Humanitext Reader

アリストテレス · 動物誌 §6.2#2

卵の受精と変容および黄身と白身の物理的性質

93 / 189 箇所 · ギリシア語

要旨

無精卵や有精卵が交尾によってどのように変化するか、また卵黄と卵白の冷温に対する相反する性質について説明する。さらに、雌鳥の交尾後の行動やシャコの受胎の速さ、ハトの特有の交尾習性について述べる。

§6.2#2Γίνεται δὲ τὰ ὑπηνέμια γόνιμα καὶ τὰ ἐξ ὀχείας ἐνυπάρχοντα ἤδη μεταβάλλει τὸ γένος εἰς ἄλλο γένος, ἐὰν πρὶν μεταβαλεῖν ἐκ τοῦ ὠχροῦ εἰς τὸ λευκὸν ὀχεύηται ἡ τὰ ὑπηνέμια ἔχουσα ἢ τὰ γόνῳ εἰλημμένα ἐξ ἑτέρου ὄρνιθος·
無精卵は受精卵となり、またすでに交尾によって存在している有精卵も、もし卵黄から卵白へと変化する前に、無精卵を持っている雌、または別の鳥から受精によってすでに得られた卵を持っている雌が交尾するならば、その種類を別の種類に変える。
καὶ γίνεται τὰ μὲν ὑπηνέμια γόνιμα, τὰ δὲ προϋπάρχοντα κατὰ τὸν ὕστερον ὀχεύοντα ὄρνιθα.
そして、無精卵は受精卵となり、すでに存在していた卵は後に交尾した鳥の性質に従うようになる。
Ἂν δ’ ἤδη μεταβαλλόντων εἰς τὸ λευκόν, οὐθὲν μεταβάλλει οὔτε τὰ ὑπηνέμια ὥστε γίνεσθαι γόνιμα, οὔτε τὰ γόνῳ κυούμενα ὥστε μεταβάλλειν εἰς τὸ τοῦ ὀχεύοντος γένος.
しかし、すでに白へと変化している段階であるならば、無精卵が受精卵になることも、交尾によって宿されているものが交尾した鳥の属へと変化することもない。
Καὶ ἐὰν ὑπαρχόντων δὲ μικρῶν διαλείπῃ ἡ ὀχεία, οὐθὲν ἐπαυξάνεται τὰ προϋπάρχοντα·
また、卵がまだ小さいうちに交尾が途絶えると、すでに存在している卵はまったく成長しない。
ἐὰν δὲ πάλιν ὀχεύηται, ταχεῖα γίνεται ἡ ἐπίδοσις εἰς τὸ μέγεθος.
しかし、再び交尾が行われると、大きさの増大は急速に進む。
Ἔχει δὲ φύσιν τοῦ ᾠοῦ τὸ ὠχρὸν καὶ τὸ λευκὸν ἐναντίαν οὐ μόνον τῷ χρώματι ἀλλὰ καὶ τῇ δυνάμει·
卵の黄色と白は、色だけでなくその性質においても相反する性質を持っている。
τὸ μὲν γὰρ ὠχρὸν ὑπὸ τοῦ ψύχους πήγνυται, τὸ δὲ λευκὸν οὐ πήγνυται ἀλλ’ ὑγραίνεται μᾶλλον·
すなわち、黄色は寒冷によって固まるが、白は固まらずむしろ液状化する。
ὑπὸ δὲ τοῦ πυρὸς τὸ μὲν λευκὸν πήγνυται, τὸ δ’ ὠχρὸν οὐ πήγνυται ἀλλὰ μαλακὸν διατελεῖ, ἂν μὴ κατακαυθῇ, καὶ μᾶλλον ἑψομένου ἢ πυρουμένου συνίσταται καὶ ξηραίνεται.
他方、火によって白は固まるが、黄色は固まらず、焼け焦げない限りは柔らかい状態にとどまり、焼かれるよりも茹でられる時によりいっそう固まり乾燥する。
Ἑκάτερον δὲ χωρὶς ὑμένι διείληπται ἀπ’ ἀλλήλων.
そして、両者はそれぞれ膜によって互いに隔てられている。
Αἱ δὲ πρὸς τῇ ἀρχῇ τοῦ ὠχροῦ χάλαζαι οὐθὲν συμβάλλονται πρὸς τὴν γένεσιν, ὥσπερ τινὲς ὑπολαμβάνουσιν·
