Humanitext Reader

アリストテレス · 動物誌 §6.20

犬の交尾と妊娠期間および寿命と品種差

112 / 189 箇所 · ギリシア語

要旨

犬の繁殖、妊娠期間、発情期の兆候、産仔数、寿命、および歯の生え変わりについて、品種による違い(特にラコニア種)を交えて述べている。

§6.20Τῶν δὲ κυνῶν ἔστι μὲν γένη πλείω, ὀχεύει δὲ κύων ἡ Λακωνικὴ μὲν ὀκτάμηνος καὶ ὀχεύεται·
犬には多くの種類があるが、ラコニア種の犬は生後8ヶ月で交尾し、交尾される。
καὶ τὸ σκέλος δ’ αἴροντες οὐροῦσιν ἤδη ἔνιοι περὶ τὸν χρόνον τοῦτον.
そして、すでにこの時期に片脚を上げて尿をするものもいる。
Κυΐσκεται δὲ κύων ἐκ μιᾶς ὀχείας·
犬は1回の交尾で妊娠する。
δῆλον δὲ τοῦτο γίνεται μάλιστα ἐν τοῖς κλέπτουσι τὰς ὀχείας·
このことは特に盗むように交尾する場合に明らかである。
ἅπαξ γὰρ ἐπιβάντες πληροῦσιν.
1回乗るだけで受胎させるからである。
Κύει δ’ ἡ μὲν Λακωνικὴ ἕκτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶν ἡμέραι ἑξήκοντα), κἂν ἄρα μιᾷ ἢ δυσὶν ἢ τρισὶ πλείονας ἡμέρας καὶ ἐλάττους μιᾷ.
ラコニア種は1年の6分の1(これは60日である)の間妊娠するが、あるいはそれより1日、2日、3日多いこともあれば、1日少ないこともある。
Τυφλὰ δὲ γίνεται αὐτῇ τὰ σκυλάκια, ὅταν τέκῃ, δώδεκα ἡμέρας.
出産したとき、その子犬たちは12日間目が見えない。
Τεκοῦσα δὲ πάλιν ὀχεύεται ἕκτῳ μηνί, καὶ οὐ πρότερον.
出産した後は、6ヶ月目に再び交尾し、それ以前にはしない。
Ἔνιαι δὲ κύουσι τῶν κυνῶν τὸ πέμπτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶν ἡμέραι ἑβδομήκοντα καὶ δύο), τυφλὰ δὲ γίνεται τὰ σκυλάκια τούτων τῶν κυνῶν ἡμέρας δεκατέτταρας.
犬の中には1年の5分の1(これは72日である)の間妊娠するものもあり、これらの犬の子犬は14日間目が見えない。
Ἔνιαι δὲ κύουσι μὲν τέταρτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶ τρεῖς μῆνες ὅλοι), τυφλὰ δὲ τὰ σκυλάκια τούτων γίνεται ἑπτακαίδεχ’ ἡμέραις.
また、1年の4分の1(これは丸3ヶ月である)の間妊娠するものもあり、これらの子犬は17日間目が見えない。
Δοκεῖ δὲ σκυζᾶν τὸν ἴσον χρόνον κύων.
犬の発情期も同等の時間であると思われる。
Τὰ δὲ καταμήνια ταῖς κυσὶν ἑπτὰ ἡμέραις γίνεται· συμβαίνει δ’ ἅμα καὶ ἔπαρσις αἰδοίου.
犬の月経は7日間起こり、同時に陰部の腫れも生じる。
Ἐν δὲ τῷ χρόνῳ τούτῳ οὐ προσίενται ὀχείαν, ἀλλ’ ἐν ταῖς μετὰ ταύτας ἑπτὰ ἡμέραις·
この期間中、彼女らは交尾を受け入れず、その後の7日間に受け入れる。
τὰς γὰρ πάσας δοκεῖ σκυζᾶν ἡμέρας τέτταρας καὶ δέκα ὡς ἐπὶ τὸ πολύ, οὐ μὴν ἀλλά τισι καὶ περὶ ἑκκαίδεχ’ ἡμέρας γεγένηται τοῦτο τὸ πάθος.
全体としてたいてい14日間発情していると思われるからである。 ただし、あるものにはこの状態が16日ほど続くこともある。
Ἡ δ’ ἐν τοῖς τόκοις κάθαρσις γίνεται ἅμα τοῖς σκυλακίοις τικτομένοις, ἔστι δ’ αὕτη παχεῖα καὶ φλεγματώδης·
