§6.17#1Τοὺς δὲ τόκους οὔτε πάντες οἱ ἰχθύες ποιοῦνται τὴν αὐτὴν ὥραν οὔθ’ ὁμοίως, οὔτε κύουσι τὸν ἴσον χρόνον.
魚類の産卵は、すべての魚が同じ時期に行うわけでも、同様に行うわけでもなく、また同じ期間妊娠するわけでもない。
Πρὸ μὲν οὖν τῆς ὀχείας ἀγέλαι γίνονται ἀρρένων καὶ θηλειῶν·
さて、交尾の前には、雄と雌の群れが形成される。
ὅταν δὲ περὶ τὴν ὀχείαν καὶ τοὺς τόκους ὦσι, συνδυάζονται.
そして彼らが交尾や産卵の時期に達すると、つがいになる。
Κύουσι δὲ τούτων ἔνιοι μὲν οὐ πλείους τριάκονθ’ ἡμερῶν, οἱ δὲ ἐλάττω χρόνον, πάντες δ’ ἐν χρόνοις διαιρουμένοις εἰς τὸν τῶν ἑβδομάδων ἀριθμόν.
これら(魚類)のうち、あるものは30日を超えない期間、他のものはそれより短い期間、妊娠する。 しかし、すべては7の倍数に分割される期間である。
Κύουσι δὲ πλεῖστον χρόνον οὓς καλοῦσί τινες μαρίνους.
最も長く妊娠するのは、ある人々がマリーノスと呼ぶものである。
Σάργος δὲ κυΐσκεται μὲν περὶ τὸν Ποσειδεῶνα μῆνα, κύει δ’ ἡμέρας τριάκοντα·
サルゴスはポセイデオン月のあたりに受胎し、30日間妊娠する。
καὶ ὃν καλοῦσι δέ τινες χελῶνα τῶν κεστρέων, καὶ ὁ μύξων τὴν αὐτὴν ὥραν καὶ ἴσον χρόνον κύουσι τῷ σάργῳ.
また、ある人々がボラの一種で「ヘローネー」と呼ぶもの、およびミュクソーンも、サルゴスと同じ時期に、同じ期間、妊娠する。
Πονοῦσι δὲ τῇ κυήσει πάντες, διὸ μάλιστα τὴν ὥραν ταύτην ἐκπίπτουσιν·
すべての魚は妊娠によって苦しむ。 そのため特にこの時期に、彼らは岸に打ち上げられる。
φέρονται γὰρ οἰστρῶντες πρὸς τὴν γῆν.
彼らは興奮して陸地に向かって進むからである。
Καὶ ὅλως ἐν κινήσει περὶ τὸν χρόνον τοῦτον διατελοῦσιν ὄντες, ἕως ἂν ἐκτέκωσιν·
総じて彼らはこの時期、産み終えるまで、絶えず動き回っている。
καὶ μάλιστα ὁ κεστρεὺς τοῦτο ποιεῖ τῶν ἰχθύων·
魚類の中では特にボラがこれを行う。
ὅταν δ’ ἐκτέκωσιν, ἡσυχάζουσιν.
産み終えると、彼らは穏やかになる。
Πολλοῖς δὲ τῶν ἰχθύων πέρας ἐστὶ τοῦ τίκτειν, ὅταν ἐγγένηται σκωλήκια ἐν τῇ γαστρί·
多くの魚にとって、産卵の終わりは、腹の中に小さな虫が生じるときである。
ἐγγίνεται γὰρ μικρὰ καὶ ἔμψυχα, ἃ ἐξελαύνει τὰ κυήματα.
というのも、小さく生命のある虫が生じ、これが体内の卵を追い出すからである。
Οἱ δὲ τόκοι γίνονται τοῖς μὲν ῥυάσι τοῦ ἔαρος, καὶ τοῖς πλείστοις δὲ περὶ τὴν ἐαρινὴν ἰσημερίαν·
産卵は、回遊魚にとっては春に行われ、その大部分は春分の頃である。
τοῖς δ’ ἄλλοις οὐχ ἡ αὐτὴ ὥρα τοῦ ἔτους, ἀλλὰ τοῖς μὲν τοῦ θέρους, τοῖς δὲ περὶ τὴν φθινοπωρινὴν ἰσημερίαν.
