Humanitext Reader

アリストテレス · 動物誌 §6.22#2

馬とラバの成長と繁殖習性およびイッポマネス

115 / 189 箇所 · ギリシア語

要旨

馬とラバの成長、寿命、交尾・出産の生理的特徴を説明し、不妊の兆候や「イッポマネス」と呼ばれる物質、および馬群に指導者を置かない理由について記述している。

§6.22#2Ἐλάττω δὲ χρόνον βιοῦσιν οἱ ἄρρενες τῶν θηλειῶν διὰ τὰς ὀχείας, καὶ οἱ ἰδίᾳ τρεφόμενοι τῶν ἐν τοῖς ἱπποφορβίοις.
雄は交尾のために雌よりも寿命が短く、また個人で飼育されているものは馬群で飼育されているものよりも寿命が短い。
Ἡ μὲν οὖν θήλεια πέντ’ ἐτῶν τέλος λαμβάνει μήκους καὶ ὕψους, ὁ δ’ ἄρρην ἓξ ἐτῶν·
雌は5歳で体長と体高の極限に達し、雄は6歳で達する。
μετὰ δὲ ταῦτα ἐν ἄλλοις ἓξ ἔτεσι τὸ πλῆθος λαμβάνει τοῦ σώματος, καὶ ἐπιδίδωσι μέχρι ἐτῶν εἴκοσιν.
その後は、別の6年間で体の体積を増し、20歳まで成長し続ける。
Ἀποτελειοῦται δὲ τὰ θήλεα τῶν ἀρρένων ἔμπροσθεν, ἐν δὲ τῇ γαστρὶ τὰ ἄρρενα τῶν θηλειῶν, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων·
雌は雄よりも早く完成されるが、胎内では雄の方が雌よりも早く完成される。 これは人間の場合と同様である。
ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ζῴων ὅσα πλείω τίκτει.
これと同じことが、複数の子供を産む他の動物すべてについても起こる。
Θηλάζειν δέ φασι τὸν μὲν ἡμίονον ἑξάμηνον, εἶτ’ οὐκέτι προσίεσθαι διὰ τὸ σπᾶσθαι καὶ πονεῖν· τὸν δ’ ἵππον πλείω χρόνον.
人々が言うには、ラバは6ヶ月間授乳し、その後は引きつりや痛みが生じるためにそれ以上受け入れないが、馬はより長い時間受け入れる。
Ἀκμάζει δὲ καὶ ἵππος καὶ ἡμίονος μετὰ τοὺς βόλους·
馬もラバも、換歯の後に全盛期を迎える。
ὅταν δὲ πάντας ὦσι βεβληκότες, οὐ ῥᾴδιον γνῶναι τὴν ἡλικίαν.
すべての歯を落としてしまった後は、その年齢を知ることは容易ではない。
Διὸ καὶ λέγουσι γνώμην ἔχειν, ὅταν ἄβολος ᾖ· ὅταν δὲ βεβληκώς, οὐκ ἔχειν.
それゆえ人々は、まだ歯を落としていないときは馬は年齢の目印を持っているが、落としてしまったときは目印を持っていない、とも言う。
Ὅμως δὲ μάλιστα γνωρίζεται ἡ ἡλικία μετὰ τοὺς βόλους τῷ κυνόδοντι·
それでもなお、換歯後の年齢は、主に犬歯によって見分けられる。
τῶν μὲν γὰρ ἱππαστῶν γίνεται μικρὸς διὰ τὴν τρίψιν (κατὰ τοῦτον γὰρ ἐμβάλλεται ὁ χαλινός), τῶν δὲ μὴ ἱππαστῶν μέγας μὲν ἀλλ’ ἀπηρτημένος, τῶν δὲ νέων ὀξὺς καὶ μικρός.
すなわち、乗馬用の馬の犬歯は摩擦のために小さくなり(というのも、この部分に銜が入れられるからである)、乗馬用でないもののそれは大きいが磨耗しておらず、若いもののそれは鋭くて小さい。
Ὀχεύει δ’ ὁ μὲν ἄρρην πᾶσάν τε ὥραν καὶ ἕως ζῇ·
雄はあらゆる季節に、また生きている限り交尾する。
καὶ ἡ θήλεια δ’ ὀχεύεται ἕως ἂν ζῇ, οὔπω δὲ πᾶσαν ὥραν, ἐὰν μή τις δεσμὸν ἢ ἄλλην τινὰ προσενέγκῃ ἀνάγκην·
雌も生きている限り交尾されるが、誰かが縛り付けたり何か他の強制を加えたりしなければ、決してあらゆる季節にそうするわけではない。
ὥρα δ’ οὐκ ἀφαιρεῖται οὐδεμία τεταγμένη τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν.
しかし、交尾すること、および交尾されることのために、特定の定められた季節が除外されているわけではない。
Οὐ μέντοι γε ὅτ’ ἔτυχε γενομένης τῆς ὀχείας δύνανται ἃ ἂν γεννήσωσιν ἐκτρέφειν.
もっとも、適当な時期に行われた交尾から生まれた子供を、彼らが育て上げることができるわけではない。
Ἐν Ὀποῦντι δ’ ἐν ἱπποφορβίῳ ἵππος ἐγένετο ὃς ὤχευεν ἐτῶν ὢν τετταράκοντα·
オプースの馬群において、40歳になっても交尾する雄馬がいた。
ἔδει δὲ τὰ πρόσθια σκέλη συνεπαίρειν.
しかし、その前脚を一緒に持ち上げてやる必要があった。
Ἄρχονται δ’ ὀχεύεσθαι αἱ ἵπποι τοῦ ἔαρος.
雌馬たちは春に交尾され始める。
Ὅταν δὲ τέκῃ ἡ ἵππος, οὐκ εὐθὺς μετὰ τοῦτο πίμπλαται ἀλλὰ διαλείπει χρόνον, καὶ τίκτει ἀμείνω τετάρτῳ ἢ πέμπτῳ ἔτει μετὰ τὸν τόκον.
雌馬が出産したとき、その直後に孕むのではなく、期間を置き、出産後4年目か5年目により良い子供を産む。
Ἔνα δ’ ἐνιαυτὸν καὶ πάμπαν ἀνάγκη διαλείπειν καὶ ποιεῖν ὥσπερ νειόν.
少なくとも丸一年は完全に期間を置き、休耕地のようにすることが不可避である。
Ἵππος μὲν οὖν διαλείπουσα τίκτει, ὥσπερ εἴρηται, ὄνος δὲ συνεχῶς.
したがって、馬は言われたように間隔を置いて産むが、ロバは絶え間なく産む。
Γίνονται δὲ τῶν ἵππων αἱ μὲν καὶ ἄτεκνοι ὅλως, αἱ δὲ συλλαμβάνουσι μέν, οὐ δύνανται δ’ ἐκφέρειν·
馬の中には完全に不妊のものもいれば、受胎はするものの、出産まで持ちこたえることができないものもいる。
σημεῖον δὲ τῶν τοιούτων λέγουσιν εἶναι, τὸ ἔμβρυον ἀνασχιζόμενον ἔχειν ἄλλα νεφροειδῆ περὶ τοὺς νεφρούς, ὥστε δοκεῖν τέτταρας ἔχειν νεφρούς.
このようなものの兆候として人々が言うには、解剖された胎児が腎臓の周りに別の腎臓のようなものを持っており、その結果、4つの腎臓を持っているように見えることである。
Ὅταν δὲ τέκῃ ἡ ἵππος, τό τε χόριον εὐθὺς κατεσθίει, καὶ ἀπεσθίει τοῦ πώλου ὃ ἐπιφύεται ἐπὶ τοῦ μετώπου τῶν πώλων, καλεῖται δὲ ἱππομανές·
雌馬が出産すると、すぐに胎盤を食らい、また、仔馬の額の上に生じているものを噛み切るが、これはイッポマネスと呼ばれる。
ἔστι δὲ τὸ μέγεθος ἔλαττον μικρῷ ἰσχάδος, τὴν δ’ ἰδέαν πλατύ, περιφερές, μέλαν.
その大きさは干しイチジクよりわずかに小さく、形は平らで、丸く、黒い。
Τοῦτο ἐάν τις φθῇ λαβὼν καὶ ὄσφρηται ἡ ἵππος, ἐξίσταται καὶ μαίνεται πρὸς τὴν ὀσμήν·
もし誰かがこれを先んじて手に入れ、雌馬がその匂いを嗅ぐと、彼女はその匂いに対して我を忘れ、狂い出す。
διὸ καὶ τοῦτο αἱ φαρμακίδες ζητοῦσι καὶ συλλέγουσιν.
それゆえに女魔法使い(薬術師)たちもこれを探し求め、採集するのである。
Ἐὰν δ’ ὠχευμένην ἵππον ὑπὸ ἵππου ὄνος ὀχεύσῃ, διαφθείρει τὸ ἔμβρυον τὸ ἐνυπάρχον.
もし、雄馬によって交尾された雌馬をロバが交尾すると、胎内にある胎児を損なってしまう。
Ἵππων δ’ ἡγεμόνα οὐ καθιστᾶσιν οἱ ἱπποφορβοὶ ὥσπερ βοῶν, διὰ τὸ μὴ μόνιμον εἶναι τὴν φύσιν αὐτῶν ἀλλ’ ὀξεῖαν καὶ εὐκίνητον.
馬群の飼育者たちは、牛のように馬の指導者を立てない。 それは、彼らの性質が留まるものではなく、鋭敏で動きやすいからである。