卵黄の始まりの部分にあるカラザは、一部の人々が想定しているように、発生には何ら寄与しない。
εἰσὶ δὲ δύο, ἡ μὲν κάτωθεν ἡ δ’ ἄνωθεν.
それは二つあり、一方は下方、他方は上方にある。
Συμβαίνει δὲ περὶ τὸ ὠχρὸν καὶ τὸ λευκόν, καὶ ὅταν ἐξαιρεθέντα συνεράσῃ τις πλείω τοιαῦτα εἰς κύστιν καὶ ἕψῃ μαλακῶς καὶ μὴ συντόνῳ τῷ πυρί, τὸ ὠχρὸν εἰς τὸ μέσον συνέρχεται πᾶν, κύκλῳ δὲ τὸ λευκὸν περιίσταται.
卵黄と卵白については次のようにもなる。 すなわち、卵からこれらを取り出して、より多くのこれらを膀胱の中に混ぜ合わせ、激しくない火で穏やかに茹でると、卵黄はすべて中央に集まり、卵白はその周囲を囲むようになる。
Τῶν δ’ ἀλεκτορίδων αἱ νεοττίδες πρῶτον τίκτουσιν εὐθὺς ἀρχομένου τοῦ ἔαρος, καὶ πλείω τίκτουσιν ἢ αἱ πρεσβύτεραι·
ニワトリのうち、若い雌は春の始まりに最初に卵を産み、年老いた雌よりも多く産む。
ἐλάττω δὲ τῷ μεγέθει τὰ ἐκ τῶν νεωτέρων.
しかし、より若い雌から産まれる卵は、大きさにおいてより小さい。
Ὅλως δὲ ἐὰν μὴ ἐπῳάζωσιν αἱ ὄρνιθες, διαφθείρονται καὶ κάμνουσιν.
全般的に、鳥たちが抱卵しないと、卵はだめになり、鳥自身も弱ってしまう。
Ὀχευθεῖσαι δὲ αἱ μὲν ὄρνιθες φρίττουσί τε καὶ ἀποσείονται καὶ πολλάκις κάρφος περιβάλλονται (ποιοῦσι δὲ τὸ αὐτὸ τοῦτο καὶ τεκοῦσαι ἐνίοτε), αἱ δὲ περιστεραὶ ἐφέλκουσι τὸ ὀρροπύγιον, οἱ δὲ χῆνες κατακολυμβῶσιν.
交尾した後に、鳥たちは身震いし、羽を振り払い、しばしば藁を身の回りに集める(同じことを産卵した際にも時に行う)。 また、ハトは尾羽を引きずり、ガチョウは潜水する。
Αἱ δὲ κυήσεις καὶ αἱ τῶν ὑπηνεμίων ᾠῶν συλλήψεις ταχεῖαι γίνονται ταῖς πλείσταις τῶν ὀρνίθων, οἷον καὶ τῇ πέρδικι, ὅταν ὀργᾷ πρὸς τὴν ὀχείαν·
ほとんどの鳥にとって、受胎および無精卵の形成は急速に行われる。 例えば、シャコが交尾を強く望んでいるときがそうである。
ἐὰν γὰρ κατὰ πνεῦμα στῇ τοῦ ἄρρενος, κυΐσκεται καὶ εὐθὺς ἄχρηστος γίνεται πρὸς τὰς θήρας·
もし雄の風下に立つと、受精し、ただちに狩猟の用をなさなくなる。
ὄσφρησιν γὰρ δοκεῖ ἔχειν ἐπίδηλον ὁ πέρδιξ.
シャコは顕著な嗅覚を持っていると思われるからである。
Ἡ δὲ τοῦ ᾠοῦ γένεσις μετὰ τὴν ὀχείαν καὶ ἐκ τοῦ ᾠοῦ πάλιν συμπεττομένου ἡ τοῦ νεοττοῦ γένεσις οὐκ ἐν ἴσοις χρόνοις συμβαίνει πᾶσιν, ἀλλὰ διαφέρει κατὰ τὰ μεγέθη τῶν γεννώντων.
交尾の後の卵の生成、および卵が再び成熟することによる雛の誕生は、すべての鳥において同じ期間に起こるわけではなく、親鳥の大きさに従って異なっている。
Συνίσταται δὲ τὸ τῆς ἀλεκτορίδος ᾠὸν μετὰ τὴν ὀχείαν καὶ τελειοῦται ἐν δέχ’ ἡμέραις ὡς ἐπὶ τὸ πολύ·
