§6.21Βοῦς δὲ πληροῖ μὲν ὁ ἄρρην ἐκ μιᾶς ὀχείας, βαίνει δὲ σφοδρῶς ὥστε συγκάμπτεσθαι τὴν βοῦν·
在牛中,公牛交尾一次即可使母牛受孕,而且公牛骑跨时力量极强,以至于母牛会弯曲身体。
ἐὰν δ’ ἁμάρτῃ τῆς ὁρμῆς, εἴκοσιν ἡμέρας διαλείπουσα προσίεται πάλιν ἡ θήλεια τὴν ὀχείαν.
如果公牛交尾失败,母牛间隔二十天后会再次接受交尾。
Οἱ μὲν οὖν πρεσβύτεροι τῶν ταύρων οὐδ’ ἀναβαίνουσι πλεονάκις ἐπὶ τὴν αὐτὴν τῆς αὐτῆς ἡμέρας, ἐὰν μὴ ἄρα διαλιπόντες· οἱ δὲ νεώτεροι καὶ τὴν αὐτὴν βιάζονται πλεονάκις καὶ ἐπὶ πολλὰς ἀναβαίνουσι διὰ τὴν ἀκμήν.
较老的公牛甚至不会在同一天多次骑跨同一头母牛,除非间隔了一段时间;但年轻的公牛因其精力旺盛,既会多次强行与同一头母牛交尾,也会骑跨许多不同的母牛。
Ἥκιστα δὲ λάγνον τῶν ἀρρένων ἐστὶ βοῦς.
在雄性动物中,牛是最不淫荡的。
Ὀχεύει δ’ ὁ νικῶν τῶν ταύρων· ὅταν δ’ ἐξαδυνατήσῃ διὰ τὴν λαγνείαν, ἐπιτίθεται ὁ ἡττώμενος, καὶ κρατεῖ πολλάκις.
斗赢的公牛进行交尾;但当它因交尾过度而精疲力竭时,斗败的公牛就会趁虚而入,并且往往能够成功交尾。
Ὀχεύει δὲ τὰ ἄρρενα καὶ ὀχεύεται τὰ θήλεα ἐνιαύσια ὄντα πρῶτον, ὥστε καὶ γεννᾶν· οὐ μὴν ἀλλὰ τό γ’ ὡς ἐπὶ τὸ πολὺ ἐνιαύσιοι καὶ ὀκτάμηνοι, τὸ δὲ μάλισθ’ ὁμολογούμενον διετεῖς.
公牛交尾,母牛接受交尾,最早是在一岁时,因此此时也能生育;不过大体上是在一岁八个月大时,而最普遍公认的是在两岁时。
Κύει δ’ ἐννέα μῆνας, δεκάτῳ δὲ τίκτει· ἔνιοι δὲ διισχυρίζονται δέκα μῆνας κύειν ἡμερολεγδόν.
母牛怀孕九个月,在第十个月产仔;但也有人坚称它们按天数计算怀孕十个月。
Ὅ τι δ’ ἂν ἔμπροσθεν ἐξενεχθῇ τῶν εἰρημένων χρόνων, ἐκβόλιμόν ἐστι καὶ οὐ θέλει ζῆν· μαλακαὶ γὰρ καὶ ἀτελεῖς γίνονται αἱ ὁπλαί.
凡是在上述时间之前产下的都是早产儿,无法活下去;因为它们的蹄子又软且未发育完全。
Τίκτει δ’ ἓν τὰ πλεῖστα, ὀλιγάκις δὲ δύο· καὶ τίκτει καὶ ὀχεύει ἕως ἂν ζῇ.
它们大体上产一仔,极少产两仔;只要活着,它们就会产仔和交尾。
Ζῶσι δ’ ὡς ἐπὶ τὸ πολὺ περὶ πεντεκαίδεκα ἔτη αἱ θήλειαι· καὶ οἱ ἄρρενες δ’, ἐὰν ἐκτμηθῶσιν.