語釈・文法注

  1. p.226τῶν μὲν γὰρ ἱππαστῶν — 名詞 `ἵππων`(馬)が省略された属格の分詞表現であり、直前の `κυνόδοντι`(犬歯)に係っている。乗馬用の馬(`ἱππαστῶν`)と非乗馬用の馬(`μὴ ἱππαστῶν`)での犬歯の摩耗状態を対比している。
  2. p.226ὥρα δ’ οὐκ ἀφαιρεῖται οὐδεμία τεταγμένη τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν — 二重否定(`οὐκ ... οὐδεμία`)が否定の意味を強めており、「いかなる定められた季節も排除されていない」ことを表す。属格の冠詞付き不定詞 `τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν`(交尾され、交尾すること)は、動詞 `ἀφαιρεῖται`(奪われる、除外される)の分離の属格として機能している。
  3. p.227ἔδει δὲ τὰ πρόσθια σκέλη συνεπαίρειν — 非人称動詞 `ἔδει` に不定詞 `συνεπαίρειν`(一緒に持ち上げる)が続く構文。不定詞の行為主体(飼育者など)は文脈上明らかであるため省略されている。対格の `τὰ πρόσθια σκέλη`(前脚)は不定詞の直接目的語である。

この箇所を引用する

アリストテレス, 動物誌 §6.22#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.22%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。