Humanitext Reader

亚里士多德 · 动物志 §6.2#2

卵的受精变异与蛋黄蛋白的性质

第 93 段,共 189 段 · 希腊语

内容简介

描述了无精卵和受精卵如何通过后续交尾发生改变,并概述了蛋黄与蛋白在冷热作用下的相反物理特性。同时,还详细介绍了鸟类交尾后的行为、鹧鸪的快速受孕以及鸽子特有的交尾习性。

§6.2#2Γίνεται δὲ τὰ ὑπηνέμια γόνιμα καὶ τὰ ἐξ ὀχείας ἐνυπάρχοντα ἤδη μεταβάλλει τὸ γένος εἰς ἄλλο γένος, ἐὰν πρὶν μεταβαλεῖν ἐκ τοῦ ὠχροῦ εἰς τὸ λευκὸν ὀχεύηται ἡ τὰ ὑπηνέμια ἔχουσα ἢ τὰ γόνῳ εἰλημμένα ἐξ ἑτέρου ὄρνιθος· καὶ γίνεται τὰ μὲν ὑπηνέμια γόνιμα, τὰ δὲ προϋπάρχοντα κατὰ τὸν ὕστερον ὀχεύοντα ὄρνιθα.
无精卵可以变成受精卵,而已经因交尾而存在的卵,如果在其从黄色转变为白色之前,怀有无精卵的母鸟或已从另一只鸟受精受孕的母鸟再次进行交尾,则其种类会改变为另一种;无精卵会变成受精卵,而原本已存在的卵则会随后面交尾的雄鸟而改变。
Ἂν δ’ ἤδη μεταβαλλόντων εἰς τὸ λευκόν, οὐθὲν μεταβάλλει οὔτε τὰ ὑπηνέμια ὥστε γίνεσθαι γόνιμα, οὔτε τὰ γόνῳ κυούμενα ὥστε μεταβάλλειν εἰς τὸ τοῦ ὀχεύοντος γένος.
但如果它们已经开始转变为白色,则无论是无精卵还是因受精而孕育的卵都不会发生改变,前者不会变成受精卵,后者也不会变成后面交尾雄鸟的种类。
Καὶ ἐὰν ὑπαρχόντων δὲ μικρῶν διαλείπῃ ἡ ὀχεία, οὐθὲν ἐπαυξάνεται τὰ προϋπάρχοντα· ἐὰν δὲ πάλιν ὀχεύηται, ταχεῖα γίνεται ἡ ἐπίδοσις εἰς τὸ μέγεθος.
而且,如果在卵还很小的时候交尾中断,原本已存在的卵就不会继续生长;但如果再次交尾,其体积的增长就会变得迅速。
Ἔχει δὲ φύσιν τοῦ ᾠοῦ τὸ ὠχρὸν καὶ τὸ λευκὸν ἐναντίαν οὐ μόνον τῷ χρώματι ἀλλὰ καὶ τῇ δυνάμει· τὸ μὲν γὰρ ὠχρὸν ὑπὸ τοῦ ψύχους πήγνυται, τὸ δὲ λευκὸν οὐ πήγνυται ἀλλ’ ὑγραίνεται μᾶλλον· ὑπὸ δὲ τοῦ πυρὸς τὸ μὲν λευκὸν πήγνυται, τὸ δ’ ὠχρὸν οὐ πήγνυται ἀλλὰ μαλακὸν διατελεῖ, ἂν μὴ κατακαυθῇ, καὶ μᾶλλον ἑψομένου ἢ πυρουμένου συνίσταται καὶ ξηραίνεται.
蛋黄和蛋白不仅在颜色上相反,在性质上也是相反的:蛋黄在寒冷中会凝固,而蛋白则不会凝固,反而变得更稀;相反,在火的作用下,蛋白会凝固,而蛋黄则不会凝固,除非被烧焦,否则会一直保持柔软,而且比起火烤,在水煮时它更容易凝结和变干。
Ἑκάτερον δὲ χωρὶς ὑμένι διείληπται ἀπ’ ἀλλήλων.
它们各自被薄膜相互隔开。