母牛大体上活十五年左右;公牛如果被阉割,也能活这么长。
Ἔνιοι δὲ ζῶσι καὶ εἴκοσιν ἔτη καὶ ἔτι πλείω, ἐὰν εὔφορον ἔχωσι τὸ σῶμα· καὶ γὰρ τῶν βοῶν τοὺς τομίας ἐθίζουσι, καὶ καθιστᾶσι τῶν βοῶν ἡγεμόνας ὥσπερ τῶν προβάτων, καὶ ζῶσιν οὗτοι πλείω χρόνον τῶν ἄλλων διά τε τὸ μὴ πονεῖν καὶ διὰ τὸ νέμεσθαι ἀκέραιον νομήν.
如果身体强健,有些牛甚至能活二十年或更久;因为人们确实会驯化阉牛,并像对待绵羊那样,将它们立为牛群的领头牛,这些阉牛比其他牛活得更久,既因为它们不干重活,也因为它们能吃到未被践踏的优质牧草。
Ἀκμάζει δὲ μάλιστα πεντέτης ὤν, διὸ καὶ Ὅμηρόν φασι πεποιηκέναι τινὲς ὀρθῶς ποιήσαντα
ἄρσενα πενταέτηρον
καὶ τὸ
βοὸς ἐννεώροιο· δύνασθαι γὰρ ταὐτόν.
牛在五岁时最为强壮,因此有人说荷马写得很对,他写道: “五岁的雄牛” 以及 “九岁之牛”;因为这两者可以指代相同的力量。
Τοὺς δ’ ὀδόντας βάλλει βοῦς διετής, καὶ οὐκ ἀθρόους ἀλλ’ ὥσπερ ἵππος· τὰς δ’ ὁπλάς, ὁπόταν ποδαγρᾷ, οὐκ ἀποβάλλει, ἀλλ’ οἰδεῖ μόνον σφόδρα τοὺς πόδας.
牛在两岁时换牙,不是一次换完,而是像马一样逐渐换牙;当它们患蹄炎时,蹄子并不脱落,而只是脚部剧烈肿胀。
Τὸ δὲ γάλα, ὅταν τέκῃ, χρήσιμον γίνεται· ἔμπροσθεν δ’ οὐκ ἔχει γάλα.
产仔后,牛奶开始变得有用;在此之前它们没有奶水。
Τὸ δὲ πρῶτον γινόμενον γάλα ὅταν παγῇ, οὕτω γίνεται σκληρὸν ὥσπερ λίθος· τοῦτο δὲ συμβαίνει, ἐὰν μή τις μίξῃ ὕδατι.
最初产下的奶水一旦凝固,就会变得像石头一样坚硬;除非有人将其与水混合,否则就会发生这种情况。
Νεώτεραι δ’ ἐνιαυσίων οὐκ ὀχεύονται, πλὴν ἐάν τι τερατῶδες ᾖ· ἤδη δέ τινες καὶ τετράμηνοι ὠχεύθησαν καὶ ὤχευσαν.
未满一岁的牛不交尾,除非出现反常奇特的情况;事实上,也有在四个月大时就已经交尾或进行交尾的。
Ἄρχονται δὲ τῆς ὀχείας περὶ τὸν Θαργηλιῶνα μῆνα καὶ τὸν Σκιρροφοριῶνα αἱ πλεῖσται· οὐ μὴν ἀλλ’ ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυΐσκονται.
大多数母牛在塔尔格里翁月和斯基罗福里翁月前后开始交尾;不过,有些母牛直到秋天也能受孕。
Ὅταν δὲ πολλαὶ κύωσι καὶ προσδέχωνται τὴν ὀχείαν, σφόδρα δοκεῖ σημεῖον εἶναι καὶ χειμῶνος καὶ ἐπομβρίας.
当许多母牛已经怀孕却仍接受交尾时,这被认为是非常强烈的冬季和大雨的预兆。
Αἱ δὲ συνήθειαι γίνονται μὲν ταῖς βουσὶν ὥσπερ ταῖς ἵπποις, ἧττον δέ.
牛之间配偶的依恋关系像马一样产生,但程度较浅。