出産時の悪露は子犬が生まれると同時に生じ、これは濃くて粘液質である。
καὶ τὸ πλῆθος δ’, ὅταν ἐκτέκωσιν, ἀπισχναίνεται ἔλαττον ἢ κατὰ τὸ σῶμα.
そして、出産を終えたとき、分泌物の量は、体の大きさに比べてそれほど減少しない。
Τὸ δὲ γάλα αἱ κύνες ἴσχουσι πρὸ τοῦ τεκεῖν ὡς ἐπὶ τὸ πολὺ ἡμέρας πέντε·
犬は出産する前に、たいてい5日前から乳が出る。
οὐ μὴν ἀλλ’ ἐνίαις καὶ ἑπτὰ γίνεται πρότερον καὶ τέτταρσιν.
ただし、あるものには7日前や4日前から出ることもある。
Χρήσιμον δ’ εὐθύς ἐστι τὸ γάλα, ὅταν τέκωσιν.
そして出産すると、その乳はすぐに役立つ。
Ἡ δὲ Λακωνικὴ μετὰ τὴν ὀχείαν τριάκονθ’ ἡμέραις ὕστερον.
しかしラコニア種は交尾の後30日して乳が出る。
Τὸ μὲν οὖν πρῶτον παχύ ἐστι, χρονιζόμενον δὲ γίνεται λεπτότερον.
最初は濃いが、時間が経つと薄くなる。
Διαφέρει δὲ παχύτητι τὸ κύνειον τῶν ἄλλων ζῴων μετὰ τὸ ὕειον καὶ δασυπόδειον.
犬の乳は、豚や野兎の乳に次いで、他の動物の乳よりも濃度において勝っている。
Γίνεται δὲ σημεῖον καὶ ὅταν ἡλικίαν ἔχωσι τοῦ ὀχεύεσθαι·
交尾に適した年齢に達したときにも兆候が現れる。
ὥσπερ γὰρ τοῖς ἀνθρώποις, ἐπὶ ταῖς θηλαῖς τῶν μαστῶν ἐπιγίνεται ἀνοίδησίς τις καὶ χόνδρον ἴσχουσιν·
人間に見られるように、乳首の先端にある種の腫れが生じ、軟骨のような硬さを持つようになる。
οὐ μὴν ἀλλ’ ἔργον μὴ συνήθει ὄντι ταῦτα καταμαθεῖν·
ただし、慣れていない者がこれを見分けるのは困難である。
οὐ γὰρ ἔχει μέγεθος οὐθὲν τὸ σημεῖον.
なぜなら、その兆候は全く大きくないからである。
Τῇ μὲν οὖν θηλείᾳ τοῦτο συμβαίνει, τῷ δ’ ἄρρενι οὐθὲν τούτων.
雌にはこのことが起こるが、雄にはこれらはいずれも起こらない。
Τὸ δὲ σκέλος αἴροντες οὐροῦσιν οἱ ἄρρενες ὡς μὲν ἐπὶ τὸ πολὺ ὅταν ἑξάμηνοι ὦσιν·
雄はたいてい生後6ヶ月になると片脚を上げて尿をする。
ποιοῦσι δέ τινες τοῦτο καὶ ὕστερον, ἤδη ὀκτάμηνοι ὄντες, καὶ πρότερον ἢ ἑξάμηνοι·
しかし、あるものはこれより遅く、すでに8ヶ月になってから行うこともあれば、6ヶ月より前に行うこともある。
ὡς γὰρ ἁπλῶς εἰπεῖν, ὅταν ἰσχύειν ἄρξωνται, αὐτὸ ποιοῦσιν.
端的に言えば、彼らが力強くなり始めたときにこれを行うのである。
Αἱ δὲ θήλειαι πᾶσαι καθεζόμεναι οὐροῦσιν·
雌はすべてしゃがんで尿をする。
ἤδη δέ τινες καὶ τούτων ἄρασαι τὸ σκέλος οὔρησαν.
しかし、彼女らの中にもすでに片脚を上げて尿をしたものもいる。
Τίκτει δὲ κύων σκυλάκια τὰ πλεῖστα δώδεκα, ὡς δ’ ἐπὶ τὸ πολὺ πέντε ἢ ἕξ·
犬は最も多い場合は12匹の子犬を産むが、たいていは5匹か6匹である。
ἤδη δὲ καὶ ἓν ἔτεκέ τις·
すでに1匹だけ産んだものもいる。
αἱ δὲ Λακωνικαὶ ὡς ἐπὶ τὸ πολὺ ὀκτώ.
ラコニア種はたいてい8匹である。
Ὀχεύονται δ’ αἱ θήλειαι καὶ ὀχεύουσιν οἱ ἄρρενες ἕως ἂν ζῶσιν.
雌は交尾され、雄は交尾する、生きている限り。
Ἴδιον δ’ ἐπὶ τῶν Λακωνικῶν συμβαίνει πάθος·
