Humanitext Reader

亚里士多德 · 动物志 §6.22#2

马与骡的生长繁殖习性及马狂

第 115 段,共 189 段 · 希腊语

内容简介

本段详细记述了马和骡子的身体发育、寿命及繁殖生理特征,包括不育特征、被称为“马狂”的物质,以及马群不设立领袖的原因。

§6.22#2Ἐλάττω δὲ χρόνον βιοῦσιν οἱ ἄρρενες τῶν θηλειῶν διὰ τὰς ὀχείας, καὶ οἱ ἰδίᾳ τρεφόμενοι τῶν ἐν τοῖς ἱπποφορβίοις.
公马因交尾而比母马寿命更短,独自饲养的马也比在马群中饲养的马寿命更短。
Ἡ μὲν οὖν θήλεια πέντ’ ἐτῶν τέλος λαμβάνει μήκους καὶ ὕψους, ὁ δ’ ἄρρην ἓξ ἐτῶν· μετὰ δὲ ταῦτα ἐν ἄλλοις ἓξ ἔτεσι τὸ πλῆθος λαμβάνει τοῦ σώματος, καὶ ἐπιδίδωσι μέχρι ἐτῶν εἴκοσιν.
母马在五岁时达到身长和身高的极限,公马则在六岁时达到;在此之后,在另外的六年里,它获得身体的丰满,并且一直成长到二十岁。
Ἀποτελειοῦται δὲ τὰ θήλεα τῶν ἀρρένων ἔμπροσθεν, ἐν δὲ τῇ γαστρὶ τὰ ἄρρενα τῶν θηλειῶν, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων· ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ζῴων ὅσα πλείω τίκτει.
雌性比雄性更早发育完全,但在子宫中,雄性则比雌性更早发育完全,正如在人类身上一样;同样的事情也发生在其他多产的动物身上。
Θηλάζειν δέ φασι τὸν μὲν ἡμίονον ἑξάμηνον, εἶτ’ οὐκέτι προσίεσθαι διὰ τὸ σπᾶσθαι καὶ πονεῖν· τὸν δ’ ἵππον πλείω χρόνον.
据说母骡哺乳六个月,然后由于痉挛和疼痛不再让幼崽靠近;而母马哺乳的时间更长。
Ἀκμάζει δὲ καὶ ἵππος καὶ ἡμίονος μετὰ τοὺς βόλους· ὅταν δὲ πάντας ὦσι βεβληκότες, οὐ ῥᾴδιον γνῶναι τὴν ἡλικίαν.
马和骡子都在换牙后达到全盛期;但当它们全部脱落了牙齿时,就不容易知道它们的年龄了。
Διὸ καὶ λέγουσι γνώμην ἔχειν, ὅταν ἄβολος ᾖ· ὅταν δὲ βεβληκώς, οὐκ ἔχειν.
因此人们也说,当马未换牙时它有标记可知年龄,而当它换了牙后,它就没有标记了。
Ὅμως δὲ μάλιστα γνωρίζεται ἡ ἡλικία μετὰ τοὺς βόλους τῷ κυνόδοντι· τῶν μὲν γὰρ ἱππαστῶν γίνεται μικρὸς διὰ τὴν τρίψιν (κατὰ τοῦτον γὰρ ἐμβάλλεται ὁ χαλινός), τῶν δὲ μὴ ἱππαστῶν μέγας μὲν ἀλλ’ ἀπηρτημένος, τῶν δὲ νέων ὀξὺς καὶ μικρός.
然而,换牙后的年龄主要是通过犬齿来辨认的;因为对于骑乘过的马,犬齿由于摩擦而变小(因为嚼子就是套在这个地方的),而对于未骑乘过的马,犬齿虽大但未受摩擦,而在年轻的马中,犬齿尖锐且小。
Ὀχεύει δ’ ὁ μὲν ἄρρην πᾶσάν τε ὥραν καὶ ἕως ζῇ· καὶ ἡ θήλεια δ’ ὀχεύεται ἕως ἂν ζῇ, οὔπω δὲ πᾶσαν ὥραν, ἐὰν μή τις δεσμὸν ἢ ἄλλην τινὰ προσενέγκῃ ἀνάγκην· ὥρα δ’ οὐκ ἀφαιρεῖται οὐδεμία τεταγμένη τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν.
公马在任何季节且终生都进行交尾;母马也终生接受交尾,但并非在任何季节,除非有人对其施加束缚或其他某种强制;但并没有任何固定的季节被排除在交尾和接受交尾之外。
Οὐ μέντοι γε ὅτ’ ἔτυχε γενομένης τῆς ὀχείας δύνανται ἃ ἂν γεννήσωσιν ἐκτρέφειν.
然而,如果交尾发生在任意时间,它们并不能养活它们所生产的后代。
Ἐν Ὀποῦντι δ’ ἐν ἱπποφορβίῳ ἵππος ἐγένετο ὃς ὤχευεν ἐτῶν ὢν τετταράκοντα· ἔδει δὲ τὰ πρόσθια σκέλη συνεπαίρειν.
在奥普斯的一个马群中,有一匹马在四十岁时仍在交尾;但必须有人一起帮它抬起前腿。
Ἄρχονται δ’ ὀχεύεσθαι αἱ ἵπποι τοῦ ἔαρος.
母马在春天开始接受交尾。
Ὅταν δὲ τέκῃ ἡ ἵππος, οὐκ εὐθὺς μετὰ τοῦτο πίμπλαται ἀλλὰ διαλείπει χρόνον, καὶ τίκτει ἀμείνω τετάρτῳ ἢ πέμπτῳ ἔτει μετὰ τὸν τόκον.
当母马产仔后,并不会在此之后立刻受孕,而是要间隔一段时间,并在产仔后的第四年或第五年产下更好的后代。
Ἔνα δ’ ἐνιαυτὸν καὶ πάμπαν ἀνάγκη διαλείπειν καὶ ποιεῖν ὥσπερ νειόν.
至少完全间隔一整年并使其如同休耕地一样是绝对必要的。
Ἵππος μὲν οὖν διαλείπουσα τίκτει, ὥσπερ εἴρηται, ὄνος δὲ συνεχῶς.
因此,如前所述,马在产仔时会有间隔,而驴则是连续不断地生产。
Γίνονται δὲ τῶν ἵππων αἱ μὲν καὶ ἄτεκνοι ὅλως, αἱ δὲ συλλαμβάνουσι μέν, οὐ δύνανται δ’ ἐκφέρειν· σημεῖον δὲ τῶν τοιούτων λέγουσιν εἶναι, τὸ ἔμβρυον ἀνασχιζόμενον ἔχειν ἄλλα νεφροειδῆ περὶ τοὺς νεφρούς, ὥστε δοκεῖν τέτταρας ἔχειν νεφρούς.
在母马中,有些完全不育,有些虽然受孕,但无法将胎儿怀到足月;人们说这类情况的特征是,剖开胎儿时,其肾脏周围有其他肾状结构,以至于看起来有四个肾脏。
Ὅταν δὲ τέκῃ ἡ ἵππος, τό τε χόριον εὐθὺς κατεσθίει, καὶ ἀπεσθίει τοῦ πώλου ὃ ἐπιφύεται ἐπὶ τοῦ μετώπου τῶν πώλων, καλεῖται δὲ ἱππομανές· ἔστι δὲ τὸ μέγεθος ἔλαττον μικρῷ ἰσχάδος, τὴν δ’ ἰδέαν πλατύ, περιφερές, μέλαν.
当母马分娩时,它会立刻吞食胎盘,并咬下仔马额头上长出的东西,这被称为“马狂”;它的尺寸比干无花果稍小,形状扁平、圆形、黑色。
Τοῦτο ἐάν τις φθῇ λαβὼν καὶ ὄσφρηται ἡ ἵππος, ἐξίσταται καὶ μαίνεται πρὸς τὴν ὀσμήν· διὸ καὶ τοῦτο αἱ φαρμακίδες ζητοῦσι καὶ συλλέγουσιν.
如果有人抢先拿走这个,而母马闻到了它,它就会因这气味而失去理智并陷入疯狂;因此,女巫们也寻找并收集这个东西。
Ἐὰν δ’ ὠχευμένην ἵππον ὑπὸ ἵππου ὄνος ὀχεύσῃ, διαφθείρει τὸ ἔμβρυον τὸ ἐνυπάρχον.
如果在一匹母马已被公马交尾后,公驴又与其交尾,就会摧毁已存在的胎儿。
Ἵππων δ’ ἡγεμόνα οὐ καθιστᾶσιν οἱ ἱπποφορβοὶ ὥσπερ βοῶν, διὰ τὸ μὴ μόνιμον εἶναι τὴν φύσιν αὐτῶν ἀλλ’ ὀξεῖαν καὶ εὐκίνητον.
牧马人并不像对待牛那样为马群确立一个领袖,因为马的本性不沉稳,而是敏锐且易于躁动的。

