Humanitext Reader

アリストテレス · 動物誌 §6.22#1

馬の交尾と妊娠期間および換歯と寿命

114 / 189 箇所 · ギリシア語

要旨

馬の繁殖(交尾可能年齢、妊娠期間、繁殖力)や換歯のプロセス、さらには立ったまま行う出産の特徴やその寿命について記述している。

§6.22#1Ἵππος δ’ ἄρχεται ὀχεύειν ὁ μὲν ἄρρην διέτης, καὶ ἡ θήλεια διέτης ὀχεύεσθαι·
馬は、雄は2歳で交尾を始め、雌は2歳で交尾され始める。
ταῦτα μέντοι ὀλίγα ἐστί, καὶ τὰ ἔκγονα τούτων ἐλάττω καὶ ἀσθενικώτερα·
しかし、これらは稀であり、これらの子供はより小さく、より虚弱である。
ὡς δ’ ἐπὶ τὸ πολὺ ἄρχονται ὀχεύειν τριετεῖς ὄντες, καὶ αἱ ἵπποι ὀχεύεσθαι, καὶ ἐπιδιδόασι δ’ ἀεὶ πρὸς τὸ βελτίω τὰ ἔκγονα γίνεσθαι μέχρι ἐτῶν εἴκοσιν.
大抵の場合は、3歳になったときに雄は交尾を始め、雌馬は交尾されるようになり、20歳に達するまで子供は常により優れたものへと進歩していく。
Κύει δ’ ἕνδεκα μῆνας, δωδεκάτῳ δὲ τίκτει.
11ヶ月妊娠し、12ヶ月目に出産する。
Πληροῖ δ’ ὁ ἵππος οὐκ ἐν τεταγμέναις ἡμέραις, ἀλλ’ ἐνίοτε μὲν ἐν μιᾷ ἢ δυσὶν ἢ τρισίν, ἐνίοτε δ’ ἐν πλείοσιν·
雄馬は定められた日数で孕ませるのではなく、時には1日、2日、または3日で、時にはそれ以上の(日数をかけて)孕ませる。
θᾶττον δὲ πληροῖ ἐπιβαίνων ὄνος ἢ ἵππος.
しかし、馬よりもロバが乗る方が、より早く孕ませる。
Ἡ δ’ ὀχεία οὐκ ἐπίπονος τῶν ἵππων, ὥσπερ ἡ τῶν βοῶν.
馬の交尾は、牛のそれのように困難を伴わない。
Λαγνίστατον δὲ καὶ τῶν θηλειῶν καὶ τῶν ἀρρένων μετ’ ἄνθρωπον ἵππος ἐστίν.
人間についで、雌雄ともに最も好色なのは馬である。
Ἡ δὲ τῶν νεωτέρων ὀχεία γίνεται παρὰ τὴν ἡλικίαν, ὅταν εὐβοσία καὶ ἀφθονία γένηται τροφῆς.
若い馬の交尾は、良好な牧草と豊富な食物があるとき、年齢に反して生じる。
Ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ μονοτόκος, τίκτει μέντοι ποτὲ καὶ δύο τὰ πλεῖστα.
したがって、大抵は一産一子であるが、時には最大で二子を産むこともある。
Καὶ ἡμιόνους δ’ ἤδη ἔτεκέ τις δύο· ἃ κρίνουσιν ἐν τέρασιν.
かつてラバを二匹産んだものもいたが、人々はこれを奇異なことと判断する。
Ὀχεύει μὲν οὖν ἵππος καὶ τριακοντάμηνος· ὥστε δὲ καὶ γεννᾶν ἀξίως, ὅταν παύσηται βάλλων.
したがって、馬は30ヶ月でも交尾するが、十分に繁殖するためには、換歯を終えたときである。
Ἤδη δέ τινες καὶ βάλλοντες ἐπλήρωσαν, ὡς φασίν, ἂν μὴ φύσει ἄγονοι τυγχάνωσιν ὄντες.
とはいえ、人々が言うには、生まれつき不妊でさえなければ、換歯している最中であってもすでに孕ませた例もある。
Ἔχει μὲν οὖν ὀδόντας τετταράκοντα, βάλλει δὲ τοὺς μὲν πρώτους τέτταρας τριακοντάμηνος, τοὺς μὲν δύο ἄνωθεν τοὺς δὲ δύο κάτωθεν·
馬は40本の歯を持っており、30ヶ月のときに最初の4本を落とす。 すなわち上の2本と下の2本である。
ἐπειδὰν δὲ γένηται ἐνιαυτός, βάλλει τὸν αὐτὸν τρόπον τέτταρας, δύο μὲν ἄνωθεν δύο δὲ κάτωθεν, καὶ πάλιν ὅταν ἄλλος ἐνιαυτὸς γένηται, ἑτέρους τέτταρας τὸν αὐτὸν τρόπον·
そして1年が経過すると、同じように4本、すなわち上の2本と下の2本を落とし、さらに別の1年が経過すると、再び同じようにもう4本を落とす。