ラコニア種には特有の現象が起こる。
πονήσαντες γὰρ μᾶλλον δύνανται ὀχεύειν ἢ ἀργοῦντες.
すなわち、彼らは怠けているときよりも、労作をした後のほうがよりよく交尾できるのである。
Ζῇ δ’ ἡ μὲν Λακωνικὴ κύων ὁ μὲν ἄρρην περὶ ἔτη δέκα, ἡ δὲ θήλεια περὶ ἔτη δώδεκα, τῶν δ’ ἄλλων κυνῶν αἱ μὲν πλεῖσται περὶ ἔτη τετταρακαίδεκα ἢ πεντεκαίδεκα, ἔνιαι δὲ καὶ εἴκοσιν·
ラコニア種の犬の寿命は、雄は約10年、雌は約12年である。 他の犬の多くは 14年か15年、中には20年生きるものもある。
διὸ καὶ Ὅμηρον οἴονταί τινες ὀρθῶς ποιῆσαι τῷ εἰκοστῷ ἔτει ἀποθανόντα τὸν κύνα τοῦ Ὀδυσσέως.
そのため、ホメロスがオデュッセウスの犬を20年目に死なさせたのは正しいと考える人々もいる。
Ἐπὶ μὲν οὖν τῶν Λακωνικῶν διὰ τὸ πονεῖν τοὺς ἄρρενας μᾶλλον μακροβιώτεραι αἱ θήλειαι τῶν ἀρρένων·
ラコニア種においては、雄がより多く働くために、雌のほうが雄よりも長寿である。
ἐπὶ δὲ τῶν ἄλλων λίαν μὲν οὐκ ἐπίδηλον, μακροβιώτεροι δ’ ὅμως οἱ ἄρρενες τῶν θηλειῶν εἰσίν.
しかし他の犬においては、それほど顕著ではないものの、雄のほうが雌よりも長寿である。
Ὀδόντας δὲ κύων οὐ βάλλει πλὴν τοὺς καλουμένους κυνόδοντας·
犬はいわゆる犬歯以外は歯が生え変わらない。
τούτους δ’ ὅταν ὦσι τετράμηνοι, ὁμοίως αἵ τε θήλειαι καὶ οἱ ἄρρενες.
雌雄とも生後4ヶ月の時にこれが生え変わる。
Διὰ δὲ τὸ τούτους μόνους βάλλειν ἀμφισβητοῦσί τινες·
これだけが生え変わるため、議論する人々がいる。
οἱ μὲν γὰρ διὰ τὸ δύο μόνους βάλλειν ὅλως οὔ φασι (χαλεπὸν γὰρ ἐπιτυχεῖν τούτοις), οἱ δ’ ὅταν ἴδωσι τούτους, ὅλως οἴονται βάλλειν καὶ τοὺς ἄλλους.
ある人々は、2本だけが生え変わることから、全く生え変わらないと主張し(これらを見つけるのが困難だからである)、他の人々はこれらが抜けるのを見ると、他の歯もすべて生え変わると思い込む。
Τὰς δ’ ἡλικίας ἐκ τῶν ὀδόντων σκοποῦσιν·
人々は歯から年齢を判断する。
οἱ μὲν γὰρ νέοι λευκοὺς καὶ ὀξεῖς ἔχουσιν, οἱ δὲ πρεσβύτεροι μέλανας καὶ ἀμβλεῖς.
若いものは白く鋭い歯を持ち、年老いたものは黒く鈍い歯を持っているからである。

語釈・文法注

  1. §6.20κἂν ἄρα μιᾷ ἢ δυσὶν ἢ τρισὶ πλείονας ἡμέρας καὶ ἐλάττους μιᾷ — κἂν(καὶ ἐάν)は「あるいは〜であっても」という譲歩・条件を表し、πλείονας ἡμέρας と ἐλάττους(coney)は時間の過不足を示す対格である。μιᾷ, δυσίν, τρισί は程度の差を示す与格(度量の与格)である。
  2. §6.20τὸν ἴσον χρόνον — 動作の継続時間を表す副詞的対格。前文の種々の犬の妊娠期間(あるいは子犬の目が見えない期間)に対応する同じ長さの時間であることを示す。
  3. §6.20ἔλαττον ἢ κατὰ τὸ σῶμα — 比較級 ἔλαττον に接続詞 ἤ が続き、前置詞句 κατὰ τὸ σῶμα(体に比例して、体の大きさに応じて)が比較の対象となっている。母犬の体全体の大きさに比べて分泌物の量(またはその減少度合い)がそれほど少なくない(あるいは不釣り合いである)ことを表す。

この箇所を引用する

アリストテレス, 動物誌 §6.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。