Humanitext Reader

亚里士多德 · 动物志 §6.14

淡水鱼类的性成熟、产卵习性与幼鱼发育

第 104 段,共 189 段 · 希腊语

内容简介

本章节描述了淡水鱼类的性成熟年龄和产卵频率,鲶鱼、鲤鱼等多种鱼类的产卵生态,受精及幼鱼发育的过程,以及雌雄鱼在产卵期间的不同行为。

§6.14Οἱ δὲ λιμναῖοι καὶ οἱ ποτάμιοι τῶν ἰχθύων κυήματα μὲν ἴσχουσι πεντάμηνοι τὴν ἡλικίαν ὄντες ὡς ἐπὶ τὸ πολύ, τίκτουσι δὲ τοῦ ἐνιαυτοῦ περιιόντος ἅπαντες· ὥσπερ δὲ καὶ οἱ θαλάττιοι, καὶ οὗτοι οὐκ ἐξαφιᾶσιν οὐδέποτε ἅμα πᾶν, οὔτε αἱ θήλειαι τὸ ᾠὸν οὔτε οἱ ἄρρενες τὸν θορόν, ἀλλ’ ἔχουσιν ἀεὶ πλείω ἢ ἐλάττονα αἱ μὲν ᾠὰ οἱ δὲ θορόν.
湖泊和河流中的鱼类大体上在五个月大时便怀卵,并在一年转完时全部产卵;如同海鱼一样,它们也绝不会一次性排空所有,雌鱼不一次排尽卵,雄鱼不一次排尽精液,而是始终多多少少保有着一些,雌鱼保有卵,雄鱼保有精液。
Τίκτουσι δ’ ἐν τῇ καθηκούσῃ ὥρᾳ κυπρῖνος μὲν πεντάκις ἢ ἑξάκις· ποιεῖαι δὲ τὸν τόκον μάλιστα ἐπὶ τοῖς ἄστροις· χαλκὶς δὲ τίκτει τρίς, οἱ δ’ ἄλλοι ἅπαξ ἐν τῷ ἐνιαυτῷ.
它们在适当的季节产卵,鲤鱼产五次或六次;它主要在特定的星象下产卵;而沙丁鱼产三次,其他鱼每年产一次。
Τίκτουσι δὲ πάντες ἐν ταῖς προλιμνάσι τῶν ποταμῶν καὶ τῶν λιμνῶν πρὸς τὰ καλαμώδη, οἷον οἵ τε φοξῖνοι καὶ αἱ πέρκαι.
它们都在河流和湖泊的流入浅滩、靠近芦苇丛的地方产卵,例如鱥鱼和鲈鱼。
Οἱ δὲ γλάνεις καὶ αἱ πέρκαι συνεχὲς ἀφιᾶσι τὸ κύημα, ὥσπερ οἱ βάτραχοι· οὕτω δὲ συνεχές ἐστι τὸ κύημα περιειλιγμένον, ὥστε τό γε τῆς πέρκης διὰ πλατύτητα ἀναπηνίζονται ἐν ταῖς λίμναις οἱ ἁλιεῖς ἐκ τῶν καλάμων.
鲶鱼和鲈鱼会排出连续不断的卵带,就像青蛙一样;这种缠绕在一起的卵带是如此连续,以至于湖中的渔民因其宽平而将其从芦苇上像绕线一样收拢下来。
Οἱ μὲν οὖν μείζους τῶν γλανίων ἐν τοῖς βαθέσι ἐκτίκτουσιν, ἔνιοι καὶ κατ’ ὀργυιᾶς τὸ βάθος, οἱ δ’ ἐλάττους αὐτῶν ἐν τοῖς βραχυτέροις, μάλιστα πρὸς ῥίζαις ἰτέας ἢ ἄλλου τινὸς δένδρου, καὶ πρὸς τῷ καλάμῳ δὲ καὶ πρὸς τῷ βρύῳ.
较大的鲶鱼在深处产卵,有的甚至在一寻深的地方,而较小的则在较浅的地方,尤其是在柳树或其他树木的根部附近,以及芦苇和苔藓附近。
Συμπλέκοται δὲ πρὸς ἀλλήλους ἐνίοτε καὶ πάνυ μέγας πρὸς μικρόν· καὶ προσαγαγόντες τοὺς πόρους πρὸς ἀλλήλους, οὓς καλοῦσί τινες ὀμφαλούς, ᾗ τὸν γόνον ἀφιᾶσιν, ὁ μὲν τὸ ᾠὸν ὁ δὲ τὸν θορὸν ἐξίησιν.
有时,甚至极大的鱼和极小的鱼也会互相缠绕;它们将排出后代的通道(有人称为“脐”,即它们释放后代的地方)彼此靠近,一侧排出卵,另一侧排出精液。
Ὅσα δ’ ἂν τῷ θορῷ μιχθῇ τῶν ᾠῶν, εὐθύς τε λευκότερα φαίνεται καὶ μείζω ἐν ἡμέρᾳ ὡς εἰπεῖν.
而在卵中,凡是与精液混合的,都会立刻显得更白,并且可以说在一天内变大。
Ὕστερον δ’ ἐν ὀλίγῳ χρόνῳ δῆλά ἐστι τὰ ὄμματα τοῦ ἰχθύος· τοῦτο γὰρ ἐν πᾶσι τοῖς ἰχθύσιν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ἐπιδηλότατόν ἐστιν εὐθὺς καὶ φαίνεται μέγιστον.
随后在很短的时间内,鱼的眼睛就清晰可见了;因为在所有的鱼类中,正如在其他动物中一样,眼睛是最早显现且显得最大的器官。
Ὅσων δ’ ἂν ᾠῶν ὁ θορὸς μὴ θίγῃ, καθάπερ καὶ ἐπὶ τῶν θαλαττίων, ἀχρεῖον τὸ ᾠὸν τοῦτο καὶ ἄγονόν ἐστιν.
精液未能触及的卵,正如海鱼一样,是无用且不育的。