词汇与语法注释

  1. p.226τῶν μὲν γὰρ ἱππαστῶν — 省略了名词 `ἵππων`(马)的属格分词结构,修饰前文的 `κυνόδοντι`(犬齿)。在此对比了骑乘过的马(`ἱππαστῶν`)与未骑乘过的马(`μὴ ἱππαστῶν`)之间犬齿的磨损状态。
  2. p.226ὥρα δ’ οὐκ ἀφαιρεῖται οὐδεμία τεταγμένη τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν — 双重否定(`οὐκ ... οὐδεμία`)起到了加强否定的作用,意为“绝无任何固定的季节被排除在外”。属格冠词不定式 `τοῦ ὀχεύεσθαι καὶ ὀχεύειν`(接受交尾与交尾)作为分离属格,依附于动词 `ἀφαιρεῖται`(被剥夺、排除)。
  3. p.227ἔδει δὲ τὰ πρόσθια σκέλη συνεπαίρειν — 非人称动词 `ἔδει` 支配不定式 `συνεπαίρειν`(共同抬起)的结构。不定式的施事者(如马夫)因语境明确而被省略。宾格的 `τὰ πρόσθια σκέλη`(前腿)是不定式的直接宾格。

引用这一段

亚里士多德, 动物志 §6.22#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.22%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。