Αἱ δὲ πρὸς τῇ ἀρχῇ τοῦ ὠχροῦ χάλαζαι οὐθὲν συμβάλλονται πρὸς τὴν γένεσιν, ὥσπερ τινὲς ὑπολαμβάνουσιν· εἰσὶ δὲ δύο, ἡ μὲν κάτωθεν ἡ δ’ ἄνωθεν.
位于蛋黄起点处的系带对生命产生没有任何作用,这与一些人的想法不同;系带有两条,一条在下,一条在上。
Συμβαίνει δὲ περὶ τὸ ὠχρὸν καὶ τὸ λευκόν, καὶ ὅταν ἐξαιρεθέντα συνεράσῃ τις πλείω τοιαῦτα εἰς κύστιν καὶ ἕψῃ μαλακῶς καὶ μὴ συντόνῳ τῷ πυρί, τὸ ὠχρὸν εἰς τὸ μέσον συνέρχεται πᾶν, κύκλῳ δὲ τὸ λευκὸν περιίσταται.
关于蛋黄和蛋白,还会发生这样的情况:当有人将它们取出,把多个这样的蛋黄和蛋白混合放入膀胱中,用微火慢慢水煮时,所有的蛋黄都会聚集到中间,而蛋白则呈圆形环绕在周围。
Τῶν δ’ ἀλεκτορίδων αἱ νεοττίδες πρῶτον τίκτουσιν εὐθὺς ἀρχομένου τοῦ ἔαρος, καὶ πλείω τίκτουσιν ἢ αἱ πρεσβύτεραι· ἐλάττω δὲ τῷ μεγέθει τὰ ἐκ τῶν νεωτέρων.
在母鸡中,年轻的母鸡在春季刚开始时最先产蛋,且比年老的产得更多;但年轻母鸡产的蛋体积较小。
Ὅλως δὲ ἐὰν μὴ ἐπῳάζωσιν αἱ ὄρνιθες, διαφθείρονται καὶ κάμνουσιν.
总的来说,如果鸟类不孵卵,蛋就会坏掉,它们自己也会生病。
Ὀχευθεῖσαι δὲ αἱ μὲν ὄρνιθες φρίττουσί τε καὶ ἀποσείονται καὶ πολλάκις κάρφος περιβάλλονται (ποιοῦσι δὲ τὸ αὐτὸ τοῦτο καὶ τεκοῦσαι ἐνίοτε), αἱ δὲ περιστεραὶ ἐφέλκουσι τὸ ὀρροπύγιον, οἱ δὲ χῆνες κατακολυμβῶσιν.
交尾后,有些鸟会抖动身体、拍打羽毛,并且常常在自己周围衔集草屑(有时在产蛋后它们也会这样做),而鸽子会拖曳尾部,鹅则会潜水。
Αἱ δὲ κυήσεις καὶ αἱ τῶν ὑπηνεμίων ᾠῶν συλλήψεις ταχεῖαι γίνονται ταῖς πλείσταις τῶν ὀρνίθων, οἷον καὶ τῇ πέρδικι, ὅταν ὀργᾷ πρὸς τὴν ὀχείαν· ἐὰν γὰρ κατὰ πνεῦμα στῇ τοῦ ἄρρενος, κυΐσκεται καὶ εὐθὺς ἄχρηστος γίνεται πρὸς τὰς θήρας· ὄσφρησιν γὰρ δοκεῖ ἔχειν ἐπίδηλον ὁ πέρδιξ.
对大多数鸟类来说,受孕以及无精卵的形成是非常迅速的,例如鹧鸪在渴望交尾时就是如此;因为如果它站在雄鸟的下风处,就会受孕,并立即变得对狩猎毫无用处;因为鹧鸪似乎有着敏锐的嗅觉。
Ἡ δὲ τοῦ ᾠοῦ γένεσις μετὰ τὴν ὀχείαν καὶ ἐκ τοῦ ᾠοῦ πάλιν συμπεττομένου ἡ τοῦ νεοττοῦ γένεσις οὐκ ἐν ἴσοις χρόνοις συμβαίνει πᾶσιν, ἀλλὰ διαφέρει κατὰ τὰ μεγέθη τῶν γεννώντων.
交尾后蛋的生成,以及通过孵化蛋中生成雏鸟的过程,对所有鸟类来说时间并不相同,而是因亲鸟的大小而异。
