§6.21Βοῦς δὲ πληροῖ μὲν ὁ ἄρρην ἐκ μιᾶς ὀχείας, βαίνει δὲ σφοδρῶς ὥστε συγκάμπτεσθαι τὴν βοῦν·
牛においては、雄は1回の交尾で孕ませ、激しく乗るので雌牛は背を丸める。
ἐὰν δ’ ἁμάρτῃ τῆς ὁρμῆς, εἴκοσιν ἡμέρας διαλείπουσα προσίεται πάλιν ἡ θήλεια τὴν ὀχείαν.
もし雄が交尾の試みに失敗したならば、雌は20日間を置いて再び交尾を受け入れる。
Οἱ μὲν οὖν πρεσβύτεροι τῶν ταύρων οὐδ’ ἀναβαίνουσι πλεονάκις ἐπὶ τὴν αὐτὴν τῆς αὐτῆς ἡμέρας, ἐὰν μὴ ἄρα διαλιπόντες·
老いた雄牛たちは、しばらく時間をおいたのでない限り、同じ日に同じ雌に複数回乗ることすらしない。
οἱ δὲ νεώτεροι καὶ τὴν αὐτὴν βιάζονται πλεονάκις καὶ ἐπὶ πολλὰς ἀναβαίνουσι διὰ τὴν ἀκμήν.
しかし若い雄牛たちは、血気盛んであるために、同じ雌に対して何度も強いるし、多くの雌に乗る。
Ἥκιστα δὲ λάγνον τῶν ἀρρένων ἐστὶ βοῦς.
雄の動物の中で、牛は最も好色さが薄い。
Ὀχεύει δ’ ὁ νικῶν τῶν ταύρων·
雄牛たちのうち勝った者が交尾する。
ὅταν δ’ ἐξαδυνατήσῃ διὰ τὴν λαγνείαν, ἐπιτίθεται ὁ ἡττώμενος, καὶ κρατεῖ πολλάκις.
しかし、彼が交尾のしすぎで体力を使い果たしたとき、負けた者が襲いかかり、しばしば交尾を遂げる。
Ὀχεύει δὲ τὰ ἄρρενα καὶ ὀχεύεται τὰ θήλεα ἐνιαύσια ὄντα πρῶτον, ὥστε καὶ γεννᾶν·
雄は交尾し、雌は交尾される、最初に1歳になったときに。 その結果、子を産むこともできる。
οὐ μὴν ἀλλὰ τό γ’ ὡς ἐπὶ τὸ πολὺ ἐνιαύσιοι καὶ ὀκτάμηνοι, τὸ δὲ μάλισθ’ ὁμολογούμενον διετεῖς.
ただし、大抵の場合は1歳8ヶ月の時であり、最も一般に合意されているのは2歳の時である。
Κύει δ’ ἐννέα μῆνας, δεκάτῳ δὲ τίκτει·
9ヶ月妊娠し、10ヶ月目に出産する。
ἔνιοι δὲ διισχυρίζονται δέκα μῆνας κύειν ἡμερολεγδόν.
しかしある人々は、日数を細かく数えて 10ヶ月間妊娠すると主張する。
Ὅ τι δ’ ἂν ἔμπροσθεν ἐξενεχθῇ τῶν εἰρημένων χρόνων, ἐκβόλιμόν ἐστι καὶ οὐ θέλει ζῆν·
上記の期間よりも前に産み落とされたものは何であれ流産児であり、生き延びようとしない。
μαλακαὶ γὰρ καὶ ἀτελεῖς γίνονται αἱ ὁπλαί.
蹄が柔らかく、未発達だからである。
Τίκτει δ’ ἓν τὰ πλεῖστα, ὀλιγάκις δὲ δύο·
たいていは1匹を産み、まれに2匹を産む。
καὶ τίκτει καὶ ὀχεύει ἕως ἂν ζῇ.
そして生きている限り産み、また交尾する。
Ζῶσι δ’ ὡς ἐπὶ τὸ πολὺ περὶ πεντεκαίδεκα ἔτη αἱ θήλειαι·
雌は大抵およそ15年生きる。
καὶ οἱ ἄρρενες δ’, ἐὰν ἐκτμηθῶσιν.
