Humanitext Reader

亚里士多德 · 动物志 §6.22#1

马的交尾与妊娠期及换牙与寿命

第 114 段,共 189 段 · 希腊语

内容简介

本节叙述了马的繁殖(交尾年龄、妊娠期、生育力)与换牙的过程,以及立姿分娩的特征和其寿命。

§6.22#1Ἵππος δ’ ἄρχεται ὀχεύειν ὁ μὲν ἄρρην διέτης, καὶ ἡ θήλεια διέτης ὀχεύεσθαι· ταῦτα μέντοι ὀλίγα ἐστί, καὶ τὰ ἔκγονα τούτων ἐλάττω καὶ ἀσθενικώτερα· ὡς δ’ ἐπὶ τὸ πολὺ ἄρχονται ὀχεύειν τριετεῖς ὄντες, καὶ αἱ ἵπποι ὀχεύεσθαι, καὶ ἐπιδιδόασι δ’ ἀεὶ πρὸς τὸ βελτίω τὰ ἔκγονα γίνεσθαι μέχρι ἐτῶν εἴκοσιν.
马开始交尾,公马在两岁时,母马在两岁时接受交尾;然而,这些情况是少数,且它们的后代更小、更虚弱;大体上,公马在三岁时开始交尾,母马开始接受交尾,并且它们的后代在达到二十岁之前总是不断改进而变得更好。
Κύει δ’ ἕνδεκα μῆνας, δωδεκάτῳ δὲ τίκτει.
母马怀孕十外一个月,在第十二个月产仔。
Πληροῖ δ’ ὁ ἵππος οὐκ ἐν τεταγμέναις ἡμέραις, ἀλλ’ ἐνίοτε μὲν ἐν μιᾷ ἢ δυσὶν ἢ τρισίν, ἐνίοτε δ’ ἐν πλείοσιν· θᾶττον δὲ πληροῖ ἐπιβαίνων ὄνος ἢ ἵππος.
公马不在固定的天数内使母马受孕,而是有时在一天、两天或三天内,有时在更多天内;而公驴骑跨比公马更迅速地使母马受孕。
Ἡ δ’ ὀχεία οὐκ ἐπίπονος τῶν ἵππων, ὥσπερ ἡ τῶν βοῶν.
马的交尾并不费力,不像牛那样。
Λαγνίστατον δὲ καὶ τῶν θηλειῶν καὶ τῶν ἀρρένων μετ’ ἄνθρωπον ἵππος ἐστίν.
在雌性和雄性中,马是仅次于人类最淫荡的动物。
Ἡ δὲ τῶν νεωτέρων ὀχεία γίνεται παρὰ τὴν ἡλικίαν, ὅταν εὐβοσία καὶ ἀφθονία γένηται τροφῆς.
年轻马匹的交尾会不合年龄地发生,当有良好的牧场和充裕的食物时。
Ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ μονοτόκος, τίκτει μέντοι ποτὲ καὶ δύο τὰ πλεῖστα.
因此,母马大体上是一胎一仔,不过有时最多也会产下两仔。
Καὶ ἡμιόνους δ’ ἤδη ἔτεκέ τις δύο· ἃ κρίνουσιν ἐν τέρασιν.
甚至已经有母马产下了两只骡子;人们将这归为异兆。
Ὀχεύει μὲν οὖν ἵππος καὶ τριακοντάμηνος· ὥστε δὲ καὶ γεννᾶν ἀξίως, ὅταν παύσηται βάλλων.
因此,马在三十个月大时也会交尾;但为了能够进行相称的生育,要在它停止换牙的时候。
Ἤδη δέ τινες καὶ βάλλοντες ἐπλήρωσαν, ὡς φασίν, ἂν μὴ φύσει ἄγονοι τυγχάνωσιν ὄντες.
而且据人们说,只要不是天生不育,有些公马甚至在换牙期间就已经能使母马受孕。
Ἔχει μὲν οὖν ὀδόντας τετταράκοντα, βάλλει δὲ τοὺς μὲν πρώτους τέτταρας τριακοντάμηνος, τοὺς μὲν δύο ἄνωθεν τοὺς δὲ δύο κάτωθεν· ἐπειδὰν δὲ γένηται ἐνιαυτός, βάλλει τὸν αὐτὸν τρόπον τέτταρας, δύο μὲν ἄνωθεν δύο δὲ κάτωθεν, καὶ πάλιν ὅταν ἄλλος ἐνιαυτὸς γένηται, ἑτέρους τέτταρας τὸν αὐτὸν τρόπον· τεττάρων δ’ ἐτῶν παρελθόντων καὶ ἓξ μηνῶν οὐκέτι βάλλει οὐδένα.