ニワトリの卵は交尾の後に形成され、大抵は10日間で完成する。
καὶ τῆς περιστερᾶς δ’ ἐν μικρῷ ἐλάττονι.
ハトの卵はそれよりわずかに短い期間で完成する。
Δύνανται δ’ αἱ περιστεραὶ ἤδη τοῦ ᾠοῦ ἐν ὠδῖνι ὄντος κατέχειν·
またハトは、卵がすでに産みの苦しみの中にあっても、それを体内にとどめておくことができる。
ἐὰν γάρ τι ἐνοχληθῇ ὑπό τινος ἢ περὶ τὴν νεοττείαν ἢ πτερὸν ἐκτιλθῇ ἢ ἄλλο τι πονήσῃ καὶ δυσαρεστήσῃ, κατέχει καὶ οὐ τίκτει μελλήσασα.
もし巣の周りで誰かに邪魔されたり、羽を抜かれたり、他の何らかの苦痛や不快を感じたりすると、産卵しようとしていたのに、それをとどめて産まない。
Ἴδια δὲ περὶ τὰς περιστερὰς συμβαίνει καὶ τάδε περὶ τὴν ὀχείαν.
またハトに関しては、交尾について次のような特有のことが起こる。
Κυνοῦσί τε γὰρ ἀλλήλας, ὅταν μέλλῃ ἀναβαίνειν ὁ ἄρρην, ἢ οὐκ ἂν ὀχεύσειεν, ὁ μὲν πρεσβύτερος τὸ πρῶτον·
すなわち、雄が乗っかろうとするとき、互いにくちづけを交わす。 そうでなければ、最初は年老いた雄の場合がそうであるが、交尾しないだろう。
ὕστερον μέντοι ἀναβαίνει καὶ μὴ κύσας·
もっとも、後には年老いた雄はくちづけをしなくても乗っかる。
οἱ δὲ νεώτεροι ἀεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν.
しかし若い雄は常にこれを行ってから交尾する。
Τοῦτό τε δὴ ἴδιον ποιοῦσι, καὶ ἔτι αἱ θήλειαι ἀλλήλαις ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κύσασαι ὥσπερ οἱ ἄρρενες·
彼らはこのように特有の行動をするだけでなく、さらに雌同士でも、雄がいないときには、雄のようにくちづけを交わした後に互いに乗っかり合う。
καὶ οὐθὲν προϊέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠὰ πλείω ἢ τὰ γόνῳ γινόμενα, ἐξ ὧν οὐ γίνεται νεοττὸς οὐθείς, ἀλλ’ ὑπηνέμια πάντα τὰ τοιαῦτά ἐστιν.
そして互いに何も放出しないまま、受精によって生じるものよりも多くの卵を産むが、それらからは雛はまったく生まれず、そのような卵はすべて無精卵である。

語釈・文法注

  1. §6.2#2ἤδη μεταβαλλόντων — 独立属格構文であり、主語(例えば τὰ ᾠά 「卵」または卵の内容物)が文脈上省略されている。
  2. §6.2#2κατὰ πνεῦμα στῇ τοῦ ἄρρενος — 「雄の(吹かせる)風の方向に立つ」、すなわち「雄の風下に立つ」という意味。πνεῦμα は風を意味し、古代の生物学的信念において、風を介して受精が行われると考えられていたことを示している。
  3. §6.2#2ἢ οὐκ ἂν ὀχεύσειεν — 希求法と ἄν を伴う条件文の帰結節の形をとっており、「そうでなければ交尾しないだろう」という仮定の含み(潜在希求法)を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §6.2#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.2%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。