Ἀπὸ δὲ τῶν γονίμων ᾠῶν αὐξανομένων τῶν ἰχθυδίων ἀποκαθαίρεται οἷον κέλυφος· τοῦτο δ’ ἐστὶν ὑμὴν ὁ περιέχων τὸ ᾠὸν καὶ τὸ ἰχθύδιον.
在受精卵中,随着小鱼的长大,会脱落下一层像壳一样的东西;这就是包裹着卵和小鱼的膜。
Ὅταν δὲ μιγῇ τῷ ᾠῷ ὁ θορός, σφόδρα γίνεται κολλῶδες τὸ συνεστηκὸς ἐξ αὐτῶν πρὸς ταῖς ῥίζαις ἢ ὅπου ἂν ἐκτέκωσιν.
当精液与卵混合后,由它们构成的物质就会变得极其粘稠,紧紧附着在根部或它们产卵的任何地方。
Οὗ δ’ ἂν πλεῖστον τέκωσιν, ᾠοφυλακεῖ ὁ ἄρρην, ἡ δὲ θήλεια ἀπέρχεται τεκοῦσα.
在它们产卵最多之处,雄鱼负责守卫卵,而雌鱼在产卵后便离去。
Ἔστι δὲ βραδυτάτη μὲν ἐκ τῶν ᾠῶν ἡ τῶν γλανίων αὔξησις, διὸ προσεδρεύει ὁ ἄρρην καὶ τετταράκοντα καὶ πεντήκοντα ἡμέρας, ὅπως μὴ κατεσθίηται ὁ γόνος ὑπὸ τῶν παρατυχόντων ἰχθυδίων· δευτέρα δὲ βραδυτῆτι ἡ τοῦ κυπρίνου γένεσις, ὅμως δὲ ταχέως καὶ τούτων ὁ σωζόμενος διαφεύγει γόνος.
在所有的卵中,鲶鱼的生长是最慢的,因此雄鱼会守候旁侧达四十或五十天,以免后代被偶然经过的小鱼吃掉;生长速度第二慢的是鲤鱼的繁殖,然而这些鱼中幸存的后代也会迅速逃走。
Τῶν δ’ ἐλαττόνων ἐνίων καὶ τριταίων ὄντων ἤδη ἰχθύδιά ἐστιν.
而在一些更小的鱼中,到了第三天就已经孵化成小鱼了。
Λαμβάνει δ’ αὔξησιν τὰ ᾠά, ὧν ἂν ἐπιψαύσῃ ὁ· θορός, καὶ αὐθημερὸν καὶ ὕστερον ἔτι.
凡是被精液触碰到的卵,在当天以及之后都会进一步成长。
Τὸ μὲν οὖν τοῦ γλάνιος γίνεται ὅσον ὄροβος, τὰ δὲ τῶν κυπρίνων καὶ τῶν τοιούτων ὅσον κέγχρος.
鲶鱼的卵会长到像野豌豆那么大,而鲤鱼及类似鱼类的卵则像小米粒那么大。
Ταῦτα μὲν οὖν τοῦτον τὸν τρόπον τίκτει καὶ γεννᾷ, χαλκὶς δὲ τίκτει ἐν τοῖς βαθέσιν ἀθρόα καὶ ἀγελαῖα, ὃν δὲ καλοῦσι τίλωνα, πρὸς τοῖς αἰγιαλοῖς ἐν ὑπηνέμοις· ἀγελαῖος δὲ καὶ οὗτος.
这些鱼便以这种方式产卵和繁殖,而沙丁鱼则在深处成群结队地大量产卵,人们称为提隆的鱼则在避风的岸边附近产卵;这种鱼也是成群的。
Κυπρῖνος δὲ καὶ βάλερος καὶ οἱ ἄλλοι πάντες ὡς εἰπεῖν ὠθοῦνται μὲν εἰς τὰ βραχέα πρὸς τὸν τόκον, μιᾷ δὲ θηλείᾳ πολλάκις ἀκολουθοῦσιν ἄρρενες καὶ τρισκαίδεκα καὶ τεσσαρεσκαίδεκα· τῆς θηλείας δ’ ἀφιείσης τὸ ᾠὸν καὶ ὑποχωρούσης ἐπακολουθοῦντες ἐπιρραίνουσι τὸν θορόν.
鲤鱼和巴勒罗斯以及几乎所有其他鱼都会涌向浅滩产卵,往往有十三或十四条雄鱼尾随一条雌鱼;当雌鱼排出卵并退后时,它们便尾随其后洒上精液。
Ἀπόλλυται δὲ τὰ πλεῖστ’ αὐτῶν· διά τε γὰρ τὸ ὑποχωροῦσαν τίκτειν τὴν θήλειαν σκεδάννυται τὸ ᾠόν, ὅ τι ἂν ὑπὸ ῥεύματος ληφθῇ καὶ μὴ προσπέσῃ πρὸς ὕλην· καὶ γὰρ οὐδ’ ᾠοφυλακεῖ τῶν ἄλλων ἔξω γλάνιος οὐθείς, πλὴν ἐὰν ἀθρόῳ γόνῳ ἑαυτοῦ περιτύχῃ ὁ κυπρῖνος· τοῦτον δέ φασιν ᾠοφυλακεῖν.
但其中大部分都会损失;因为由于雌鱼是一边退后一边产卵,卵便散落开来,凡是被水流冲走且未能附着在植物等物质上的卵都会损失;因为除鲶鱼外,其他鱼类确实都不守卫卵,除非鲤鱼碰巧遇到了自己成堆的后代;人们说鲤鱼这时会守护它们。
Θορὸν δὲ πάντες ἔχουσιν οἱ ἄρρενες πλὴν ἐγχέλυος· αὕτη δ’ οὐδέτερον οὔτ’ ᾠὸν οὔτε θορόν.
此外,除鳗鱼外,所有雄鱼都有精液;而鳗鱼既没有卵也没有精液。
Οἱ μὲν οὖν κεστρεῖς ἐκ τῆς θαλάττης ἀναβαίνουσιν εἴς τε τὰς λίμνας καὶ τοὺς ποταμούς, αἱ δ’ ἐγχέλυς τοὐναντίον ἐκ τούτων εἰς τὴν θάλατταν.
鲻鱼从海洋溯游到湖泊和河流中,而鳗鱼相反,从这些淡水水域进入海洋。

