§6.17#1Τοὺς δὲ τόκους οὔτε πάντες οἱ ἰχθύες ποιοῦνται τὴν αὐτὴν ὥραν οὔθ’ ὁμοίως, οὔτε κύουσι τὸν ἴσον χρόνον.
鱼类的产卵并非所有的鱼都在同一季节进行,也并非以同样的方式进行,它们的怀卵时间也不相同。
Πρὸ μὲν οὖν τῆς ὀχείας ἀγέλαι γίνονται ἀρρένων καὶ θηλειῶν· ὅταν δὲ περὶ τὴν ὀχείαν καὶ τοὺς τόκους ὦσι, συνδυάζονται.
在交配之前,雄鱼和雌鱼会结成群体;当它们接近交配和产卵时期时,便会配对。
Κύουσι δὲ τούτων ἔνιοι μὲν οὐ πλείους τριάκονθ’ ἡμερῶν, οἱ δὲ ἐλάττω χρόνον, πάντες δ’ ἐν χρόνοις διαιρουμένοις εἰς τὸν τῶν ἑβδομάδων ἀριθμόν.
其中有些鱼怀卵不超过三十天,有些时间更短,但所有鱼的怀卵时间都可以被七的倍数所整除。
Κύουσι δὲ πλεῖστον χρόνον οὓς καλοῦσί τινες μαρίνους.
怀卵时间最长的是一些人称为马里诺斯的鱼。
Σάργος δὲ κυΐσκεται μὲν περὶ τὸν Ποσειδεῶνα μῆνα, κύει δ’ ἡμέρας τριάκοντα· καὶ ὃν καλοῦσι δέ τινες χελῶνα τῶν κεστρέων, καὶ ὁ μύξων τὴν αὐτὴν ὥραν καὶ ἴσον χρόνον κύουσι τῷ σάργῳ.
萨尔戈斯鱼在波塞冬月左右受孕,怀卵三十天;在鲻鱼中,有些人称为“赫罗内”(乌龟)的鱼,以及缪克松鱼,也与萨尔戈斯鱼在同一季节怀卵,且时间相同。
Πονοῦσι δὲ τῇ κυήσει πάντες, διὸ μάλιστα τὴν ὥραν ταύτην ἐκπίπτουσιν· φέρονται γὰρ οἰστρῶντες πρὸς τὴν γῆν.
所有鱼在怀卵时都会感到痛苦,因此在这个季节它们最容易被冲上岸;因为它们在狂乱中向陆地冲去。
Καὶ ὅλως ἐν κινήσει περὶ τὸν χρόνον τοῦτον διατελοῦσιν ὄντες, ἕως ἂν ἐκτέκωσιν· καὶ μάλιστα ὁ κεστρεὺς τοῦτο ποιεῖ τῶν ἰχθύων· ὅταν δ’ ἐκτέκωσιν, ἡσυχάζουσιν.
总的来说,在这个时期,它们一直处于运动中,直到产下卵来;在所有鱼类中,鲻鱼最常这样做;而一旦产完卵,它们就会安静下来。
Πολλοῖς δὲ τῶν ἰχθύων πέρας ἐστὶ τοῦ τίκτειν, ὅταν ἐγγένηται σκωλήκια ἐν τῇ γαστρί· ἐγγίνεται γὰρ μικρὰ καὶ ἔμψυχα, ἃ ἐξελαύνει τὰ κυήματα.
对许多鱼类来说,产卵的终结是在它们腹中产生小虫的时候;因为腹中会产生微小且有生命的小虫,它们会将残留的卵排出。
Οἱ δὲ τόκοι γίνονται τοῖς μὲν ῥυάσι τοῦ ἔαρος, καὶ τοῖς πλείστοις δὲ περὶ τὴν ἐαρινὴν ἰσημερίαν· τοῖς δ’ ἄλλοις οὐχ ἡ αὐτὴ ὥρα τοῦ ἔτους, ἀλλὰ τοῖς μὲν τοῦ θέρους, τοῖς δὲ περὶ τὴν φθινοπωρινὴν ἰσημερίαν.
洄游鱼类的产卵发生在春季,且大多数在春分前后;而对于其他鱼类,产卵并不在一年中的同一季节,有些在夏季,有些则在秋分前后。
Τίκτει δὲ πρῶτον τῶν τοιούτων ἀθερίνη (τίκτει δὲ πρὸς τῇ γῇ), κέφαλος δὲ ὕστατος· δῆλον δ’ ἐκ τοῦ πρῶτον ταύτης φαίνεσθαι τὸν γόνον, τοῦ δ’ ὕστατον.
在这些鱼类中,最先产卵的是阿特里内鱼(它在靠近陆地的地方产卵),而最晚的是凯法洛斯鱼;这从前者的幼鱼最先出现而后者最晚出现便可清楚得知。
Τίκτει δὲ καὶ κεστρεὺς ἐν τοῖς πρώτοις, καὶ σάλπη τοῦ θέρους ἀρχομένου ἐν τοῖς πλείστοις, ἐνιαχοῦ δὲ μετοπώρου.
鲻鱼也属于最先产卵的之一,而萨尔佩鱼在大多数地方于初夏产卵,在某些地方则在秋季。
Τίκτει δὲ καὶ ὁ αὐλωπίας, ὃν καλοῦσί τινες ἀνθίαν, τοῦ θέρους.
奥洛皮亚斯鱼(有些人称之为安蒂亚斯)也在夏季产卵。
Μετὰ δὲ τούτους χρύσοφρυς καὶ λάβραξ καὶ μόρμυρος καὶ ὅλως οἱ καλούμενοι δρομάδες.
在这些鱼之后是克里索普吕斯鱼、拉布拉克斯鱼、莫尔缪罗斯鱼,以及总称为“奔跑者”的鱼。
Ὕστατοι δὲ τῶν ἀγελαίων τρίγλη καὶ κορακῖνος· τίκτουσι δὲ οὗτοι περὶ τὸ μετόπωρον.
结群鱼类中最晚产卵的是特里格莱鱼和科拉基诺斯鱼;它们在秋季前后产卵。
Τίκτει δ’ ἡ τρίγλη ἐπὶ τῷ πηλῷ, διὸ ὀψὲ τίκτει· πολὺν γὰρ χρόνον ὁ πηλὸς ψυχρός ἐστιν.
特里格莱鱼在泥沙上产卵,因此产卵较晚;因为泥沙长时间保持寒冷。
Ὁ δὲ κορακῖνος ὕστερον τῆς τρίγλης ἐπὶ τῶν φυκίων ἐκπορευόμενος, διὰ τὸ βιοτεύειν ἐν τοῖς πετραίοις χωρίοις· κύει δὲ πολὺν χρόνον.
科拉基诺斯鱼比特里格莱鱼更晚产卵,它们会游到海藻上产卵,因为它们生活在多石的地方;它的怀卵时间很长。
Αἱ δὲ μαινίδες τίκτουσι μετὰ τροπὰς χειμερινάς.
迈尼斯鱼在冬至后产卵。
Τῶν δ’ ἄλλων ὅσοι πελάγιοι, οἱ πολλοὶ θέρους τίκτουσιν· σημεῖον δ’ ὅτι οὐχ ἁλίσκονται τὸν χρόνον τοῦτον.
其他外洋性鱼类大多在夏季产卵;其证据是它们在这个季节不易被捕获。
Πολυγονώτατον δ’ ἐστὶ τῶν ἰχθύων μαινίς, τῶν δὲ σελαχῶν βάτραχος·
鱼类中最多产的是迈尼斯鱼,而软骨鱼类中最多产的是巴特拉科斯鱼。