马有四十颗牙齿,在三十个月大时脱落最初的四颗,其中两颗在上方,两颗在下方;而当一年过去,它以同样的方式脱落四颗,两颗在上方,两颗在下方,再过一年,又以同样的方式脱落另外四颗;当四年零六个月过去后,它就不再脱落任何牙齿了。
Ἤδη δέ τις τὸ πρῶτον εὐθὺς ἅμα πάντας ἐξέβαλε, καὶ ἄλλος ἅμα τοῖς τελευταίοις ἅπαντας· ἀλλὰ τὰ τοιαῦτα γίνεται ὀλίγάκις.
曾有马在第一次换牙时立刻同时脱落了所有的牙齿,也有马在最后一次换牙时同时脱落了所有的牙齿;但这种情况极少发生。
Ὥστε σχεδὸν συμβαίνει, ὅταν τεττάρων ἐτῶν ᾖ καὶ ἓξ μηνῶν, χρήσιμον εἶναι πρὸς τὴν γέννησιν μάλιστα.
因此大体上,当它满四年零六个月大时,最有利于生育。
Εἰσὶ δ’ οἱ πρεσβύτεροι τῶν ἵππων γονιμώτεροι, καὶ οἱ ἄρρενες τῶν ἀρρένων καὶ αἱ θήλειαι τῶν θηλειῶν.
年龄较大的马更有生育能力,无论是公马在公马中,还是母马在母马中。
Ἀναβαίνουσι δὲ καὶ ἐπὶ τὰς μητέρας οἱ ἵπποι καὶ ἐπὶ τὰς θυγατέρας· καὶ τότε δοκεῖ τέλεον εἶναι τὸ ἱπποφόρβιον, ὅταν ὀχεύωσι τὰ ἑαυτῶν ἔκγονα.
公马会骑跨母亲也会骑跨女儿;当它们与自己的后代交尾时,马群便被认为是完善的。
Οἱ δὲ Σκύθαι ἱππεύουσι ταῖς κυούσαις ἵπποις, ὅταν θᾶττον στραφῇ τὸ ἔμβρυον, καὶ φασὶ γίνεσθαι αὐτὰς εὐτοκωτέρας.
塞人(斯基泰人)在胎儿一转动时就骑乘怀孕的母马,并说这能使它们更容易分娩。
Τὰ μὲν οὖν ἄλλα τετράποδα κατακείμενα τίκτει, διὸ καὶ πλάγια προέρχεται τὰ ἔμβρυα πάντων· ἡ δ’ ἵππος ἡ θήλεια ὅταν ἤδη πλησίον ᾖ τῆς ἀφέσεως, ὀρθὴ στᾶσα προΐεται τὸ ἔκγονον.
其他四足动物都是躺着产仔,因此它们的胎儿都是横着出来的;但母马在临近分娩时,会站立着产下后代。
Ζῶσι δὲ τῶν ἵππων οἱ μὲν πλεῖστοι περὶ ὀκτωκαίδεκα ἔτη καὶ εἴκοσιν, ἔνιοι δὲ πεντεκαιείκοσι καὶ τριάκοντα· ἐὰν δέ τις ἐπιμελῶς θεραπεύῃ, ἐκτείνει καὶ πρὸς τὰ πεντήκοντα.
大多数马活到十八和二十年左右,有些活到二十五和三十年;但如果有人精心照料,其寿命甚至可以延长到五十岁。
Ὁ δὲ μακρότατος βίος τῶν πλείστων ἐστὶν ὡς ἐπὶ τὸ πολὺ τριακοντέτης· ἡ δὲ θήλεια ὡς ἐπὶ τὸ πολὺ μὲν πέντε καὶ εἴκοσιν ἔτη, ἤδη δέ τινες καὶ τετταράκοντα ἔτη βεβιώκασιν.
大多数马的最长寿命大体上是三十年;母马大体上是二十五年,但已经有些母马活到了四十年。

词汇与语法注释

  1. 6.22ὥστε δὲ καὶ γεννᾶν ἀξίως — 此处为 `ὥστε` 引导不定式 `γεννᾶν` 表示结果或程度的结构。接续前句的主动词 `ὀχεύει`,意为达到“能进行有效(有价值的)繁殖”的阶段,其时间点由 `ὅταν` 从句(当换牙结束时)所限定。
  2. p.225ἐπειδὰν δὲ γένηται ἐνιαυτός — 字面意思是“当一年产生时”。这是一个时间表达,指从第一次换牙(第30个月)起又过了一年(即第42个月)的节点。

引用这一段

亚里士多德, 动物志 §6.22#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.22%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。