Humanitext Reader

アリストテレス · 動物誌 §6.14

淡水魚の性成熟と産卵習性および稚魚の発生

104 / 189 箇所 · ギリシア語

要旨

淡水魚の性成熟の時期や産卵の頻度、ナマズやコイなど様々な魚類の産卵の生態、受精と稚魚の発生過程、そして産卵時におけるオスとメスの行動の違いについて記述される。

§6.14Οἱ δὲ λιμναῖοι καὶ οἱ ποτάμιοι τῶν ἰχθύων κυήματα μὲν ἴσχουσι πεντάμηνοι τὴν ἡλικίαν ὄντες ὡς ἐπὶ τὸ πολύ, τίκτουσι δὲ τοῦ ἐνιαυτοῦ περιιόντος ἅπαντες·
湖や川の魚は、大体において生後5ヶ月で卵を持つようになり、年が巡るとすべてが産卵する。
ὥσπερ δὲ καὶ οἱ θαλάττιοι, καὶ οὗτοι οὐκ ἐξαφιᾶσιν οὐδέποτε ἅμα πᾶν, οὔτε αἱ θήλειαι τὸ ᾠὸν οὔτε οἱ ἄρρενες τὸν θορόν, ἀλλ’ ἔχουσιν ἀεὶ πλείω ἢ ἐλάττονα αἱ μὲν ᾠὰ οἱ δὲ θορόν.
そして海の魚と同様に、彼らも決して一度にすべてを放出してしまわず、メスは卵を、オスは精液を一度に全部は放出せず、常に多かれ少なかれ、メスは卵を、オスは精液を持っている。
Τίκτουσι δ’ ἐν τῇ καθηκούσῃ ὥρᾳ κυπρῖνος μὲν πεντάκις ἢ ἑξάκις·
そして適した時期に、コイは5回か6回産卵する。
ποιεῖαι δὲ τὸν τόκον μάλιστα ἐπὶ τοῖς ἄστροις·
とりわけ特定の星の出の時期に産卵を行う。
χαλκὶς δὲ τίκτει τρίς, οἱ δ’ ἄλλοι ἅπαξ ἐν τῷ ἐνιαυτῷ.
ハルキスは3回産卵し、他のものは年に1回産卵する。
Τίκτουσι δὲ πάντες ἐν ταῖς προλιμνάσι τῶν ποταμῶν καὶ τῶν λιμνῶν πρὸς τὰ καλαμώδη, οἷον οἵ τε φοξῖνοι καὶ αἱ πέρκαι.
彼らはみな、川や湖の流入部の、葦の茂る場所の近くで産卵する。 例えばフォクシノスやペルケーがそうである。
Οἱ δὲ γλάνεις καὶ αἱ πέρκαι συνεχὲς ἀφιᾶσι τὸ κύημα, ὥσπερ οἱ βάτραχοι·
ナマズの一種であるグラーニスとペルケーは、カエルのように、切れ目のない一続きの卵塊を放出する。
οὕτω δὲ συνεχές ἐστι τὸ κύημα περιειλιγμένον, ὥστε τό γε τῆς πέρκης διὰ πλατύτητα ἀναπηνίζονται ἐν ταῖς λίμναις οἱ ἁλιεῖς ἐκ τῶν καλάμων.
このように、巻き付いた卵塊は一続きになっているので、ペルケーのものはその平たさのために、漁師たちが湖の葦から巻き戻して集めるほどである。
Οἱ μὲν οὖν μείζους τῶν γλανίων ἐν τοῖς βαθέσι ἐκτίκτουσιν, ἔνιοι καὶ κατ’ ὀργυιᾶς τὸ βάθος, οἱ δ’ ἐλάττους αὐτῶν ἐν τοῖς βραχυτέροις, μάλιστα πρὸς ῥίζαις ἰτέας ἢ ἄλλου τινὸς δένδρου, καὶ πρὸς τῷ καλάμῳ δὲ καὶ πρὸς τῷ βρύῳ.
さて、より大きなグラーニスは深い場所で産卵し、中には1オルギュイアの深さで産卵するものもある。 それらより小さなものは、より浅い場所で、特にヤナギや他の木の根の近く、あるいは葦や水草の近くで産卵する。
Συμπλέκοται δὲ πρὸς ἀλλήλους ἐνίοτε καὶ πάνυ μέγας πρὸς μικρόν· καὶ προσαγαγόντες τοὺς πόρους πρὸς ἀλλήλους, οὓς καλοῦσί τινες ὀμφαλούς, ᾗ τὸν γόνον ἀφιᾶσιν, ὁ μὲν τὸ ᾠὸν ὁ δὲ τὸν θορὸν ἐξίησιν.
そして時として、非常に大きなものと小さなものが互いに絡み合い、後生を放出する通路、すなわち一部の人がへそと呼ぶ、彼らが子孫を放出する場所を互いに近づけて、一方が卵を放出し、他方が精液を放出する。
Ὅσα δ’ ἂν τῷ θορῷ μιχθῇ τῶν ᾠῶν, εὐθύς τε λευκότερα φαίνεται καὶ μείζω ἐν ἡμέρᾳ ὡς εἰπεῖν.
卵のうち、精液と混ざったものはすべて、すぐに白っぽく見え、言わば一日で大きくなる。
Ὕστερον δ’ ἐν ὀλίγῳ χρόνῳ δῆλά ἐστι τὰ ὄμματα τοῦ ἰχθύος·
その後、短い時間で魚の眼がはっきりと見えるようになる。
τοῦτο γὰρ ἐν πᾶσι τοῖς ἰχθύσιν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ἐπιδηλότατόν ἐστιν εὐθὺς καὶ φαίνεται μέγιστον.
なぜなら、これはすべての魚において、他の動物と同様に、最初に最もはっきりと現れ、最も大きく見えるからである。
Ὅσων δ’ ἂν ᾠῶν ὁ θορὸς μὴ θίγῃ, καθάπερ καὶ ἐπὶ τῶν θαλαττίων, ἀχρεῖον τὸ ᾠὸν τοῦτο καὶ ἄγονόν ἐστιν.
精液が触れなかった卵はすべて、海の魚と同様に、役に立たず不育のものである。
Ἀπὸ δὲ τῶν γονίμων ᾠῶν αὐξανομένων τῶν ἰχθυδίων ἀποκαθαίρεται οἷον κέλυφος·