词汇与语法注释

  1. p.205τοῦ ἐνιαυτοῦ περιιόντος — 带有现在分词 περιιόντος(源自 περιέρχομαι,“循环、转过”)的“时间性独立属格”结构。表示时间的流逝与满载,意为“随着一年的循环”或“满一年时”。
  2. p.205ἀναπηνίζονται — 动词 ἀναπηνίζομαι(意为“解开、绕回、收拢”)的第三人称复数现在时中动态。其主语是复数名词 οἱ ἁλιεῖς(渔夫们),中动态在此处表示“为他们自己而卷绕/收拢”的主动且具自利性的意义。
  3. p.206Ὅσων δ’ ἂν ᾠῶν ὁ θορὸς — 关系代词 ὅσων 受到其先行词名词 ᾠῶν 的吸引而同化为属格(属格同化)。此外,后文的动词 θίγῃ(θιγγάνω“触碰”的虚拟式过去时)支配属格,因此在句法上也要求属格。该结构与 ἄν 连用,构成表示一般化条件的条件关系从句。
  4. p.206δεῦτερα δὲ βραδυτῆτι — 阴性名词 βραδυτής(缓慢)的单数与格。此处充当表示“在……方面”的“关系与格(或方面与格)”(dative of respect),意为“在缓慢程度上”。
  5. p.207ὅ τι ἂν ὑπὸ ῥεύματος ληφθῇ — 由不定关系代词 ὅ τι、小词 ἄν 以及虚拟式 ληφθῇ(λαμβάνω“抓住、捕获”的被动语态过去时虚拟式第三人称单数)构成的条件关系从句,表示一般化的条件。具有“凡是被水流冲走的”这一条件性含义。

引用这一段

亚里士多德, 动物志 §6.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。