§6.17#2ἀλλὰ σπάνιοί εἰσι διὰ τὸ ἀπόλλυσθαι ῥᾳδίως·
しかし、容易に死んでしまうため、彼らの数は稀である。
τίκτει γὰρ ἀθρόα καὶ πρὸς τῇ γῇ.
というのも、彼らは一挙に、かつ陸の近くで産卵するからである。
Ὅλως δ’ ὀλιγογονώτερα μέν ἐστι τὰ σελάχη διὰ τὸ ζῳοτοκεῖν, σώζεται δὲ μάλιστα ταῦτα διὰ τὸ μέγεθος.
総じて、軟骨魚類は胎生であるため多産ではないが、その大きさのおかげで彼らは最もよく生き残る。
Ὀψίγονον δ’ ἐστὶ καὶ ἡ καλουμένη βελόνη, καὶ αἱ πολλαὶ αὐτῶν πρὸ τοῦ τίκτειν διαρρήγνυνται ὑπὸ τῶν ᾠῶν·
また、いわゆるベローネーも遅く産卵し、その多くは産卵前に卵のために破裂してしまう。
ἴσχει δ’ οὐχ οὕτω πολλὰ ὡς μεγάλα.
というのも、卵は数が多いというよりは大きいからである。
Καὶ ὥσπερ τὰ φαλάγγια δέ, περικέχυνται καὶ περὶ τὴν βελόνην·
そしてクモのように、ベローネーの周りにも彼ら(の幼魚)が群がっている。
ἐκτίκτει γὰρ πρὸς αὑτῇ, κἄν τις θίγῃ, φεύγουσιν.
なぜなら、ベローネーは自分の体の近くに産卵し、誰かが触れると、彼らは逃げるからである。
Ἡ δ’ ἀθερίνη τίκτει τρίβουσα τὴν κοιλίαν πρὸς τὴν ἄμμον.
アテリネーは腹を砂に擦り付けながら産卵する。
Διαρρήγνυνται δὲ καὶ οἱ θύννοι ὑπὸ τῆς πιμελῆς, ζῶσι δ’ ἔτη δύο.
マグロも脂肪のために破裂するが、2年生きる。
Σημεῖον δὲ τούτου ποιοῦνται οἱ ἁλιεῖς·
漁師たちはこの証拠を次のように捉えている。
ἐκλιπουσῶν γάρ ποτε τῶν θυννίδων ἐνιαυτόν, τῷ ἐχομένῳ ἔτει καὶ οἱ θύννοι ἐξέλιπον.
かつて雌マグロが1年間姿を消したとき、その翌年には(雄の)マグロも姿を消したのである。
Δοκοῦσι δ’ ἐνιαυτῷ εἶναι πρεσβύτεροι τῶν πηλαμύδων.
彼らはペーラミュスより1年年長であると思われる。
Ὀχεύονται δ’ οἱ θύννοι καὶ οἱ σκόμβροι περὶ τὸν Ἐλαφηβολιῶνα φθίνοντα, τίκτουσι δὲ περὶ τὸν Ἑκατομβαιῶνα ἀρχόμενον·
マグロとサバはエラペーボリオーン月の終わりに交尾し、ヘカトンバイオーン月の初めに産卵する。
τίκτουσι δὲ οἷον ἐν θυλάκῳ τὰ ᾠά. Ἡ δ’ αὔξησίς ἐστι τῶν θυννίδων ταχεῖα·
そして、彼らは卵を袋のようなものの中に産み落とし、雌マグロの成長は速い。
ὅταν γὰρ τέκωσιν οἱ ἰχθύες ἐν τῷ Πόντῳ, γίγνονται ἐκ τοῦ ᾠοῦ ἃς καλοῦσιν οἱ μὲν σκορδύλας, Βυζάντιοι δ’ αὐξίδας διὰ τὸ ἐν ὀλίγαις αὐξάνεσθαι ἡμέραις, καὶ ἐξέρχονται μὲν τοῦ φθινοπώρου ἅμα ταῖς θυννίσιν, εἰσπλέουσι δὲ τοῦ ἔαρος ἤδη οὖσαι πηλαμύδες.