τεττάρων δ’ ἐτῶν παρελθόντων καὶ ἓξ μηνῶν οὐκέτι βάλλει οὐδένα.
4年と6ヶ月が過ぎた後は、もはやどの歯も落とさない。
Ἤδη δέ τις τὸ πρῶτον εὐθὺς ἅμα πάντας ἐξέβαλε, καὶ ἄλλος ἅμα τοῖς τελευταίοις ἅπαντας· ἀλλὰ τὰ τοιαῦτα γίνεται ὀλίγάκις.
過去には、最初の換歯で一斉にすべての歯を落とした例や、最後の歯と一緒にすべてを落とした例もあるが、このようなことは滅多に起こらない。
Ὥστε σχεδὸν συμβαίνει, ὅταν τεττάρων ἐτῶν ᾖ καὶ ἓξ μηνῶν, χρήσιμον εἶναι πρὸς τὴν γέννησιν μάλιστα.
したがって、およそ4年6ヶ月になったときが、繁殖に最も適した状態になる。
Εἰσὶ δ’ οἱ πρεσβύτεροι τῶν ἵππων γονιμώτεροι, καὶ οἱ ἄρρενες τῶν ἀρρένων καὶ αἱ θήλειαι τῶν θηλειῶν.
年長の馬の方がより繁殖力があり、これは雄の間でも、雌の間でも同様である。
Ἀναβαίνουσι δὲ καὶ ἐπὶ τὰς μητέρας οἱ ἵπποι καὶ ἐπὶ τὰς θυγατέρας· καὶ τότε δοκεῖ τέλεον εἶναι τὸ ἱπποφόρβιον, ὅταν ὀχεύωσι τὰ ἑαυτῶν ἔκγονα.
雄馬は自分の母親や娘にも乗り、馬群は彼らが自身の子供たちと交尾するときに完成された状態になると見なされる。
Οἱ δὲ Σκύθαι ἱππεύουσι ταῖς κυούσαις ἵπποις, ὅταν θᾶττον στραφῇ τὸ ἔμβρυον, καὶ φασὶ γίνεσθαι αὐτὰς εὐτοκωτέρας.
スキタイ人は、胎児が向きを変えるとすぐに、妊娠している雌馬に乗って走り、そうすることで彼女たちの出産がより容易になると言う。
Τὰ μὲν οὖν ἄλλα τετράποδα κατακείμενα τίκτει, διὸ καὶ πλάγια προέρχεται τὰ ἔμβρυα πάντων·
他の四肢動物は横になって産むので、胎児はすべて横向きに出てくる。
ἡ δ’ ἵππος ἡ θήλεια ὅταν ἤδη πλησίον ᾖ τῆς ἀφέσεως, ὀρθὴ στᾶσα προΐεται τὸ ἔκγονον.
しかし雌馬は、出産が間近に迫ると、立ったまま子供を産み落とす。
Ζῶσι δὲ τῶν ἵππων οἱ μὲν πλεῖστοι περὶ ὀκτωκαίδεκα ἔτη καὶ εἴκοσιν, ἔνιοι δὲ πεντεκαιείκοσι καὶ τριάκοντα·
馬の寿命は、大半のものは約18年から20年であり、中には25年や30年生きるものもいる。
ἐὰν δέ τις ἐπιμελῶς θεραπεύῃ, ἐκτείνει καὶ πρὸς τὰ πεντήκοντα.
しかし、もし注意深く世話をするならば、50年近くまで引き延ばされる。
Ὁ δὲ μακρότατος βίος τῶν πλείστων ἐστὶν ὡς ἐπὶ τὸ πολὺ τριακοντέτης·
一般に大半のものの最長寿命はおよそ30年である。
ἡ δὲ θήλεια ὡς ἐπὶ τὸ πολὺ μὲν πέντε καὶ εἴκοσιν ἔτη, ἤδη δέ τινες καὶ τετταράκοντα ἔτη βεβιώκασιν.
雌は大抵25年であるが、中には40年まで生きた例もある。

語釈・文法注

  1. 6.22ὥστε δὲ καὶ γεννᾶν ἀξίως — 主動詞 `ὀχεύει` を受けて結果または目的を表す `ὥστε` +不定詞(`γεννᾶν`)の構文。「繁殖に十分な能力を持つ(価値ある形で生殖する)」という状態に達するのは、`ὅταν` 節(歯を落とし終えたとき)であることを示している。
  2. p.225ἐπειδὰν δὲ γένηται ἐνιαυτός — 直訳すると「1年が生じたときには」。最初の換歯(30ヶ月目)からさらに1年が経過した時点(すなわち42ヶ月目)を指す時間表現。

この箇所を引用する

アリストテレス, 動物誌 §6.22#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.22%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。