Συνίσταται δὲ τὸ τῆς ἀλεκτορίδος ᾠὸν μετὰ τὴν ὀχείαν καὶ τελειοῦται ἐν δέχ’ ἡμέραις ὡς ἐπὶ τὸ πολύ· καὶ τῆς περιστερᾶς δ’ ἐν μικρῷ ἐλάττονι.
母鸡的蛋在交尾后形成,通常在十天内发育完全;鸽子的蛋则在稍短的时间内完成。
Δύνανται δ’ αἱ περιστεραὶ ἤδη τοῦ ᾠοῦ ἐν ὠδῖνι ὄντος κατέχειν· ἐὰν γάρ τι ἐνοχληθῇ ὑπό τινος ἢ περὶ τὴν νεοττείαν ἢ πτερὸν ἐκτιλθῇ ἢ ἄλλο τι πονήσῃ καὶ δυσαρεστήσῃ, κατέχει καὶ οὐ τίκτει μελλήσασα.
此外,鸽子在已经面临产卵阵痛时也能将蛋憋住;因为如果它在巢穴周围受到某种干扰,或羽毛被拔掉,或遭遇其他痛苦和不快,它就会把蛋憋住而不产下,尽管它本已打算产蛋。
Ἴδια δὲ περὶ τὰς περιστερὰς συμβαίνει καὶ τάδε περὶ τὴν ὀχείαν.
关于鸽子的交尾,还会发生以下特异的事情。
Κυνοῦσί τε γὰρ ἀλλήλας, ὅταν μέλλῃ ἀναβαίνειν ὁ ἄρρην, ἢ οὐκ ἂν ὀχεύσειεν, ὁ μὲν πρεσβύτερος τὸ πρῶτον· ὕστερον μέντοι ἀναβαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι ἀεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν.
当雄鸽准备骑上雌鸽时,它们会互相亲吻,否则雄鸽可能就不会交尾——年长的雄鸽起初如此,但后来即使不亲吻也会骑上去;而年轻的雄鸽则总是先亲吻再交尾。
Τοῦτό τε δὴ ἴδιον ποιοῦσι, καὶ ἔτι αἱ θήλειαι ἀλλήλαις ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κύσασαι ὥσπερ οἱ ἄρρενες· καὶ οὐθὲν προϊέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠὰ πλείω ἢ τὰ γόνῳ γινόμενα, ἐξ ὧν οὐ γίνεται νεοττὸς οὐθείς, ἀλλ’ ὑπηνέμια πάντα τὰ τοιαῦτά ἐστιν.
它们不仅有这种特异的行为,而且在没有雄鸽在场时,雌鸽也会互相骑跨,像雄鸽一样亲吻;它们在没有向对方排泄任何物质的情况下产下的蛋,甚至比因受精而产生的蛋还要多,但其中无法孵出任何雏鸟,所有这些蛋都是无精卵。

词汇与语法注释

  1. §6.2#2ἤδη μεταβαλλόντων — 独立属格结构,其主语(例如 τὰ ᾠά “蛋”或其内部物质)在上下文中被省略。
  2. §6.2#2κατὰ πνεῦμα στῇ τοῦ ἄρρενος — 意为“站在雄鸟的(吹风)方向”,即“站在雄鸟的下风处”。这反映了古代的一种生物学观念,即受孕可以通过风来进行。
  3. §6.2#2ἢ οὐκ ἂν ὀχεύσειεν — 带有 ἄν 的潜能希求语气,表示假设性的结果:“否则他就不会交配”。

引用这一段

亚里士多德, 动物志 §6.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。