他の魚にとっては、一年の同じ時期ではなく、あるものは夏に、あるものは秋分の頃に行われる。
Τίκτει δὲ πρῶτον τῶν τοιούτων ἀθερίνη (τίκτει δὲ πρὸς τῇ γῇ), κέφαλος δὲ ὕστατος·
このような魚のうち、最初に産卵するのはアテリネーであり(これは陸地の近くで産卵する)、ケファロスが最後である。
δῆλον δ’ ἐκ τοῦ πρῶτον ταύτης φαίνεσθαι τὸν γόνον, τοῦ δ’ ὕστατον.
このことは、アテリネーの仔魚が最初に現れ、ケファロスのそれが最後に現れることから明らかである。
Τίκτει δὲ καὶ κεστρεὺς ἐν τοῖς πρώτοις, καὶ σάλπη τοῦ θέρους ἀρχομένου ἐν τοῖς πλείστοις, ἐνιαχοῦ δὲ μετοπώρου.
ボラも最初の頃に産卵する。 またサルペーは、夏の始まりに大部分の地域で産卵するが、いくつかの場所では秋に産卵する。
Τίκτει δὲ καὶ ὁ αὐλωπίας, ὃν καλοῦσί τινες ἀνθίαν, τοῦ θέρους.
アウローピアス、別名アンティアスと呼ばれる魚も夏に産卵する。
Μετὰ δὲ τούτους χρύσοφρυς καὶ λάβραξ καὶ μόρμυρος καὶ ὅλως οἱ καλούμενοι δρομάδες.
これらの後には、クリュソプリュス、ラブラクス、モルミュロス、そして総じて「走る魚」と呼ばれるものが続く。
Ὕστατοι δὲ τῶν ἀγελαίων τρίγλη καὶ κορακῖνος·
群れを作る魚のうち、最後なのはトリグレーとコラキノスである。
τίκτουσι δὲ οὗτοι περὶ τὸ μετόπωρον.
これらは秋の頃に産卵する。
Τίκτει δ’ ἡ τρίγλη ἐπὶ τῷ πηλῷ, διὸ ὀψὲ τίκτει·
トリグレーは泥の上で産卵する。 そのため遅くに産卵するのである。
πολὺν γὰρ χρόνον ὁ πηλὸς ψυχρός ἐστιν.
というのも、泥は長い間冷たいからである。
Ὁ δὲ κορακῖνος ὕστερον τῆς τρίγλης ἐπὶ τῶν φυκίων ἐκπορευόμενος, διὰ τὸ βιοτεύειν ἐν τοῖς πετραίοις χωρίοις·
コラキノスはトリグレーよりも遅く、海藻の上に移動して産卵する。 これは彼らが岩の多い場所に生息しているからである。
κύει δὲ πολὺν χρόνον.
また、この魚は長い期間妊娠している。
Αἱ δὲ μαινίδες τίκτουσι μετὰ τροπὰς χειμερινάς.
マイニスは冬至の後に産卵する。
Τῶν δ’ ἄλλων ὅσοι πελάγιοι, οἱ πολλοὶ θέρους τίκτουσιν·
他の外洋性の魚の多くは夏に産卵する。
σημεῖον δ’ ὅτι οὐχ ἁλίσκονται τὸν χρόνον τοῦτον.
その証拠に、彼らはこの時期には捕獲されない。
Πολυγονώτατον δ’ ἐστὶ τῶν ἰχθύων μαινίς, τῶν δὲ σελαχῶν βάτραχος·
魚類の中で最も多産なのはマイニスであり、軟骨魚類の中ではバトラコスである。