυς ὀρεὺς τοῦ ἄρρενος.
母骡衰老得比公骡慢。
Λέγουσι δ’ ἔνιοι ὅτι ἡ μὲν καθαίρεται οὐροῦσα, ὁ δ’ ἄρρην διὰ τὸ ὀσφραίνεσθαι τοῦ οὔρου γηράσκει θᾶττον.
有些人说,母骡通过排尿而得到净化,而公骡因为嗅尿的气味而衰老得更快。
Τούτων μὲν οὖν τῶν ζῴων αἱ γενέσεις τοῦτον ἔχουσι τὸν τρόπον.
那么,这些动物的生育就是这样的方式。
§6.25Τὰ δὲ νέα καὶ τὰ παλαιὰ τετράποδα διαγινώσκουσιν οἱ περὶ τὰς θεραπείας ὄντες αὐτῶν· ἐὰν μὲν ἀπὸ τῆς γνάθου τὸ δέρμα ἐφελκόμενον ταχὺ ἐπίῃ, νέον τὸ τετράπουν, ἐὰν δὲ πολὺν χρόνον μένῃ ἐρρυτιδωμένον, παλαιόν.
照料四足动物的人能分辨它们是年轻还是衰老;如果从下颌拉起皮肤时它能迅速恢复,这四足动物就是年轻的,如果它长期保持皱缩,就是衰老的。
§6.26Ἡ δὲ κάμηλος κύει μὲν δέκα μῆνας, τίκτει δ’ ἀεὶ ἓν μόνον· μονοτόκον γάρ ἐστιν.
骆驼怀孕十个月,且总是只产下一仔;因为它是一胎一仔的。
Ἐκκρίνουσι δ’ ἐκ τῶν καμήλων ἐνιαύσιον τὸ ἔκγονον.
人们将一岁的幼仔从骆驼(母亲)那里分离出来。
Ζῇ δὲ χρόνον πολύν, πλείω ἢ πεντήκοντα ἔτη.
它的寿命很长,超过五十年。
Τίκτει δὲ τοῦ ἔαρος, καὶ γάλα ἔχει μέχρι οὖ ἂν ἐν γαστρὶ λάβῃ.
它在春天生育,并且一直有奶,直到再次怀孕。
Ἔχει δὲ καὶ τὰ κρέα καὶ τὸ γάλα ἥδιστα πάντων· πίνουσι δὲ τὸ γάλα δύο καὶ ἕνα ἢ τρία καὶ ἕνα πρὸς ὕδωρ κεράσαντες.
它的肉和奶在所有动物中是最美味的;人们把它的奶和水按“二对一”或“三对一”的比例混合后饮用。

词汇与语法注释

  1. §6.23ὥστε καὶ ἐκτραφῆναι — 连词 ὥστε 搭配不定式表示结果(“以至于后代也被养活了”)。καὶ 起强调副词的作用(“甚至”、“也”)。
  2. §6.23πρὶν τὸ γνῶμα λιπεῖν — πρὶν 搭配不定式(此处为 λιπεῖν)表示“在……之前”。τὸ γνῶμα(标记齿)是不定式的逻辑主语。
  3. §6.23κατὰ τὸ ἄρρεν — 介词短语 κατὰ τὸ ἄρρεν(取决于雄性)修饰动词 ἀποβαίνει(结果是、取决于)。它说明在异种交配中,怀孕期取决于父亲的物种,而非母亲。
  4. §6.24ὃς καὶ ἀφειμένος... παρώξυνε — 主格关系代名词 ὃς(指代雅典的那只老骡子)作主语。被动分词 ἀφειμένος 表示让步(“虽然已被免除”),而现在分词 συναμπρεύων καὶ παραπορευόμενος(共同拉车和在旁同行)修饰主动词 παρώξυνε(鼓舞),表示伴随或手段。

引用这一段

亚里士多德, 动物志 §6.23-6.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.23-6.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。