そして、受精した卵から稚魚が成長するにつれて、殻のようなものが剥がれ落ちる。
τοῦτο δ’ ἐστὶν ὑμὴν ὁ περιέχων τὸ ᾠὸν καὶ τὸ ἰχθύδιον.
これは卵と稚魚を包んでいる膜である。
Ὅταν δὲ μιγῇ τῷ ᾠῷ ὁ θορός, σφόδρα γίνεται κολλῶδες τὸ συνεστηκὸς ἐξ αὐτῶν πρὸς ταῖς ῥίζαις ἢ ὅπου ἂν ἐκτέκωσιν.
精液が卵と混ざると、それらから構成されたものは、根や彼らが産卵した場所に非常に粘り強く付着するようになる。
Οὗ δ’ ἂν πλεῖστον τέκωσιν, ᾠοφυλακεῖ ὁ ἄρρην, ἡ δὲ θήλεια ἀπέρχεται τεκοῦσα.
そして、最も多く産卵した場所で、オスが卵を守り、メスは産卵を終えると去っていく。
Ἔστι δὲ βραδυτάτη μὲν ἐκ τῶν ᾠῶν ἡ τῶν γλανίων αὔξησις, διὸ προσεδρεύει ὁ ἄρρην καὶ τετταράκοντα καὶ πεντήκοντα ἡμέρας, ὅπως μὴ κατεσθίηται ὁ γόνος ὑπὸ τῶν παρατυχόντων ἰχθυδίων·
卵からの成長が最も遅いのはグラーニスであり、それゆえオスは、通りかかった小魚たちに子孫が食べられてしまわないように、40日も50日もそばにとどまり守る。
δευτέρα δὲ βραδυτῆτι ἡ τοῦ κυπρίνου γένεσις, ὅμως δὲ ταχέως καὶ τούτων ὁ σωζόμενος διαφεύγει γόνος.
遅さにおいて二番目なのはコイの発生であるが、それでも、生き残った彼らの子孫はすぐに逃れていく。
Τῶν δ’ ἐλαττόνων ἐνίων καὶ τριταίων ὄντων ἤδη ἰχθύδιά ἐστιν.
他方、より小さな魚のいくつかの卵は、3日目にはすでに稚魚になっている。
Λαμβάνει δ’ αὔξησιν τὰ ᾠά, ὧν ἂν ἐπιψαύσῃ ὁ· θορός, καὶ αὐθημερὸν καὶ ὕστερον ἔτι.
精液が触れた卵は、その日のうちにも、またその後にもさらに成長を遂げる。
Τὸ μὲν οὖν τοῦ γλάνιος γίνεται ὅσον ὄροβος, τὰ δὲ τῶν κυπρίνων καὶ τῶν τοιούτων ὅσον κέγχρος.
さて、グラーニスの卵はヒヨコマメほどの大きさになり、コイなどの卵はキビほどの大きさになる。
Ταῦτα μὲν οὖν τοῦτον τὸν τρόπον τίκτει καὶ γεννᾷ, χαλκὶς δὲ τίκτει ἐν τοῖς βαθέσιν ἀθρόα καὶ ἀγελαῖα, ὃν δὲ καλοῦσι τίλωνα, πρὸς τοῖς αἰγιαλοῖς ἐν ὑπηνέμοις·
これらの魚はこのようにして産卵し繁殖するが、ハルキスは深い場所で一斉に群れをなして産卵し、人々がティローンと呼ぶ魚は、風のない岸辺の近くで産卵する。
ἀγελαῖος δὲ καὶ οὗτος.
この魚も群れを作るものである。
Κυπρῖνος δὲ καὶ βάλερος καὶ οἱ ἄλλοι πάντες ὡς εἰπεῖν ὠθοῦνται μὲν εἰς τὰ βραχέα πρὸς τὸν τόκον, μιᾷ δὲ θηλείᾳ πολλάκις ἀκολουθοῦσιν ἄρρενες καὶ τρισκαίδεκα καὶ τεσσαρεσκαίδεκα·
コイやバレロス、そして他のほぼすべての魚は、産卵のために浅瀬へと押し寄せ、しばしば1匹のメスに13匹や14匹ものオスが付き従う。
τῆς θηλείας δ’ ἀφιείσης τὸ ᾠὸν καὶ ὑποχωρούσης ἐπακολουθοῦντες ἐπιρραίνουσι τὸν θορόν.
そしてメスが卵を放出して退くと、彼らは追いかけて精液をかける。
Ἀπόλλυται δὲ τὰ πλεῖστ’ αὐτῶν·
しかし、それらの卵の大部分は失われる。
διά τε γὰρ τὸ ὑποχωροῦσαν τίκτειν τὴν θήλειαν σκεδάννυται τὸ ᾠόν, ὅ τι ἂν ὑπὸ ῥεύματος ληφθῇ καὶ μὴ προσπέσῃ πρὸς ὕλην·
なぜなら、メスが退きながら産卵するために卵が散らばってしまい、流れにさらされて草木などの物質に付着しなかったものは失われるからである。
καὶ γὰρ οὐδ’ ᾠοφυλακεῖ τῶν ἄλλων ἔξω γλάνιος οὐθείς, πλὴν ἐὰν ἀθρόῳ γόνῳ ἑαυτοῦ περιτύχῃ ὁ κυπρῖνος·
というのも、グラーニスを除いて他の魚はどれも卵を守らないからである。
τοῦτον δέ φασιν ᾠοφυλακεῖν.
ただし、コイが自分のまとまった卵に偶然出くわした場合は別で、この場合は卵を守ると人々は言っている。
Θορὸν δὲ πάντες ἔχουσιν οἱ ἄρρενες πλὴν ἐγχέλυος· αὕτη δ’ οὐδέτερον οὔτ’ ᾠὸν οὔτε θορόν.
なお、ウナギを除くすべてのオスは精液を持っているが、ウナギは卵も精液もどちらも持っていない。
Οἱ μὲν οὖν κεστρεῖς ἐκ τῆς θαλάττης ἀναβαίνουσιν εἴς τε τὰς λίμνας καὶ τοὺς ποταμούς, αἱ δ’ ἐγχέλυς τοὐναντίον ἐκ τούτων εἰς τὴν θάλατταν.
さて、ケストリウスは海から湖や川へと遡上するが、ウナギはそれとは逆に、これらから海へと下る。