雄も去勢されれば同様である。
Ἔνιοι δὲ ζῶσι καὶ εἴκοσιν ἔτη καὶ ἔτι πλείω, ἐὰν εὔφορον ἔχωσι τὸ σῶμα·
体が頑健であれば、中には20年かそれ以上生きるものもいる。
καὶ γὰρ τῶν βοῶν τοὺς τομίας ἐθίζουσι, καὶ καθιστᾶσι τῶν βοῶν ἡγεμόνας ὥσπερ τῶν προβάτων, καὶ ζῶσιν οὗτοι πλείω χρόνον τῶν ἄλλων διά τε τὸ μὴ πονεῖν καὶ διὰ τὸ νέμεσθαι ἀκέραιον νομήν.
実際、人々は牛のうち去勢されたものを馴らし、羊のリーダーのように牛たちのリーダーに据える。 そして、彼らは労働をしないことと、荒らされていない最良の牧草を食むことのために、他の牛よりも長く生きる。
Ἀκμάζει δὲ μάλιστα πεντέτης ὤν, διὸ καὶ Ὅμηρόν φασι πεποιηκέναι τινὲς ὀρθῶς ποιήσαντα
ἄρσενα πενταέτηρον
καὶ τὸ
βοὸς ἐννεώροιο· δύνασθαι γὰρ ταὐτόν.
牛は5歳のとき最も全盛期にあり、そのためホメロスが「5歳の雄」および「9歳の牛」と詩に書いたのは、同じことを意味し得るからとして、正しいと主張する人々もいる。
Τοὺς δ’ ὀδόντας βάλλει βοῦς διετής, καὶ οὐκ ἀθρόους ἀλλ’ ὥσπερ ἵππος·
牛は2歳で歯が生え変わり、一度にすべてではなく、馬のように生え変わる。
τὰς δ’ ὁπλάς, ὁπόταν ποδαγρᾷ, οὐκ ἀποβάλλει, ἀλλ’ οἰδεῖ μόνον σφόδρα τοὺς πόδας.
足痛にかかったとき、蹄は抜け落ちず、足が激しく腫れるだけである。
Τὸ δὲ γάλα, ὅταν τέκῃ, χρήσιμον γίνεται·
出産したとき、その乳は有用になる。
ἔμπροσθεν δ’ οὐκ ἔχει γάλα.
それ以前には乳を持たない。
Τὸ δὲ πρῶτον γινόμενον γάλα ὅταν παγῇ, οὕτω γίνεται σκληρὸν ὥσπερ λίθος·
最初に作られる乳は、固まると石のように硬くなる。
τοῦτο δὲ συμβαίνει, ἐὰν μή τις μίξῃ ὕδατι.
水と混ぜ合わせない限り、このことが起こる。
Νεώτεραι δ’ ἐνιαυσίων οὐκ ὀχεύονται, πλὴν ἐάν τι τερατῶδες ᾖ·
1歳未満のものは交尾しない、何か異常な例がない限り。
ἤδη δέ τινες καὶ τετράμηνοι ὠχεύθησαν καὶ ὤχευσαν.
実際、生後4ヶ月ですでに交尾されたり交尾した例もある。
Ἄρχονται δὲ τῆς ὀχείας περὶ τὸν Θαργηλιῶνα μῆνα καὶ τὸν Σκιρροφοριῶνα αἱ πλεῖσται·
大半の雌はタルゲリオン月のあたりやスキロフォリオン月のあたりに交尾を始める。
οὐ μὴν ἀλλ’ ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυΐσκονται.
ただし、あるものは秋に至るまで受胎することもある。
Ὅταν δὲ πολλαὶ κύωσι καὶ προσδέχωνται τὴν ὀχείαν, σφόδρα δοκεῖ σημεῖον εἶναι καὶ χειμῶνος καὶ ἐπομβρίας.
多くの雌が妊娠しているにもかかわらず交尾を受け入れるとき、これは冬と大雨の極めて強い前兆であると思われる。
Αἱ δὲ συνήθειαι γίνονται μὲν ταῖς βουσὶν ὥσπερ ταῖς ἵπποις, ἧττον δέ.
牛におけるつがいの愛着は、馬におけるのと同様に生じるが、より弱い。