というのも、魚たちがポントス海で産卵すると、卵から生まれるものを、ある者はスコルデュレー、ビュザンティオンの人々はアウクシス(数日のうちに成長するため)と呼び、彼らは秋には雌マグロとともに(ポントス海から)出て行き、春にはすでにペーラミュスとなって泳ぎ入ってくるからである。
Σχεδὸν δὲ καὶ οἱ ἄλλοι πάντες ἰχθύες ταχεῖαν λαμβάνουσι τὴν αὔξησιν, πάντες δ’ ἐν τῷ Πόντῳ θᾶττον·
ほぼ他のすべての魚も急速に成長するが、ポントス海ではすべての魚がより速く成長する。
παρ’ ἡμέραν γὰρ καὶ αἱ ἄμιαι πολὺ ἐπιδήλως αὔξονται.
なぜなら、アミアも日ごとに極めて顕著に成長するからである。
Ὅλως δὲ δεῖ νομίζειν τοῖς αὐτοῖς ἰχθύσι μὴ ἐν τοῖς αὐτοῖς τόποις μήτε τῆς ὀχείας καὶ τῆς κυήσεως εἶναι τὴν αὐτὴν ὥραν μήτε τοῦ τόκου καὶ τῆς εὐημερίας, ἐπεὶ καὶ οἱ καλούμενοι κορακῖνοι ἐνιαχοῦ τίκτουσι περὶ τὸν πυραμητόν·
総じて、同じ魚であっても、異なる場所においては、交尾や妊娠の時期、また産卵や良好な状態の時期が同じであるとは限らないと考えるべきである。 なぜなら、いわゆるコラキノスも、ある場所では麦の収穫期のあたりに産卵するからである。
ἀλλὰ τοῦ ὡς ἐπὶ τὸ πολὺ γιγνομένου ἐστόχασται τὰ εἰρημένα.
しかし、これまでに述べられたことは、概して起こることを目安としたものである。
Ἴσχουσι δὲ καὶ οἱ γόγγροι κυήματα·
アナゴも卵を持つ。
ἀλλ’ οὐκ ἐν πᾶσι τοῖς τόποις ὁμοίως τοῦτο ἐπίδηλον, οὐδὲ τὸ κύημα σφόδρα φανερὸν διὰ τὴν πιμελήν·
しかし、このことはすべての場所で同様に顕著であるわけではなく、また脂肪のために卵はあまりはっきりと見えない。
ἴσχει γὰρ μακρόν, ὥσπερ καὶ οἱ ὄφεις.
というのも、蛇のように長い卵を持つからである。
Ἀλλ’ ἐπὶ τὸ πῦρ τιθέμενον διάδηλον ποιεῖ·
しかし、火にかけるとそれは明らかになる。
ἡ μὲν γὰρ πιμελὴ θυμιᾶται καὶ τήκεται, τὰ δὲ πηδᾷ καὶ ψοφεῖ ἐκθλιβόμενα.
脂肪は煙を上げて溶け、卵は押し出されて跳ね、音を立てるからである。
Ἔτι δ’ ἄν τις ψηλαφᾷ καὶ τρίβῃ τοῖς δακτύλοις, τὸ μὲν στέαρ λεῖον φαίνεται, τὸ δ’ ᾠὸν τραχύ.
さらに、人が指で触って擦ってみると、脂肪は滑らかに感じられ、卵はざらざらして感じられる。
Ἔνιοι μὲν οὖν γόγγροι στέαρ μὲν ἔχουσιν ᾠὸν δ’ οὐδέν, οἱ δὲ τοὐναντίον στέαρ μὲν οὐθέν, ᾠὸν δὲ τοιοῦτον οἷον εἴρηται νῦν.
したがって、あるアナゴは脂肪を持っているが卵を全く持たず、他のものはその反対に脂肪を全く持たず、今述べたような卵を持っている。