語釈・文法注

  1. p.205τοῦ ἐνιαυτοῦ περιιόντος — 現在分詞 περιιόντος (περιέρχομαι 「巡る」)を伴う「時の独立属格」構文。年が巡り満ちていく時間を表し、「年が巡ると」「満1年が経つと」という意味になる。
  2. p.205ἀναπηνίζονται — 動詞 ἀναπηνίζομαι (糸を巻き戻す、集める)の3人称複数現在中動態。主語は複数名詞である οἱ ἁλιεῖς (漁師たち)であり、中動態として「自分たちのために巻き取る」という能動的・主体的意味を持つ。対格関係代名詞的役割の τό (または複数を指す τὰ の異読)が目的語となる。
  3. p.206Ὅσων δ’ ἂν ᾠῶν ὁ θορὸς — 関係代名詞 ὅσων は、先行詞となる名詞 ᾠῶν に格同化(属格同化)して属格となっている。また、後続する動詞 θίγῃ (θιγγάνω 「触れる」の接続法)が属格を支配するため、構文的にも属格が要求されている。 ἄν +接続法による一般化条件を表す関係節を構成する。
  4. p.206δεῦτερα δὲ βραδυτῆτι — 女性名詞 βραδυτής (遅さ)の単数与格。ここでは「〜に関して」を表す「関連(観点)の与格」(dative of respect)であり、「遅さという点において」という意味になる。
  5. p.207ὅ τι ἂν ὑπὸ ῥεύματος ληφθῇ — 一般代名詞 ὅ τι と ἄν +接続法( ληφθῇ は λαμβάνω の受動態過去接続法3人称単数)からなる、一般化条件を表す関係節。「流れに捕らえられたものは何であれ」という条件的な意味を持つ。

この箇所を引用する

アリストテレス, 動物誌 §6.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。